Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ζίχνης θεῖος γόνος καὶ Θεοῦ φίλος γνήσιος, φερωνύμως ἐδείχθης, θεοφόρε Θεόφιλε, ἀσκήσας ἐν τῷ Ἄθωνι στεῤῥῶς, καὶ μύρον ἀναβλύσας θαυμαστῶς· διὰ τοῦτό σου τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν Πάτερ τὰ κρείττονα.
Ἕτερον Ἀπολυτίκιον.
Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος γνησιώτατον φίλον, καὶ τῶν ἐν Ἄθῳ εὐωδέστατον κρῖνον, καὶ νοητὸν ἀλάβαστρον ὁσίων ἀρετῶν, ἱεροῖς ἐν ἄσμασιν, εὐφημοῦμεν σὲ Πάτερ, εἰς ὀσμὴν τῶν μύρων σου, εὐλαβῶς συνδραμόντες, δι’ ὧν εὐφραίνει πάντοτε ἡμᾶς, τοὺς σὲ τιμώντας, Θεόφιλε Ὅσιε.
