Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θεῖον ἔνδυμα, τῶν οίκτιρμῶν σου, καὶ ἱμάτιον ἀθανασίας, τὴν ἁγίαν σου Ἐσθῆτα καὶ ἄφθαρτον, τῇ κληρουχίᾳ σου Κόρη δεδώρησαι, εἰς περιποίησιν πάντων καὶ σύναψιν. Ὅθεν Ἄχραντε, τὴν θείαν αὐτῆς κατάθεσιν, τιμῶντες εὐσεβῶς σὲ μεγαλύνομεν.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθείς.
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν Ἱερὰν Ἐσθῆτά σου, μεθ᾽ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων, ἧς περ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶμεν φόβῳ σοι σεμνή· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Μεγαλυνάριον
Τῆς ἀθανασίας τὸν χορηγόν, τέξασα Παρθένε, ἠθανάτισας τὸν Ἀδάμ· τοῦτο γοῦν δηλοῦσα, ἡ ἄφθαρτος Ἐσθής σου, φθορᾶς παθῶν λυτροῦται, τοὺς προσπελάζοντας.
