Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φιλοσόφων ἐνθέων τὸ ἀγαλλίαμα, πρώην διώκτην καὶ εἶτα, θερμὸν ἀπολογητήν, τῆς Χριστοῦ ἁγίας πίστεως τιμήσωμεν, Ἀθηναγόραν τὸν σεπτόν, Ἀθηνῶν κλεινὸν βλαστόν, καὶ καύχημα Ἐκκλησίας, βοῶντες· τῷ Παντεπόπτῃ, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς θείας χάριτος φανὸν τὸν τηλαυγέστατον, τὸν ἀναφθέντα ἐν Ἀθήναις εὐφημήσωμεν, καὶ φωτίσαντα τὸ σμῆνος τῶν χριστωνύμων, τῇ σοφίᾳ καὶ σεπτοῖς αὐτοῦ διδάγμασιν, εὐσθενῆ Ἀθηναγόραν τὸν θειότατον, ἀνακράζοντες· Χαίροις πίστεως ἔρεισμα.
Μεγαλυνάριον.
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, φιλοσόφων πάντων, Ἀθηναίων τὴν κορυφήν, εὔηχον κινύραν, τῆς πίστεως δογμάτων, σοφὸν Ἀθηναγόραν, τὸν ἀεισέβαστον.
