Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.
Έτερον Απολυτίκιον
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ἀπολαύσας Κυρίου τό φῶς τό ἄκτιστον ἐν τῷ Θαβώρ, διφρηλάτα τῶν οὐρανῶν, Ἠλιού, προσευχῆς ἀδειαλείτττου ἐργαστήριον, εἴληφας χάριν δαψιλῆ ἱκετεύειν τόν Χριστόν διδόναι ἡμῖν εἰρήνην καί κατιδεῖν ἀξιῶσαι ἡμᾶς τό κάλλος τοῦ προσώπου Αὐτοῦ.
Κοντάκιον
Ἦχος β’. Αὐτόμελον.
Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόῤῥυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον φιλάνθρωπον.
Μεγαλυνάριον
Δεύτε τον πυρίπνουν και ζηλωτήν, τον διά τεθρίππου, αρπαγέντα από της γής, της του Xριστού δευτέρας, Πρόδρομον παρουσίας, Hλίαν τον Θεσβίτην, ύμνοις τιμήσωμεν.
