Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Τόν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθχὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ xαρίσματα.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’
Τὸν Συνάναρχον Λόγον
Τοῦ ἐχθροῦ τὰς ἐνέδρας ρύμη διέφυγες, καὶ αὐτῷ προσπλακεῖσα ὑπερηκόντησας, καὶ ἐκ Θεοῦ τὴν δαψιλὴ χάριν ἀπείληφας, ἀποσοβεὶν ἐκ τῶν Πιστῶν, τὰς νόσους τὰς λυμαινώδεις, διο πρέσβευε τῷ Κυρίω, ὑπὲρ ἡμῶν, Μαρίνα ἔνδοξε.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ἀκηράτοις στέμμασιν, ἐστεφανώθης Mαρίνα, αἵμασι, τοῦ μαρτυρίου δε φοινιχθεῖσα, θαύμασι καταλαμπρύνθης τῶν ἰαμάτων, καὶ τῆς νίκης τὰ βραβεῖα, ἐδέξω Μάρτυς χειρὶ τοῦ Κτίστου σου.
Μεγαλυνάριον
Την Λαμπάδα πάντες Τη φαεινήν, και της παρθενίας, τον ασύλλητον θυσαυρόν, τη νύμφη Κυρίου, και Άσπιλον Αμνάδα, Μαρίναν την αγίαν, ύμνοις τιμήσωμεν.
