Ἀπολυτίκιον
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Ἁγίου Ὄρους ἀσκητὴν τὸν περιάκουστον, καὶ Ἐκκλησίας τὸν φωστῆρα τὸν νεόφωτον, ἐπαινέσωμεν ἐν ὕμνοις ὁλοκαρδίως, ποδηγῶν γὰρ τοὺς πιστοὺς πρὸς βίον ἄριστον, ποταμῶν τῶν δωρημάτων τούτους ἔπλησας, διὸ κράζουσι· Χαίροις πάτερ Παΐσιε.
Μεγαλυνάριον
Χαίροις τῶν Φαράσων θεῖος βλαστός, Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής, χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος, Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.
