Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Εὐσεβίου Ἐπισκόπου Σαμοσάτων

 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ  ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ  ΕΥΣΕΒΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΣΑΜΟΣΑΤΩΝ


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν  αἰώνων. 
Ὁ χορός: Ἀμήν. 
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: 
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός,  ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.  
Ψαλμός ρμβ΄ (142). 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν  τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθῃς  εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς  ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν  ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν  ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην  ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν  χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς 
γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου.  Μὴ ἀποστρέψῃς τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς  καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου,  ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾖ πορεύσομαι, ὅτι πρός  Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ  κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.  Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ  ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ  θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς  μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος  Σου εἰμί.  
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων  στίχων: 
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν  ὀνόματι Κυρίου.  
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ  ἔλεος Αὐτοῦ. 
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου  ἠμυνάμην αὐτούς. 
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς  ἡμῶν. 
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.  
Τῶν Σαμοσάτων τόν κλεινόν ἱεράρχην καί ὀρθοδόξων στηριγμόν  καί προστάτην, τῆς Ἐκκλησίας ἄγρυπνον καί πάνοπλον φρουρόν, πάντες  εὐφημήσωμεν οἱ πιστοί μετά πόθου, χαῖρε, ὦ Εὐσέβιε, ἐκβοῶντες ἐν  πίστει· ταῖς σαῖς πρεσβείαις δυσώπει τόν Θεόν, πᾶσι δοθῆναι πταισμάτων  ἄφεσιν.  
Δόξα. Καὶ νῦν. Θεοτοκίον 
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ  ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ  τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ  ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων  δεινῶν. 
Ψαλμός ν΄ (50). 
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος  τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με  ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν  ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά  παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως 
ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ  γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.  Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου  ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί  ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,  ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ  τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν  καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς  ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα  Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ  σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς  ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ  Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν  δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου  ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν,  ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον,  καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.  Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ  τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί  ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.  
Εἶτα, ὁ Κανών οὗ ἡ ἀκροστιχίς ἐν τῇ θ΄ᾠδῇ: Ἰωσήφ. 
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.  
Ἀγάπης τῆς θείας , πάτερ, πλησθείς, Χριστοῦ ἐμιμήσω τό τε πρᾶον  καί ταπεινόν καί τέλους μαρτύρων ἠξιώθης, τῷ ἀμαράντῳ στεφάνῳ  κοσμούμενος. 
Τήν δόξαν ζηλώσας τήν θεϊκήν, ἀνέδραμες, μάκαρ, εἰς τήν  ἄληκτον χαρμονήν, λαμπρύνας στολήν τήν τῆς ψυχῆς σου, τῷ ἐρυθρῷ  τῶν αἱμάτων χιτῶνι σου. 
Διωγμούς ὑπομείνας καρτερικῶς διήλεγξας πλάνην τοῦ Ἀρείου τήν  βδελυράν, σφραγίζων σου τήν ὁμολογίαν βιαιοτάτῳ θανάτῳ, Εὐσέβιε. Θεοτοκίον.  
Βουλήν προαιώνιον μυστικήν, ὑπούργησας, Κόρη, ἐξ ἀμέτρου  ὑπακοῆς, δειχθεῖσα τοῦ Πνεύματος δοχεῖον καί τόν Σωτῆρα τοῦ κόσμου  κυήσασα. 
ᾨδὴ γ΄.Οὐρανίας ἁψῖδος.  
Ἐγκοσμούμενος, πάτερ, μαρτυρικαῖς λάμψεσι καί ἱεραρχῶν ταῖς  χορείαις συναυλιζόμενος, τούς ἑορτάζοντας τήν σήν πανσέβαστον  μνήμην φύλαττε, Εὐσέβιε, ἐκ πάσης θλίψεως. 
Διεσκέδασας πᾶσαν τήν ἀχλύν τῶν αἱρέσεων λόγοις σελασφόροις  καί ἔργοις, πάτερ Εὐσέβιε, καί καθυπέδειξας ὀρθοδοξίας τήν τρίβον, τήν  εἰς λιμένα εὔδιον ὄντως ἀπάγουσαν. 
Πυρπολούμενος, μάκαρ, τῷ τοῦ Θεοῦ ἔρωτι, πάθη τῆς σαρκός  ὑποτάξας ἀπό νεότητος, Πνεύματος γέγονας τό καθαρώτατον σκεῦος καί  λαόν ἐποίμανας ἐν ὁσιότητι. 
Θεοτοκίον. 
Χειραγώγησον πάντας τούς εὐσεβεῖς δούλους σου πρός τόν  σωτηρίας λιμένα καί καθοδήγησον ἐν τρικυμίαις παθῶν καί καταιγῖσι τοῦ  βίου, ὡς πυξίς ἀλάθητος, Θεομακάριστε.  
Ἐνίσχυσον τῶν ὀρθοδόξων, Εὐσέβιε, τούς ἀγῶνας κατά δαιμόνων  καί πάσης αἱρέσεως καί δίδαξον εὐσεβείας τούς τρόπους.  
 Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν  χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.  
Κάθισμα. Ἦχος β΄.Πρεσβεία θερμή. 
Φαιδρύνας τόν βίον τῶν ἀρετῶν ἐλλάμψεσι, ποιμήν ἀγαστός  ἀνηγορεύθης Ὅσιε, Εὐσέβιε ἀοίδιμε, ἱεραρχῶν τό κλέισμα, ὑπέρ ἡμῶν  Χριστόν καθικέτευε, τῶν μετά πόθου τελούντων τήν μνήμην σου.  
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε. 
Ὀρθοδόξων τό φρόνημα διδαχαῖς ὁσίαις, μάκαρ, ἐστήριξας,  ὑπομένων ἐν στεῤῥότητι τάς ὑπερορίας ὑπέρ πίστεως. 
Ἐκκλησίας ἑδραίωμα, τῆς ὀρθοδοξίας στήλην ἀσάλευτον καί  ἰάσεων θησαύρισμα πάντες σέ γιγνώσκομεν, Εὐσέβιε. 
Ἱεροῖς σου διδάγμασι καί νομοθεσίαις θείαις ἐστήριξας ὀρθοδόξων  τήν συνείδησιν καί τοῦ μαρτυρίου σου τοῖς αἵμασιν. 
Θεοτοκίον.  
Ἡ λυχνία ἡ πάμφωτος, ἡ φέρουσα τό θεῖον λαμπάδιον,  ἐγνωρίσθης, Θεονύμφευτε, σύμπαντα τόν κόσμον καταυγάζουσα. 
ᾨδὴ ε΄.Φώτισον ἡμᾶς. 
Ἄστρον φαεινόν ἐν τῷ κόσμῳ ἐξανέτειλας, τῶν δογμάτων σου τῷ  φέγγει , θαυμαστέ, καταυγάζων ὀρθοδόξων τήν διάνοιαν. Ἔστησας, σοφέ, τό κατά τῆς πλάνης τρόπαιον, ὑγιοῦς διδασκαλίας  τῷ φωτί, φερωνύμως ἐκδιδάσκων τήν εὐσέβειαν. 
Ἴθυνας λαόν πρός λιμένα τόν σωτήριον, ἐκβυθίσας τοῦ Ἀρείου  διδαχήν, τῇ πλημμύρᾳ τῶν αἱμάτων σου, Εὐσέβιε.
Θεοτοκίον.  
 Χείλεσιν, Ἁγνή, καί καρδίᾳ μεγαλύνω σε ὡς μητέρα τοῦ Θεοῦ καί  Λυτρωτοῦ, δυσωπῶν σε, τήν ψυχήν μου φωταγώγησον. 
ᾨδὴ στ΄.Τήν δέησιν ἐκχεῶ. 
Ἐκήρυξας, ὁμοούσιον Λόγον, καὶ συνάναρχον Πατρὶ τὸν Σωτῆρα,  τῆς βδελυρᾶς, τοῦ Ἀρείου μανίας, ἐξαφανίσας τὸ μάταιον φρόνημα,  Εὐσέβιε των εὐσεβῶν, ἀρραγές καὶ στερρὸν περιτείχισμα.  
Ὡς ῥόδον, ὡς εὐωδέστατον κρίνον, ὡς παράδεισος Θεοῦ  ἀνεδείχθης, μέσον ζωῆς, κεκτημένος τό ξύλον, τόν φυτουργόν τῶν  ἁπάντων καί Κύριον, Εὐσέβιε καί νῦν ἡμᾶς, εὐωδίας πληροῖς θείου  Πνεύματος. 
Ῥαντίσματι, τῶν σεπτῶν σου αἱμάτων, πορφυρίδα σεαυτῷ  ἐπιχρώσας, βασιλικήν, προσεχώρησας Πάτερ, μετ’ εὐφροσύνης εἰς θεῖα  Βασίλεια, παρίστασθαι τῷ Βασιλεῖ, τῶν αἰώνων παμμάκαρ Εὐσέβιε.  Θεοτοκίον.  
Νοήσαντες, θεηγόροι Προφῆται, μυστηρίου Σου τὸ ἄπειρον βάθος,  τοῦτο σαφῶς, προεδήλωσαν Κόρη, δι’ αἰνιγμάτων καὶ θείων  προῤῥήσεων· τὸν Λόγον γὰρ τὸν τοῦ Πατρός, ὑπὲρ λόγον Ἁγνὴ  ἐσωμάτωσας. 
Ἐνίσχυσον τῶν ὀρθοδόξων, Εὐσέβιε, τούς ἀγῶνας κατά δαιμόνων  καί πάσης αἱρέσεως καί δίδαξον εὐσεβείας τούς τρόπους.  
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν  ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. 
Κοντάκιον. Ἦχος β΄.Τοῖς τῶν αἱμάτων σου ῥείθροις.  
 Τῆς εὐσεβείας ἐνσπείρας διδάγματα, τά τοῦ Ἀρείου ζιζάνια ἔτεμες  καί τῶν μαρτύρων δεξάμενος στέφανον, ὁμολογίαν τῷ αἵματι  ἐπεσφράγισας· ὅθεν ὑμνοῦμεν σε, Εὐσέβιε ἔνδοξε.  
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ’ ἤχου. 
Προκείμενον. : Τό στόμα μου λαλήσει σοφίαν, καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.  
Στ.: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλλιάσονται. 
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ιωάννην (Κεφ. ι΄ 1-10). 
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους·  ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν  τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ  ληστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστί τῶν προβάτων.  Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ 
ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια  πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ  ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ  ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν  ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς,  ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ  Ἰησοῦς· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν  αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται  καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.  
Δόξα: Ταῖς τοῦ Ἱεράρχου... 
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...  
Προσόμοιον. Ἦχος πλ. β΄.Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός... Τί σε ὀνομάσωμεν τῶν ὀρθοδόξων οἱ δῆμοι, ἔνδοξε Εὐσέβιε,  εὐσεβείας τεῖχος τό ἀπροσμάχητον, ἱεράρχην ἄκακον, Ἐκκλησίας  στῦλον, ἀθλητῶν τό ἐγκαλώπισμα, δρεπάνην τέμνουσαν τῶν  αἱρετιζόντων ζιζάνια καί σῖτον τόν οὐράνιον εἰς αὐλάς Κυρίου  συνάγουσαν· δρόσον ἰαμάτων, ἐξαίρουσαν τόν καύσωνα παθῶν, πηγήν  τήν ὄντως ἀστείρευτον θείας ἀναψύξεως. 
ᾨδὴ ζ΄.Παῖδες Ἑβραίων. 
Ὕμνοις σχολάζων Ἱεράρχα, καὶ δεήσεσιν, ἐκοίμισας τὰ πάθη, καὶ  ἡμῶν τῶν πιστῶν, ἄγρυπνος ὤφθης φύλαξ, τῶν εὐσεβῶς ὑμνούντων σε,  καὶ τελούντων σου τὴν μνήμην. 
Μάρτυς δειχθεὶς καί Ἱεράρχης, τὰ οὐράνια ἐνθέως ἐκληρώσω, καὶ  τῷ θρόνῳ βοῶν παρίστασαι τοῦ Κτίστου· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς  τοὺς αἰῶνας. 
Ὄρθρος ἀνέτειλας κηρύττων, τὸν ἐκλάμψαντα Πατρὸς πρὸ  ἑωσφόρου, Ἰησοῦν τὸν Χριστόν, φωστὴρ τῆς Ἐκκλησίας, Ἱεραρχῶν  ἀγλάϊσμα, Ἀθλοφόρων ὡραιότης. 
Θεοτοκίον. 
Νόμους τῆς φύσεως Παρθένε, τῇ κυήσει Σου καινίζεις παραδόξως,  καὶ φθαρέντας ἡμᾶς, κακίστῃ παραβάσει, ἀναχωνεύεις· ὅθεν Σε, κατὰ  χρέος εὐφημοῦμεν.  
ᾨδὴ η΄. Τὸν Βασιλέα. 
Σύν Ἱεράρχαις καί ἀθλοφόρων χορείαις τόν Χριστόν, Εὐσέβιε,  δυσώπει πάντας ὀρθοδόξους τυχεῖν θείου ἐλέους. 
Ἐν ἀγαθῇ τῇ συνειδήσει, τρισμάκαρ, καί τῇ μαχαίρᾳ τῶν ἱερῶν  σου λόγων κατέκοψας τήν πλάνην δεινήν τήν τοῦ Ἀρείου.
Αἱρετιζόντων τήν ματαιότητα πᾶσαν διελέγχων, Εὐσέβιε,  ἀνδρείως, ὡς μάρτυς ἀνῃρέθης, στεῤῥότατα ἀθλήσας. 
Θεοτοκίον.  
Ἀδιαφθόρως τόν Θεόν Λόγον τεκοῦσα, τόν ὑψώσαντα οὐσίαν τῶν  ἀνθρώπων, μακαρίζομέν σε, Πανύμνητε Παρθένε. 
ᾨδὴ θ΄.Κυρίως Θεοτόκον. 
Ἰδεῖν κατηξιώθης, Πάτερ, τὰ μακρόθεν, τῇ ἱερᾷ σου ψυχῇ  ἐλπιζόμενα, καὶ πρὸς ἀνέσπερον φέγγος, χαίρων ἐσκήνωσας. Ὡραῖος ἀπεφάνθης, ταῖς θεηγορίαις, καὶ ἀγαθαῖς ἐργασίαις,  Εὐσέβιε, καὶ ταῖς παντίμοις τῶν ἄθλων, μάκαρ λαμπρότησι. Στησώμεθα χορείαν, ἐν ἀγγαλλιάσει, τὸν ἱερὸν εὐφημοῦντες  Εὐσέβιον, τῆς εὐσεβείας τῷ κάλλει ἀγλαϊζόμενον.  
Ἡ θήκη σου μυρίζει, χάριν ἰαμάτων, ἡ δὲ ἁγία σου μνήμη,  Εὐσέβιε, καταφωτίζει τὸν Κόσμον, ὡς μέγας ἥλιος. 
Θεοτοκίον.  
 Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου  ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον, σαρκὶ κυήσασα. 
Μεγαλυνάρια. 
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν  ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν  τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,  τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ  μεγαλύνομεν.  
Χαίροις τῆς Τριάδος μυσταγωγέ καί τῶν Σαμοσάτων ποιμενάρχα  καί ὁδηγέ, χαίροις ὁ τοῦ Λόγου πιών μετ’εὐφροσύνης ποτήριον τό θεῖον,  μάκαρ Εὐσέβιε.  
Ζηλωτής διάπυρος καί θερμός, τῆς ὀρθοδοξίας καί δογμάτων τῶν  ἱερῶν, ἀρετῶν ὁ μύστης καί ἄριστος ἐργάτης, Εὐσέβιε, ἐφάνης τῷ θείῳ  βίῳ σου.  
Χαίροις τοῦ Κυρίου ὁ μιμητής καί τοῦ πρωτοάθλου ὁ ἐπόμενος  τοῖς ὁδοῖς, ἀνεξικακίας διδάσκαλος ὁ μέγας καί ταπεινοφροσύνης  λαμπάς ἡ ἄσβεστος.  
Χαίροις εὐσεβείας καθηγητά καί τῆς ἀληθείας ἀκατάβλητε ἀθλητά,  χαίροις τῆς Ἐώας ἀστήρ ὁ διαλάμπων καί πάσης Ἐκκλησίας θεῖον  ὑπόδειγμα. 
Πάντα τά παρόντα καταλιπών, δόξης ἐφημέρου καί προσκαίρου  ὑπεριδών, στάδιον ὑπῆλθες διωγμῶν καί μαρτυρίου, εἰρήνην κατακτήσας  τήν ἀτελεύτητον.  
Εὐσεβείας νάμασι ζωηροῖς, ἄρδευσον καρδίας τῶν τελούντων σήν  ἑορτήν καί δώρησαι ὑγείαν ψυχῶν τε καί σωμάτων, τοῖς ἐπικαλουμένοις  τήν σήν ἀντίληψιν.  
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ  δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό  σωθῆναι ἡμᾶς.  
Τό Τρισάγιον καὶ τό Ἀπολυτίκιον. Ἦχος δ΄.Ταχύ προκατάλαβε.  Σοφίας τοῦ Πνεύματος, καταυγασθείς τῷ φωτί, τὸν λόγον  ἐτράνωσας, τῆς εὐσεβείας ἡμῖν, Εὐσέβιε ἔνδοξε· σὺ γὰρ ἱεραρχήσας,  εὐσεβῶς τῇ Τριάδι, ἤθλησας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες· καὶ  νῦν, Πάτερ, δυσώπησον σώζεσθαι ἅπαντας.  
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν·  Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν  ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ  παρόντα Τροπάρια:  
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.  
 Χαίροις τῶν θαυμάτων ποταμέ, νοητῆς Ἐδέμ καταρδεύων γῆν τήν  πανεύφορον, πάνσεπτε Εὐσέβιε, ἱεραρχῶν καλλονή, ὁ κρατήρ ὁ  πληρούμενος ναμάτων ἐνθέων, φύλαξ καί ὑπέρμαχος τῶν ὀρθοδόξων  σοφός· σκέπε ταῖς ἁγίαις εὐχαῖς σου, πάντας τούς προστρέχοντας πόθῳ,  τῇ θερμῇ καί θείᾳ ἀντιλήψει σου. 
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι  ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,  φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. 
Δι’ εὐχῶν. 

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος