Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Παμμεγίστων Ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριήλ

 Παρακλητικός Κανών εις τους Αγίους Αρχαγγέλους και Μέγα Αρχιστρατήγους Μιχαήλ και Γαβριήλ

Ποίημα Αργυρουπόλεως Σεραφείμ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Καὶ τὰ Τροπάρια·


 Ἦχος δ΄. Ὅ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Τοὺς Πρωτοστάτας Οὐσιῶν τῶν ἀΰλων, καὶ καταυγάζοντας φωτὶ πᾶσαν κτίσιν, τῆς Τρισηλίου δόξης καὶ Θεότητος, ἅπαντες τιμήσωμεν, Ἀρχαγγέλους τοὺς θείους, πρὸς αὐτοὺς κραυγάζοντες· ἐν ψυχῇ τεθλιμμένῃ, ὦ Ταξιάρχαι ἀΰλων Οὐσιῶν, πάσης ἡμᾶς, περιστάσεως ῥύσασθε.


Δόξα. Καὶ νῦν.

Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Καὶ ὁ Κανῶν, ἔχων Ἀκροστιχίδα· κατ’ Ἀλφάβητον.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἁγίων Ἀγγέλων ὡς ἀρχηγοί, καὶ τῆς θεοπτίας ἀπολαύοντες τηλαυγῶς, τὸν Ἀγαθοδότην καὶ Σωτῆρα ὑπὲρ ἡμῶν καθικετεύσατε.


Ἀπαύστως δοξάζουσί σε πιστῶς, Ἀσωμάτων δῆμοι, ἐνηδόμενοι κάλλει σῷ, καὶ τῇ ἀκορέστῳ αἴγλη Σῶτερ, αὐτῶν πρεσβείαις ἡμᾶς κατοικτείρησον.


Βιαίοις κρατούμενοι πειρασμοῖς, ὑμῖν ὡς προστάταις, καταφεύγομεν οἱ πιστοί, Ἀρχάγγελοι θεῖοι τὸν Δεσπότην, νῦν ἐκτενῶς ἐκδυσωπήσατε.


Θεοτοκίον.

Γενοῦ μοι, Παρθένε καταφυγή, λιμήν τε καὶ τεῖχος, καὶ προστάτις ἡ τὸν Θεόν, ἐν σαρκὶ τεκοῦσα Θεομῆτορ, τὸν λυτρωτὴν καὶ Πανοικτίρμονα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Δωρεαῖς πολυτρόποις, Ἀγγελικῶν τάξεων, οἷα Ταξιάρχαι, κοσμούμενοι, Ἀρχιστράτηγοι, καθωραΐσατε, τὰς τοῦ Χριστοῦ Ἐκκλησίας, θεϊκαῖς λαμπρότησι, ταῖς προστασίαις ὑμῶν.


Δωρεάς με ἁγίας, ὡς συμπαθεὶς Ἄγγελοι, νῦν καταξιῶσαι τὸν εὐσυμπάθητον δυσωπήσατε τρόπους ἀσπλάγχνους γάρ, καὶ μοχθηροὺς κεκτημένον, μετανοίας τρόποις με ἀνακαλέσατε.


Εὐδοκίας ἐν ὅπλῳ, τὸ τῶν πιστῶν πλήρωμα, δόξης Οὐρανίου τῷ κάλλει νῦν στεφανούμενοι, ἐκ περιστάσεως, ὡς εὐκλεεῖς παραστάται, τοῦ Θεοῦ λυτρώσασθε, θεῖοι Ἀρχάγγελοι.


Θεοτοκίον.

Ζωῆς τῆς ἀκηράτου, θείᾳ σκηνῇ γέγονας, μόνη ἐξ αἰῶνος φανεῖσα, Παρθενομῆτορ Ἀγνή, διὸ Πανάμωμε, τὸν ἐν σκιᾷ τοῦ θανάτου, πρὸς ζωὴν ὁδηγῆσον, νῦν με πρεσβείαις σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἡ Δυὰς ἡ πρωτεύουσα, τῆς τῶν Ἀρχαγγέλων νῦν ὁμηγύρεως, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, ἐκ παντὸς κινδύνου, ἐλευθέρωσον.


Θεωροῖ τῆς λαμπρότητας, τῆς Θεαρχικῆς καὶ ἀγαθοδότιδος, Ἀρχιστράτηγοι, ὑπάρχοντες, δούλους τοὺς ὑμῶν δεινῶν λυτρώσασθε.


Ἱεραῖς ἐν δεήσεσιν, εὕροιμι ὑμᾶς συλλήπτορας Ἄγγελοι, τὴν ψυχήν μου ἐνισχύοντας, καὶ τὸν λογισμόν μου καταυγάζοντας.


Θεοτοκίον.

Ἱερῶς σε δοξάζουσι, τὰ τῶν Ἀσωμάτων θεῖᾳ στρατεύματα, Θεομῆτορ Πανακήρατε· τὸν γὰρ Κτίστην τούτων ἀπεκύησας.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Κύκλῳ τοῦ Θεοῦ, παρεστῶτες, Ἀρχιστράτηγοι, καὶ ταῖς ἐκεῖθεν πηγαζούσαις αὐγαῖς, λελαμπρυσμένοι τοὺς ὑμῶν οἰκέτας διασώσατε.


Λύτρωσιν ἡμῖν, δωρηθῆναι ἱκετεύσατε, τὸν Δεσπότην καὶ Θεὸν ἡμῶν, ὡς παραστάται τῆς βροτῶν ἀπολυτρώσεως.


Μύστας τῆς σεπτῆς, καὶ ἀῤῥήτου Σῶτερ δόξης σου, τοὺς Ἀρχιστρατήγους ὑπέστησας· τοὺς σοὺς οὖν δούλους δι’ αὐτῶν νῦν διαφύλαξον.


Θεοτοκίον.

Μύρον μυστικόν, ὀνομάζομεν σε Πάναγνε, ὡς γεννήσασαν Θεὸν ἐν σαρκί, τὸν τὰ εὐώδη ἀναβρύοντα χαρίσματα.


ᾨδὴ στ΄. Τὴν δέησιν.

Νῦν θρόνῳ, τῷ φοβερῷ παρίστασθαι, ἀκλινῶς ἀξιωθέντες Θεόπται, καὶ τοῦ φωτὸς τῆς Ἁγίας Τριάδος, ἐπαπολαύειν πρεσβεύσατε Ἄγγελοι, ῥυσθῆναι ἐκ τῶν πειρασμῶν, τοὺς τῇ σκέπῃ ὑμῶν καταφεύγοντας.


Ξηράνατε, τῶν παθῶν σηπεδόνα, καὶ τῶν νόσων κοπάσατε τὸν σάλον, σὺν τούτοις δὲ ὦ Ἀρχάγγελοι θεῖοι, καὶ τὰ τῆς πίστεως σκάνδαλα παύσατε, καὶ ῥύσασθε πάντας ἡμᾶς ταῖς λιταῖς ὑμῶν πάσης αἱρέσεως.


Οἱ Ἅγιοι Ταξιάρχαι Ἀγγέλων, παρεστῶτες ἐσαεὶ τῇ Τριάδι, καὶ τῶν φρικτῶν καὶ ἀῤῥήτων αὐτόπται, ὡς ὄντες πάντας, Ἀρχάγγελοι, ῥύσασθε, κινδύνων τε καὶ πειρασμῶν, ταῖς ὑμῶν ἱκεσίαις δεόμεθα.


Θεοτοκίον.

Ὁ ἔμψυχος τοῦ Σωτῆρος θάλαμος, ὁ λαμπραῖς τῆς Παρθενίας ἀκτίσι, φωτοειδῶς ὥσπερ κρίνος ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ Πάναγνος καὶ εὐπρεπής, Θεοτόκος παρθένος δοξάζεται.


Ἐκ νόσων καὶ ἐκ παντοίων κινδύνων ῥύσασθε Ταξιάρχαι, τοὺς πιστῶς τελοῦντας ὑμῶν τὴν Σύναξιν, ὡς φύλακες Ὀρθοδόξων προστάται.


Ἄχραντε, ἡ διά λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄.

Ἀρχιστράτηγοι Θεοῦ, Λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοὶ καὶ Ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.


Καὶ εὐθὺς τὸ Προκείμενον.

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ Πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Στίχος. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.


Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν.

(Κεφ. ι΄16—21) .

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεί· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με· ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῇ ὤρα ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.


Δόξα.

Ταῖς τῶν Ἀσωμάτων, Οἰκτίρμον προστασίαις, ἐξαλεῖψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.


Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἑμῶν ἐγκλημάτων.


Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καὶ τὸ παρὸν Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παύσατε τὴν ἔφοδον, ὦ Πρωτοστάται Ἀγγέλων, Μιχαὴλ θαυμάσιε, Γαβριὴλ θειότατε, τῶν αἱρέσεων, καὶ ταχὺ σώσατε, ἐκ νόσων παντοίων, καὶ τὸν σάλον διαιρέσεων, καταπραΰνατε, καὶ κινδύνων ῥύσασθε καὶ τῶν θλίψεων, λιταῖς ὑμῶν Ἀρχάγγελοι, πάντας τοὺς ὑμᾶς ἀναμέλποντας, καὶ τῇ θείᾳ σκέπῃ, ὑμῶν προσπεφευγότας εὐλαβῶς, καὶ τῶν δεινῶν τῆς κολάσεως, θεῖοι Νόες σώσατε.


Σῶσον ὁ Θεὸς τὸν λαόν σου…


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πολυποίκιλαν χάριν, Ἀρχιστράτηγοι θεῖοι, ὑμῖν δεδώρηται, ὁ πάντων εὐεργέτης, οὗ νῦν τὴν Ἐκκλησίαν, διασώσατε ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


Ῥώμη τοῦ Παντεπόπτου, δυναμούμενοι πάντα, τῆς γῆς τὰ πέρατα, τρανῶς περισκοπεῖτε, καὶ πάντας τοὺς ἐν πίστει περισῴζετε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


Σὺν ἀΰλοις Ἀγγέλοις, τῶν πιστῶν αἱ χορεῖαι δεῦτε τιμήσωμεν, τὴν αἴσιον ἡμέραν, τῆς μνήμης ἐκτελοῦντες, τῶν Θεοῦ Ἀρχαγγέλων πιστῶς καὶ ἐκβοῶντες αὐτοῖς, ῥύσασθε ἡμᾶς νόσων.


Θεοτοκίον.

Σωτηρίας λιμένα, Θεοτόκε παρθένε, σὲ νῦν γνωρίζοντες, τοῦ βίου τοὺς κινδύνους, ἐκφεύγομεν καὶ ζάλας, τῷ Υἱῷ σου κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τοὺς παραστάτας, καὶ ὑμνῳδοὺς τῆς ἀφράστου, Ἀρχαγγέλους δόξης σου προσδέχου, σὲ νῦν δυσωποῦντας, ὑπὲρ ἡμῶν, Παντάναξ.


Ὕμνους ἀπαύστους, ὦ Ἀρχάγγελοι θεῖοι, τῷ Θεῷ προσφέροντες τῶν ὅλων, μέμνησθε τῶν πίστει, ὑμᾶς ὑμνολογούντων.


Φῶτα, ὦ θεῖοι Ἀρχιστράτηγοι ὄντες, τῆς θεότητος παρακαλοῦμεν πάντας, φωτὸς Οὐρανίου, ἐμπλήσατε καὶ δόξης.


Θεοτοκίον.

Φαεινοτάταις σου ἀστραπαῖς Θεομῆτορ, τοὺς πιστῶς εἰδότας σε φαιδρύνεις, τὴν τιμιωτέραν, τῶν Οὐρανίων Νόων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χορείας Ἀσωμάτους, νῦν τὴν Ἐκκλησίαν, δι’ ἀρετῆς μιμουμένην σὺ λάμπρυνον, περιτειχίζων Παντάναξ, αὐτὴν Ἀγγέλοις σου.


Ψυχῶν τὴν σωτηρίαν, Θεοῦ Ταξιάρχαι, πᾶσιν ὑμῖν τοῖς τιμῶσι δωρήσασθε, τὴν φαιδροτάτην ἡμῶν καὶ θείαν πανήγυριν.


Ὡς φύλακας τοῦ κόσμου καὶ τῶν Ὀρθοδόξων καὶ Ἀρχιστράτηγοι θείων δυνάμεων, ῥύσασθε νόσων ἡμᾶς καὶ κακώσεων.


Θεοτοκίον.

Ὡς λυκαυγές, ὡς ὄρθρος, πᾶσι τοῖς ἐν σκότει, ἐξανατείλασα Ἄχραντε πρέσβευε, Χριστῷ φωτίσαι τοὺς πίστει, ἀεὶ ὑμνοῦντάς σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.


Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Σκέπε, φρούρει, φύλαττε σαῖς λιταῖς, Ἀρχάγγελε θεῖε, Ἀστραπόμορφε Μιχαήλ, τοὺς πίστει σε τιμῶντας καὶ γεραίροντας πόθοις, πρῶτον τῶν Ἀγγέλων καὶ Ἀρχιστράτηγον.


Πάρεσο προστάτης πᾶσιν ἡμῖν, ἐν παντὶ τῷ βίῳ καὶ ἐν ὥρᾳ τῇ φοβερᾷ, τοῦ πικροῦ θανάτου, βοήθει θεῖε Νόε, Ἀρχάγγελε Κυρίου Μιχαὴλ ἀξιύμνητε.


Ξυνωρὶς ἀοίδιμε καὶ Δυάς, ἄυλοι καὶ θεῖοι διασώσατε τοὺς πιστῶς, ὑμᾶς εὐφημοῦντας, ἐκ παντοίων κινδύνων, Ἀρχάγγελοι Κυρίου Μιχαὴλ καὶ Γαβριήλ.


Ἀρχάγγελοι, Ἄγγελοι καὶ Ἀρχαί, Δυνάμεις καὶ Θρόνοι, Κυριότητες, Σεραφείμ, σεπταὶ Ἐξουσίαι καὶ Χερουβεὶμ οἱ θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.


Θεοτοκίον.

Τὴν ὑψηλοτέραν τῶν Οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ Κόσμου, ὕμνοις τιμήσωμεν.


Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.


Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ

τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.


Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Καὶ τὸ Άπολυτίκιον.Ἦχος δ΄.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς, ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι τειχίσητε ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀύλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε ἐν ᾠδαῖς Πνευματικαῖς, Νόων Ἀσωμάτων τῶν θείων, Ἀρχιστρατήγους κλεινούς, πόθῳ ἀνυμνήσωμεν πρὸς αὐτοὺς λέγοντες· Μιχαὴλ ὑπερένδοξε καὶ Γαβριὴλ θεῖε, σώσατε, Πανάγιοι, τοὺς Ὀρθοδόξους ἡμᾶς, νόσων τε παθῶν καὶ κινδύνων, ταῖς λιταῖς ὑμῶν θεῖοι Νόες, καὶ πρὸς τρίβους σωτηρίας ὁδηγήσατε.


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.

Πηγή https://www.proseyxi.com

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...