Μετάβαση στο κύριο περιεχόμενο

Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον ἠχ.α’

 


Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον· βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν. Ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.