Παρακλητικός Κανών εις την Πανοικτίρμονα και Πολυεύσπλαχνο Αγίαν Τριάδα
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὐψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἁμαρτήμασι πολλοῖς βαρυνθέντες, καὶ τὰς καρδίας καὶ ψυχὰς μολυνθέντες, ἐν συντριβῇ καρδίας σοὶ προσπίπτομεν πιστῶς· ἄναρχε, ἀόρατε, ἐπουράνιε Πάτερ, σύμμορφε, συνάναρχε, συναΐδιε Λόγε, καὶ θεῖον Πνεύμα, λύτρωσαι ἠμᾶς, ἐκ πάσης νόσου ψυχῆς τε καὶ σῶματος.
Δόξα. Ὅμοιον.
Τοὺς εὶς τὸ ὄνομα τὸ σὸν βαπτισθέντας, Τριὰς Ἀγία καὶ τανῦν εὐρεθέντας, εἰς ἀντιχρίστου χρόνους καὶ ἡμέρας πονηράς, στήριξον, ἐδραίωσον ἐν τῇ σῇ Ἐκκλησίᾳ, Δέσποτα φιλάνθρωπε, καὶ ἐν ὥρᾳ ἀνάγκης, τὴν σὴν ἐξ ῦψους δὸς ἡμῖν ἰσχύν, καὶ τῶν ἀνόμων βουλὰς διασκέδασον.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ὁ τῆς Τριάδος ἁγιώτατος οἴκος, ἡ τῆς Θεότητος σκηνὴ Παναγία, ἐν ᾗ Πατὴρ ηὐδόκησεν, ὁ πάντων Θεός, Πνεῦμα δὲ τὸ Ἅγιον ἐπεσκίασεν ὄντως, καὶ Υἱὸς ἐσκήνωσε, προελθὼν ἀποῤῥήτως, σὺ Θεοτόκε πάντων ἡ ἐλπίς· τοὺς σὲ ὑμνοῦντας κινδύνων διάσωζε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ᾌδεται τῇ Ἀγίᾳ Τριάδι ὕμνος.
(Ἐκτὸς τῆς ἀκροστιχίδος αἱ δύο ᾠδαῖ στ΄ καὶ η΄).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀρματηλάτην Φαραῶ εβύθισε.
Ἁγία Τριὰς ὀ Θεὸς ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀρχὴ των ὄλων ὀρατῶν ἀπάντων τε, καὶ ἀοράτων Θεός, ὁ Πατήρ, ὁ Λόγος, Πνεῦμα τὸ Πανάγιο Μονάς ἠ τρισυπόστατος, συγκατάβηθι, δέξαι τὴν ἱκεσίαν τῶν δοῦλών σου, ἣν χαρμονικώς σοι προσάγομεν.
Διὰ παντὸς οἱ νοεροί διάκοσμοι, οἱ τῶν Ἀγγέλων χοροί, σοὶ Τριὰς Ἁγία, νοεροῖς τοῖς χείλεσι, ὔμνον ἀναπέμπουσι, μεθ’ ὧν δέξαι καὶ ταύτην τὴν ἱκεσίαν ὡς εὔσπλαγχνος, καὶ τὸν ἰλασμὸν ᾗ δώρησαι.
Ἐν τῇ Τριάδι ἡ Μονάς γνωρίζεται, ἐν τῇ μόνη Τριάς, μεριστὴ προσῶποις, ἐνικὴ Θεότητι, ἀπρόσιτος, ἀνέκφραστος, προσιτὴ δι’ ἀγάπην, μία τῆς χρηστότητος, πᾶσι χεομένη τοῖς κτίσμασι.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰώνων ὀρισθὲν μυστήριον, τὸ ἀκατάληπτον, τὸ Θεὸν ἀνθρώποις συναναστραφήσεσθαι, βροτοῖς ὁμοιωθήσεσθαι, συλλαβοῦσα Παρθένε, τούτον Θεάνθρωπον ἔτεκες, Ὃν ὑπὲρ ἠμῶν καθικέτευε.
ᾨδὴ γ΄. Ὁ στερεῶσας κατ’ ἀρχάς.
Ἁκαταλήπτως ὁ Υἱὸς, πρὸ τοῦ τὸν κόσμον παρεῖναι, ἀχωρίστως τῷ Πατρὶ συνυπῆρχε, καὶ τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἀχώριστον, τρία ἐν τοῖς προσώποις, ἀλλ’ ἠνωμένα Θεότητι.
Ἱερωτάταις ἐν ᾠδαῖς, σὲ τὴν ἀόρατον Φύσιν, εὐλαβῶς ὑμνολογοῦντες βοῶμεν· Παντουργέ, Παντοποιὲ τὴν κτίσιν κατοικτείρισον, καὶ τοῖς λατρεύουσί σοι, νοῦν καὶ καρδίαν χαρίτωσον.
Τῶν Προφητῶν σου ὁ χορός, τῶν Ἀποστόλων ὁ δῆμος, καὶ ἀπάντων τῶν Ἁγίων αἱ τάξεις, ὐπερούσιε Τριάς, ἀπαύστως σε δοξάζουσι, καὶ τοῖς ἐν γῇ αἰτοῦνται, τοὺς οἰκτιρμούς σου Φιλάνθρωπε.
Θεοτοκίον.
Ἡ πλατυτέρα οὐρανῶν, ἡ Παναγία Παρθένος τὸν ἀχώρητον ἐν πάσῃ τῇ κτίσει, ἐν γαστρὶ παρθενικῶς, συνέλαβε καὶ ἔτεκε, καὶ Θεοτόκε μόνη, γνωρίζεται καὶ δοξάζεται.
Διάσωσον, ἀπὸ κινδύνων ἠμᾶς ὦ Τριὰς Ἀγία, τὸν ἐν Ὀρθοδόξῳ πίστει, σοί λατρεύοντας, καὶ εὐσεβὼς άεί σε προσκυνοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Εύσπλαγχνίας.
Εὐσπλαγχνίας τὸ πέλαγος ἠμῖν ὐφαπλώσας, ὐπέδεξαι ἠμᾶς Ἐλεῆμον. Βλέψον εὶς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ᾠδὰς τῶν αἰτουμένων σε Τριὰς Μονάς ἄναρχε· εἰς σὲ γὰρ ἐλπίζομεν τὸν τῶν ὄλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.
ᾨδὴ δ΄. Σὺ μου ἰσχύς, Κύριε.
Ἀδυνατεῖ, δόξαν καὶ αῖνον ἐπάξιον, σοὶ προσάγειν, πᾶσα ἡ ἀσώματος, καὶ ὐλικὴ φύσις ὠς ἐκ σοῦ, ὔπαρξιν λαβοῦσα, δυναμουμένη καὶ στήκουσα, Τριὰς Ὑπεραγία· πλὴν τὴν δέησιν ταύτην, ἱκετεύομεν Εὔσπλαγχνε, πρόσδεξαι.
Γῆν ἐν ἀρχῆ, καὶ οὐρανὸν ἐστερέωσας, ἐν ἰσχύι τῇ παντοδυνάμῳ σου, ὁ ᾧν Πατὴρ σὺν τῷ παντουργῷ, Λόγω καὶ τῶ θείω ὀμοδυνάμω τε Πνεύματι, τὴν θάλασσαν καὶ πάντα, τὰ ἐν τούτοις· διό σου, τοὺς πολλοὺς οἰκτιρμοὺς πᾶσι δώρησαι.
Ἵνα τῆς σῆς, δόξης καὶ θείας λαμπρότητος, καὶ ἐτέρα γένηται συμμέτοχος, φύσις κτιστή, πάνσοφε Θεέ, ἄνθρωπον ἐκ δύο, ψυχῆς καὶ σώματος ἔπλασας, ὡς ὄντως μέγα κόσμον, ἐν σμικρῷ καὶ βοῶντα· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Οὐκ ἣν ποτέ, ὄτε οὐκ ἣν ἀνακράζομεν, ὁ Υἱὸς καὶ Λόγος· ἐν ἀρχῇ γὰρ ἣν, ἄμα Πατὴρ ἄμα καὶ Υἱός, ἄμα καὶ τὸ Πνεῦμα, συναϊδίως ἐκλάμπουσα, Ἕνας ἡ τρισσουμένη, καὶ Τριὰς ἐνουμένη, Ἀκατάληπτε Κύριε, δόξα σοι.
Θεοτοκίον.
Ἄλλην σκηνήν, καθαρωτάτην γινώσκομεν, τὴν ἀγίαν Πάναγνε γαστέρα σου, φιλοξενήσασαν ἀληθώς, τῆς σεπτῆς Τριάδος, τὸν Ἕνα καὶ σωματώσασαν, ἀγνῶν σου ἐξ αἰμάτων Αὐτὸν οὗν έκδυσῶπει, ὑπὲρ πάντων ἠμῶν των ὐμνούντων σε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπῶσω.
Τὸν ἀόρατον φύσει, ὃν οὐδεὶς ἀνθρώπων ἐώρηκε πώποτε, ἐν τῷ Ἰορδάνῃ, τὸν Χριστὸν Ἰησοῦ ἐωράκαμεν, καὶ φωνὴν Πατρόθεν, ἠκούσαμεν καὶ θεῖον Πνεῦμα, τῷ Χριστῷ ἐπελθὸν ὠσεὶ τέλεια.
Ῥητορεύουσαι γλῶσσαι, αἱ τῶν ἀλιέων ἀθρόον δείχθησαν, τοῦ πυρὸς ἐν εἴδει, ἐπελθόντος ἀεὶ τοῖς θείου Πνεύματος, δι’ Υἱοῦ πεμφθέντος, ἐκ τοῦ Πατρός, διὸ βοῶμεν· Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν φώτισον.
Ἰλασμὸν ἡμῖν πᾶσι, τοῖς ἐν Ὀρθοδόξῳ σὲ πίστει δοξάζουσι, καὶ λατρεύουσί σοι, Παναγία Τριὰς Ὑπεράγαθε καὶ ψυχῆς ὐγίειαν, δίδου καὶ σώματος τῇ ῥῶσιν, καὶ πταισμάτων πολλῶν τὴν συγχώρησιν.
Ἀνεικάστω ἰσχύι, ἅπαντα τὸν κόσμον ἐποίησον Κύριε, καὶ μυρίους ἄλλους, δυνατόν σοι εἴθελεν τοῦ ποιήσασθαι πάντα δυνατά σοι, παντοπόθεν Τριὰς Ἁγία, πάντας οὗν ὡς οἰκτίρμων ἐλέησον.
Θεοτοκίον.
Ἀκαταληπτόν ὄντως ἡ τοῦ Λόγου ὐπόστασις πῦρ τὸ ἀπρόσιτον, ἐχωρήθη ὄλη, ἐν γαστρὶ ἀναλλοίωτος μείνασα, φύσει ἐνωθεῖσα, τῇ ἀνθρωπίνῃ παραδόξως, καὶ ἡμεῖς δι’ αὐτῆς ἐθεώθημεν.
ᾨδὴ στ΄. Τὴν δέησιν εκχεῶ.
Προάναρχε, Ἀγαθέ, Ἀόρατε, Ὑπερούσιε Θεὲ Παντοκράτορ, Πατὴρ ὁ νοῦς, ἡ πηγὴ καὶ αἰτία, τῶν ἐκφυέντων σου Λόγου καὶ Πνεύματος, σπλαγχνίσθητι καὶ δὸς ἡμῖν, τὰ πολλὰ καὶ ἀρχαῖα ἐλέη σου.
Θεάνθρωπε, ἐλεῆμον, εὔσπλαγχνε, Πανοικτίρμον τοῦ Πατρὸς Υἱὲ καὶ Λόγε, τοῦ διὰ σοῦ, ὀρατὸν πάντα κόσμον, καὶ τὸν ἀόρατον Πνεύματι πήξαντος, ἀλλ’ ὦ Παντάναξ Ἰησοῦ! Σῶσον δὴ ὁ Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Παράκλητε, Ἀγαθέ, Πανάγιε, ὀμοούσιε Πατρὶ καὶ τῷ Λόγῳ εἰρηνικόν, καὶ οὐράνιον Πνεῦμα, πηγὴ σοφίας, τὸ φῶς, ἡ ζωὴ ἠμῶν, ἐλθὲ καὶ σκήνωσον ἐν ἠμῖν, καὶ παντὸς μολυσμοῦ ἀποκάθαρον.
Θεοτοκίον.
Παντάνασσα, παναγία Δέσποινα, παναμώμητε ἁγνή Θεομῆτορ, τὸ ἐκλεκτόν, πρὸ αἰῶνων ἀπάντων, τοῦ Θεοῦ Λόγου ἁγνὸν οἰκητήριον, καὶ τὸν τοῦ Μήτηρ ἀληθής, καὶ ἡμῶν τῶν πιστῶν ἡ βοήθεια.
Διάσωσον, ἀπὸ κινδύνων ἠμᾶς, ὦ Τριὰς Ἀγία, τοῦς ἐν Ὀρθοδόξῳ πίστει σοὶ λατρεύοντας, καὶ εὐσεβὼς ἀεί σε προσκυνοῦντας.
Ἂχραντε, ὴ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐσχάτων τῶν ἠμερῶν, τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐκκλησία τῶν Χριστιανῶν ἠ Ὀρθόδοξος, ἀνυμνεί σε Παναγία Τριὰς ὁ Θεὸς ὴμῶν, μὴ παρίδης ἀμαρτωλοὺς οἰκέτας σου ἡμᾶς, ἀλλὰ δώρησαι πάσιν ἡμῖν, τὴν σὴν βοήθειαν ταχύ, τοῖς πιστῶς σοι κραυγάζουσι· ῥῦσαι πάσης μανίας, καὶ κακίας τῶν ἀντιχρίστων, καὶ τὴν πίστιν ἡμῶν πρὸς σέ, διατήρησον ἀκλόνητον.
Προκείμενον
Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερέωθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος Αὐτοῦ, πάσα ἡ δύναμις αὐτῶν. (Δίς).
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δε χειρῶν Αὐτοῦ, ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαίον.
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῶ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πάσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὗν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοῦς εὶς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοῦς τηρεῖν πάντα ὄσα ἐνετειλάμην ὑμῖν καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμῖ πάσας τὰς ἠμέρας, ἔως τῆς συντέλειας τοῦ αἰῶνος· Ἀμήν.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ὴ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε προσκυνήσωμεν, τὴν Παναγίαν Τριάδα, καὶ καθικετεύσωμεν, οἱ ταῖς παραβάσεσι βαρυνόμενοι, ὦ Θεὲ εὔσπλαγχνε! μόνε ἀνεξίκακε, τὰς ψυχὰς ἡμῶν οἰκτείρησον, ὡς ἀναμάρτητος, πταίσματά τε πάντα συγχώρησον, σὺ γὰρ εἶ Ποιμὴν ἠμῶν πρόβατα ἡμεῖς ὀρειάλωτα, μὴ παραχώρησης, πεσεῖ ἠμᾶς εὶς χεῖρας τοῦ ἐχθροῦ, ἀλλ’ ὠς φιλάνθρωπος δὸς ἠμῖν, τὸ μέγα σου ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἐβραίων ἐν καμίνῳ.
Δύο πηγὰς δυσσεβοφρόνως, τῆς Θεότητος δόξάζουσι λατῖνοι, ἀλλ’ ἠμεῖς εὐσεβῶς, μίαν πηγὴν καὶ ρίζαν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, τὸν Πατέρα προσκυνοῦμεν.
Ἰσοι Θεότητι καὶ δόξη, τῷ Πατρὶ εἰσὶν ὁ Λόγος καὶ τὸ Πνεῦμα, ἐν ἀπρόσιτον φῶς, καὶ ἄβυσσος ἐλέους. ὦ, Κύριε ἐλέησον! Τοὺς πιστῶς σε προσκυνοῦντας.
Ὓμνον καὶ δέησιν προσδέχου, Τριὰς Ἂναρχε καὶ τὴν Δοξολογίαν, ἣν ἐν πόθῳ πολλῷ προσέφερον καὶ δίδου, ῥανίδα τῆς σῆς χάριτος, καὶ πταισμάτων μου τὴν λῦσιν.
Θεοτοκίον.
Μέγα καινὸν εἴδεν ἠ κτίσις, ἐν τῇ Κώμῃ Βηθλεὲμ τὸν ξένον τόκον, Θεὸς τὸ τεχθέν, ἠ Μήτηρ δὲ Παρθένος, ἣν ἀνυμνοῦντες λέγομεν· χαῖρε Κεχαριτωμένη.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἀγίῳ.
Παλαιὸν ἠμερῶν καὶ ἐπὶ θρόνου, Δανιὴλ θεωρεῖ, καὶ τὸν Υἱὸν ἀνθρώπου, τὸ θεῖον Πνεῦμα ῶς αὐτὸν ἐνίσχυσε. Δέσποτα παράσχου, δύναμιν σοῖς δούλοις, ὑμνεῖν σε εἰς αἰῶνας.
Πᾶσαν γαῖαν χαρίτων τῆς Τριάδος, πληρουμένην ὀρᾶ ὁ ζηλωτὴς Ἠλίας, τρεῖς εἰς αὐτὴν τελῶν ἐκχύσεις ὔδατος· θείου ζήλου πλῆσον, Κύριε τοὺς πίστει, ἀεὶ σὲ εὐλογοῦντας.
Στίχος. Εύλογοῦμεν Πατέρα,Υἱόν, καὶ Ἅγιον Πνεύμα, τὸν Κύριον.
Ἠσαίας έν θρόνῳ ἐπηρμένῳ, τὸν Θεὸν Σαβαῶθ τοῖς ὀφθαλμοῖς ἐώρα, καὶ ἐν πολλῷ τῷ δέει Ἑξαπτέρυγα, Ἅγιος βοῶντα· Ἅγιος Ἅγιος, ὁ Θεὸς εὶς τοὺς αἰῶνας.
Καὶ νῦν.
Μωϋσῆς ἐν τῇ βάτῳ κατενόει, τοῦ σοῦ τόκοῦ Ἁγνή, μυστήριον τὸ μέγα· ὄλον ἐν σοὶ πῦρ γὰρ τὴς Θεότητος, ὤκησεν ἀφλέκτως· ὅθεν σε ὐμνοῦμεν, εἰς πάντας τοῦς αιῶνας.
ᾨδὴ θ’. Εξέστη ἐπί τοῦτω.
Νυμφίε ὠραιότατε Ἰησοῦ, τὴν πτωχήν μου καρδίαν ἀγάπησον, καὶ σεαυτῶ, οἴκον κατασκεύασον φωτεινόν, σὺν τῷ Πατρί σου ἔλθετε, καὶ τῷ θείῳ Πνεύματι καὶ μονήν, ποιήσατε ἀγίαν, Ἀγγέλου θυμηδίαν, καὶ πᾶσι δαίμοσιν ἀπρόσιτον.
Ούκ οἴδαμεν ἐκτός σου ἄλλον Θεόν, τᾶς δὲ χεῖραν ἡμῶν πρὸς ἀλλότριον, θεόν ποτέ, οὐ διεπετάσα μεν δουλικῶς, ἀλλ’ εἰ καὶ άμαρτάνομεν, πρὸς σὲ ἐπιστρέφομεν εὐλαβῶς· οἰκτείρησον καὶ σῶσον Τριὰς Ύπεραγία, τοὺς σοὺς οἰκέτας ὡς φιλάνθρωπος.
Συνάχθητε χορεῖαι τῶν Μοναχῶν, Ἰερεῖς καὶ Λευῖται ἀθροίσθητε, μετὰ πιστῶν, καὶ Ἰεροψάλται μελωδικώς, ὐμνοῦντες προσκυνήσωμεν, τὸν Δημιουργὸν ἠμῶν καὶ Θεόν, Πατέρα, Λόγον, Πνεῦμα, αἰτοῦντες ἠμῖν δοῦναι, καὶ Βασιλείαν τὴν οὐράνιον.
Ὦ χάριτος μεγάλης καὶ δωρεᾶς, ἧς ἀνθρῶπων τὸ γένος ἠξίωται, ἐν τῷ Χριστῷ! Σῶμα γὰρ τὸ γήινov θεωθέν, εἰς οὐρανούς ἀνύψωται, καὶ θρόνω συγκάθηται Πατρικῶ. Ὦ δόξης ἀνεκφράστου, καὶ θείας χαρμοσύνης! ἧς ὁ Θεὸς ἠμᾶς άξίωσον.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε ἡ τὸν Θεοῦ, Θεὸν Λόγον ἀφράστως κυήσασα, σοῖς ὐμνηταῖς, ἄφεσιν πταισμάτων τὸν σὸν Υἱόν, νέμειν αὐτοῖς ἱκέτευε· ἄπαντα γὰρ δύνασαι ἀληθῶς. Συνέτισον οὖν πάντας· ἰδοὺ γὰρ μετ’ ὀλίγον, ὁ χρόνος φέρει τὴν Συντέλειαν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀξιόν έστιν ῶς ἀληθῶς, τὴν ὐπέρθεον ὐμνεῖν Τριάδα, τὴν πανυπερένδοξον καὶ ὐπερύμνητον, τὸν φιλάνθρωπον Θεόν ἠμῶν.
Πατέρα τὸν ἄναρχον καὶ Θεόν, συνάναρχον Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἀγαθόν, ἀχώριστον μίαν καὶ ἄναρχον οὐσίαν, τρισάριθμον Μονάδα, ὕμνοις τιμήσωμεν.
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ Θειον, τρισυπόστατον κράτος, τὴν μίαν βασιλείαν καὶ κυριότητα.
Τὰς ἀκτινοβόλους σου ἀστραπάς, λάμψον μοι Θεέ μου, Τρισυπόστατε Παντουργέ, καὶ οἴκον με δεῖξον, σῆς ἀπροσίτου δόξης, φαιδρὸν καὶ φωτοφόρον καὶ ἀναλλοίωτον.
Τρεῖς ταῖς ὐποστάσεσιν ἡ Μονάς, μία τῇ Οὐσίᾳ τῆς Θεότητος ἡ Τριάς, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Ἅγιον Πνεῦμα, Θεότης τρισαγία, Μονὰς τρισήλιος.
Πάντων πρὸ αιῶνων μετὰ Πατρός, ὁ Λόγος ὐπήρχε, χθές καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοῦς αἰῶνας, Θεάνθρωπος δ’ ἐσχάτως, καὶ ὧν καὶ διαμένων ὡς άναλλοίωτος.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα, ἐκ Πατρὸς διὰ τοῦ Υίοῦ, φωτίζον καρδίας, τῶν πίστει προσκυνοῦντων, Τριάδα Παναγίαν την ἀδιαίρετον.
Ἵλεως γενοῦ μοι Τριὰς σεπτή, τῷ ἐν ἁμαρτίαις ἀχρειώσαντι τὴν ψυχήν, καὶ δικαία κρίσει τῷ σώματι νοσοῦντι, ἀλλά μη μὲ στερήσης τὴς Βασιλείας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε προσκυνήσωμεν πιστοί, πόθῳ τὴν Ἁγίαν Τριάδα, Πατέρα ἄναρχον, καὶ Υἱὸν συνάναρχον, καὶ Πνεῦμα Ἅγιον, ἐκβοώντες καὶ λέγοντες· Θεὲ πανοικτίρμον, πρόσδεξαι τὴν δέησιν ἡμῶν τῶν δούλων σου, ὄτι σοὶ λατρεύομεν μόνω, καὶ σὲ δυσωποῦμεν ἀξίους, ποίησον ἠμᾶς τῆς Βασιλείας σου.
Ἕτερον ὅμοιον.
Δέσποτα Χριστὲ Παμβασιλεῦ, ἔφθασε καιρὸς ὃν προεῖπας, ἐπιστηρίζων ἡμᾶς, «γίνεσθε οὖν ἔτοιμοι» ὄτι πολλοὶ πειρασμοί, τοῖς ἐν γῇ ἐπελεύσονται, διὸ σοὶ βοῶμεν· ἡ ἡμέρα κέκλικε καὶ πρὸς ἐσπέραν ἐστί, μεῖνον μεθ’ ἡμῶν Εὐεργέτα, σὺν Πατρὶ καὶ Πνεύματι Θείω, πάντων δυσχερῶν ἡμᾶς ῥυόμενος.
Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες καὶ τὸ Ἅγιον Πνεῦμα, πιστῶς άνυμνήσωμεν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὸ Υἱός, σκέπη μου τὸ Ἅγιον Πνεῦμα, Τριὰς Ἁγία δόξα σοι.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἠμῖν, καὶ έλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
