Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Δῆμος ὤφθητε, τροπαιοφόρος, ἔχων πρόκριτον, δεδοξασμένον, τόν τῆς Κρήτης ποιμένα Γεράσιμον ὁμονοοῦντες γάρ πίστει ἠθλήσατε, καί τῶν τυράννων τό θράσος ἐλύσατε. Ὅθεν πάντοτε, Χριστῷ τῷ Θεῷ πρεσβεύετε, δωρίσασθαι ἡμῖν τό μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν πολυθαύμαστον, Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν, ὡς ἄνθη τίμια, τοὺς Νεομάρτυρας Χριστοῦ, πιστῶν τοὺς θεοῤῥήμονας· πλάνην γὰρ κατῄσχυναν, ὡς ποιμένες θεόφρονες, πίστιν δὲ ὀρθόδοξον, τοῖς πιστοῖς ἐστερέωσαν, Γεράσιμος ὁ πρόεδρος Κρήτης, καὶ πάντες οἱ αὐτῷ συμμαρτυρήσαντες.
