Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφίας τοῦ Πνεύματος, καταυγασθεῖς τῷ φωτί, τὸν λόγον ἐτράνωσας, τῆς εὐσέβειας ἠμίν, Εὐσέβιε ἔνδοξε, σὺ γὰρ ἱεραρχήσας, εὐσεβῶς τὴ Τριάδι, ἤθλησας θεοφρόνως, καὶ τὴν πλάνην καθεῖλες. Καὶ νῦν Πάτερ δυσώπησον, σώζεσθαι ἅπαντας.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Εὐσέβιε, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
