Χαιρετισμοί εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τον θαυματουργόν
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Θεσσαλίας τὸν ἀστέρα τὸν ὑπέρλαμπρον· καὶ Λαρισαίων τὸν ποιμένα τὸν ἀνύστακτον, κατὰ χρέος εὐφημήσωμεν ἐκβοῶντες· παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντὸς ἡμᾶς κινδύνου ἐλευθέρωσον, ἵνα κράζωμεν· χαίροις πάτερ Ἀχίλλιε.
Ἄγγελος ἐκ τῶν τρόπων, ἐν τῷ κόσμῳ ἐφάνης, Ἀχίλλιε σοφέ ἱεράρχα (εκ γ΄)· καὶ νῦν Ἀγγέλων δήμοις συνών, τῶν τῆς Τριάδος ἐντρυφᾶς ἐλλάμψεων, δι’ ὧν πυρσεύεις ἅπαντας, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, τὸ ἄστρον τὸ τῆς Ἑώας·
Χαῖρε, τὸ φέγγος τῆς Θεσσαλίας.
Χαῖρε, τῆς Λαρίσης ποιμὴν ἐνθεώτατος·
Χαῖρε, Ἐκκλησίας φωστὴρ τηλαυγέστατος.
Χαῖρε, κῆρυξ ὁ πολύφωνος τῆς θεότητος Χριστοῦ·
Χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι καθεῖλες τοῦ Ἀρείου τὸ θράσος·
Χαῖρε, ὅτι παρέχεις Ὀρθοδόξοις τὸ κράτος.
Χαῖρε, ἀστὴρ τῆς πίστεως πάμφωτος·
Χαῖρε, πιστῶν ὁ θεῖος διδάσκαλος.
Χαῖρε, πολλῶν αὐτουργὲ θαυμασίων·
Χαῖρε, λειμὼν δωρεῶν οὐρανίων.
Χαίροις πάτερ Ἀχίλλιε.
Βλέμμα τὸ τῆς ψυχῆς σου, ἐκκαθάρας εἰσέδυς, εἰς γνόφον θεωρίας τῆς ἄνω, καὶ τὰ ὑπὲρ λόγον μυηθείς, τὸ τῆς Τριάδος κηρύττεις μυστήριον, Ἀχίλλιε μακάριε, προς ἥν ἔνθους ἀεὶ κραυγάζεις·
Ἀλληλούια.
Γνῶσιν θείαν πλουτήσας, καθαρθεὶς τῶν προσύλων, καὶ θείας μετασχῶν φωταυγείας, ἐναρέτου βίου ὁδηγός, καὶ εὐσεβείας κῆρυξ ἐχρημάτισας, ἰθύνων φόβῳ κρείττονι, πρὸς Κύριον τοὺς ἐκβοῶντας·
Χαῖρε, ζωῆς ἁγίας ὁ τύπος·
Χαῖρε, ἠθῶν ἀμέμπτων ὁ λύχνος.
Χαῖρε, εὐσεβείας τὸ θεῖον γεώργιον·
Χαῖρε, ἀφθαρσίας οὐράνιον ἔσοπτρον.
Χαῖρε, ὕψος θείων πράξεων, ὡς κρειττόνων ἐραστής·
Χαῖρε, βάθος θείας χάριτος καὶ σοφὸς ὑφηγητής.
Χαῖρε, ὅτι Κυρίῳ ὁλικῶς ἀνετέθης·
Χαῖρε, ὅτι τοῦ κόσμου θεοφρόνως ἀπέστης.
Χαῖρε, ψυχῆς λαμπρύνας τὰ ὄμματα·
Χαῖρε, σαρκὸς νεκρώσας τὸ φρόνημα.
Χαῖρε, λαμπρὸν ἀπαθείας ταμεῖον·
Χαῖρε, σεπτῶν χαρισμάτων δοχεῖον.
Χαίροις πάτερ Ἀχίλλιε.
Δύναμιν οὐρανίαν, ἐνδυσάμενος Πάτερ, θαυμάτων αὐτουργὸς θείων ὤφθης, καὶ πλημμύραν θείων διδαχῶν, ἐκ τῶν χειλέων πηγάζων Ἀχίλλιε, πολλᾶς ψυχᾶς κατήρδευσας, πρὸς σωτηρίαν ἐκβοώσας·
Ἀλληλούια.
Ἔχρισέ σε ἡ χάρις, ἕνεκεν τῶν σῶν τρόπων, καὶ βίου τοῦ ἁγίου σου Πάτερ ἀρχιερέα λαοῦ πιστοῦ, καὶ τῆς Λαρίσης ποιμένα σε δείκνυσιν· ὁσίως γὰρ ἐποίμανας, τοὺς ἐκβοῶντάς σοι ἐκ πόθου·
Χαῖρε, τὸ στόμα τῆς ἀληθείας·
Χαῖρε, ἡ πτῶσις τῆς δυσσεβείας.
Χαῖρε, Ἀποστόλων τῶν θείων διάδοχος·
Χαῖρε, χαρισμάτων ἁγίων ἀνάπλεως.
Χαῖρε, κλῆμα τὸ κατάκαρπον ἀρετῶν θεοειδῶν·
Χαῖρε, φοῖνιξ ὁ ὑψίκομος ἀγαθῶν πνευματικῶν.
Χαῖρε, ὅτι ἐδείχθης αὐτουργὸς θαυμασίων·
Χαῖρε, ὅτι ἐκλάμπεις ἐν χορείᾳ Ὁσίων.
Χαῖρε, εἰκὼν πλουσίας χρηστότητος·
Χαῖρε, λαμπτὴρ Θεοῦ ἀγαθότητος.
Χαῖρε, δι’ οὗ Λαρισαῖοι σκιρτῶσι·
Χαῖρε, πρὸς ὃν ἐν χαρᾷ ἐκβοῶσι.
Χαίροις πάτερ Ἀχίλλιε.
Ζηλωτὴς Ἀποστόλων, γεγονώς τῶν Ἁγίων, ἐν λόγοις τε καὶ πράξεσι θείαις, Ἀποστολικῶς ἱερουργεῖς, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον Ὅσιε, πάντας παιδεύων χάριτι, Θεῷ κραυγάζειν ἐν εὐσεβείᾳ·
Ἀλληλούια.
Ἤθροισται ἐν Νικαίᾳ, Πνεύματι τῷ Ἁγίῳ, ἡ Σύνοδος ἡ Πρώτη καὶ θεία, ἐν ᾗ ὡς ἀστὴρ θεολαμπής, ἀναλάμψας Ἀχίλλιε μακάριε, τὸν Ἄρειον ἠμαύρωσας, καταπυρσεύων τοὺς βοῶντας·
Χαῖρε, φωτὸς οὐρανίου πλήρης·
Χαῖρε, Θεοῦ Τρισηλίου μύστης.
Χαῖρε, τῆς Συνόδου τῆς Πρώτης συνήγορε·
Χαῖρε, τῆς Ἀρείου μανίας κατήγορε.
Χαῖρε, ὅτι ὁμοούσιον ἔφης τὸν Υἱὸν Πατρί·
Χαῖρε, ὅτι καταβέβληκας τῆς ἀπάτης τὴν ῥοπήν.
Χαῖρε, ὁ θεηγόρος τῆς ἀκτίστου Τριάδος·
Χαῖρε, ὁ μυστολέκτης τῆς ἀνάρχου Μονάδος.
Χαῖρε, ἐχθρῶν ὀλέσας τὸ φρύαγμα·
Χαῖρε, πιστῶν φωτίσας τὸ σύστημα.
Χαῖρε, κρατὴρ γλυκασμοῦ ψυχοτρόφου·
Χαῖρε, δοτὴρ δροσισμοῦ θεοσδότου.
Χαίροις πάτερ Ἀχίλλιε.
Θαῦμα μέγα εἰργάσω, τῆς Συνόδου ἐν μέσῳ, Ἀχίλλιε σοφέ ἱεράρχα· ἔλαιον γὰρ βλύζεις θαυμαστῶς, ἐκ πέτρας ἀνίκμου ἐν θείῳ Πνεύματι, καὶ ἅπαντας ξέπλησας, τῇ χάριτί σου τοὺς ἐκβοῶντας·
Ἀλληλούια.
Ἴθυνας τὸν λαόν σου, πρὸς νομᾶς ζωηφόρους, τῶν θείων ἐνταλμάτων θεόφρον, καὶ πᾶν ζιζάνιον ἐξ αὐτοῦ, τῇ διδαχῇ σου ἀπέτεμες Ὅσιε· διό σου τὴν λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε, τὸ κλέος τῆς Θεσσαλίας·
Χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, Λαρισαίων φωστὴρ οὐρανόφωτος·
Χαῖρε, Ὀρθοδόξων ἰσχὺς θεοδώρητος.
Χαῖρε, στόμα τὸ θεόφθογγον διδαγμάτων ἱερῶν·
Χαῖρε, ὄμμα τὸ μειλίχιον πλῆρες θείων οἰκτιρμῶν.
Χαῖρε, ὅτι ἐκ πέτρας ἔλαιον ἀναβλύζεις·
Χαῖρε, ὅτι σοῖς λόγοις Ἄρειον κατακλύζεις.
Χαῖρε, Θεοῦ φωνὴ οὐρανόβροντος·
Χαῖρε, ἐχθροῦ θεόσοφος ἔλεγχος.
Χαῖρε, δογμάτων ἁγίων κινύρα·
Χαῖρε, ναμάτων ἀΰλων πλημμύρα.
Χαίροις πάτερ Ἀχίλλιε.
Κῆρυξ Ὀρθοδοξίας, εὐκλεὴς χρηματίσας, ἐφίμωσας Ἀρείου τὸ στόμα, καὶ ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ἀνακηρύττεις Ἀχίλλιε, τὸν δι’ ἡμᾶς σαρκωθέντα, ᾧ καὶ βοᾷς σὺν τοῖς Ἀγγέλοις·
Ἀλληλούια.
Λάμπων ἐν τῇ Λαρίσῃ, ὡς ποιμὴν θεοφόρος, ἀκτῖσιν ἀρετῶν οὐρανίων, οὐ μόνον τήν Θετταλίαν, ἀλλὰ καὶ πᾶσαν τὴν Ἐκκλησίαν Ἅγιε, λαμπρύνεις ταῖς σαῖς χάρισι, καὶ πάντας συγκινεῖς βοᾶν σοι·
Χαῖρε, ὁ μέγας ἐν Ἱεράρχαις·
Χαῖρε, ὁ θεῖος ἐν Ποιμενάρχαις.
Χαῖρε, Παρακλήτου τὸ θεῖον κειμήλιον·
Χαῖρε, Παραδείσου τὸ ἄνθος τὸ τίμιον.
Χαῖρε, στῦλος ὁ ὁλόφωτος Ἐκκλησίας τοῦ Χριστοῦ·
Χαῖρε, λύχνος ὁ ἀείφωτος τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, τῆς Θετταλίας πολυτίμητον γέρας·
Χαῖρε, τῶν Λαρισαίων θεοστήρικτον κέρας.
Χαῖρε, πηγὴ σεπτοῦ ἁγιάσματος·
Χαῖρε, ἀλκὴ πιστῶν ἀπροσμάχητος.
Χαῖρε, δι’ οὗ ἡ ἀσέβεια πίπτει·
Χαῖρε, δι’ οὗ θεία χάρις ἐκβλύζει.
Χαίροις πάτερ Ἀχίλλιε.
Μέγας ἐν Ἱεράρχαις, ἀληθῶς ἀνεδείχθης, ὡς πλήρης ταπεινώσεως ἄκρας, Ἀχίλλιε πάτερ θαυμαστέ, καὶ θαυμάτων δυνάμεις θείῳ Πνεύματι, ἐνεργεῖς τοῖς προστρέχουσι, τῇ σκέπῃ σου καὶ βοῶσιν·
Ἀλληλούια.
Νέον ὡς Μωϋσέα καὶ Ἀπόστολον Παῦλον, ἐδέχθη ἡ Ἑλλάς σε παμμάκαρ· πράξεσι γὰρ Εὐαγγελικαῖς, εὐεργετῶν τοὺς ἅπαντας Ἀχίλλιε, τὸ κήρυγμα τῆς πίστεως, πᾶσι παρέθου τοῖς βοῶσι·
Χαῖρε, ἡ σάλπιγξ τῆς εὐσεβείας·
Χαῖρε, ἡ λύρα τῆς ἀληθείας.
Χαῖρε, φυτοκόμε ἠθῶν καθαρότητος·
Χαῖρε, ῥιζοτόμε ἁπάσῃς κακότητος.
Χαῖρε, χάριν τὴν σωτήριον ὁ πηγάζων δαψιλῶς·
Χαῖρε, Παύλου τὰ διδάγματα ὁ ἐκφήνας ἐναργῶς.
Χαῖρε, ὁ ἀσθενοῦντας ἰασάμενος λόγῳ·
Χαῖρε, πολλοὺς παιδεύσας τῷ οἰκείῳ σου τρόπῳ.
Χαῖρε, Θεοῦ θεράπων θερμότατος·
Χαῖρε, πιστῶν ἀτίνακτος πρόβολος.
Χαῖρε, δι’ οὗ πᾶσα νόσος ἰᾶται·
Χαῖρε, ἐν ᾧ θείᾳ χάρις ὁρᾶται·
Χαίροις πάτερ Ἀχίλλιε.
Ξένα θαύματα Πάτερ, ἐνεργῶν καθ’ ἑκάστην, πολλοὺς προσήγαγες τῷ Κυρίῳ· ἐντεῦθεν ἐπλήσθη ἡ Ἑλλάς, τῶν ἱερῶν διδαχῶν σου Ἀχίλλιε, καὶ ἅπαντες ἐδόξαζον, τὸν σὲ δοξάσαντα βοῶντες·
Ἀλληλούια.
Ὅλον σε ὡς κατεῖδον, χάριτος θείας πλήρη, ἠγάσθησαν τὸν βίον σου Πάτερ, Κωνσταντῖνος ἄναξ ὁ πιστός, καὶ οἱ τῆς Συνόδου πατέρες Ὅσιε· ὡς ἄγγελος ἐφαίνου γάρ, τοῖς μετὰ πόθου σοὶ βοῶσι·
Χαῖρε, εἰκὼν πατέρων Ἁγίων·
Χαῖρε, κανὼν ποιμένων Ὁσίων.
Χαῖρε, πολιτείας ὁσίας ὑπόδειγμα·
Χαῖρε, ἀπαθείας ἁγίας θησαύρισμα.
Χαῖρε, ἄγγελε ἐπίγειε, ἱερέων καλλονή·
Χαῖρε, ἄνθρωπε οὐράνιε, Ὀρθοδόξων χαρμονή.
Χαῖρε, ὅτι παρέχεις τοῖς αἰτοῦσιν ἰάσεις·
Χαῖρε, ὅτι ἐκτρέπεις τοῦ ἐχθροῦ τὰς ἐπάρσεις.
Χαῖρε, λαμπὰς τῶν ἔργων τῆς χάριτος·
Χαῖρε, ἡμᾶς ἐξαίρων τοῦ χείρονος.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥύπον·
Χαῖρε, Θεοῦ ὁ ἐκφαίνων τὸν οἶκτον.
Χαίροις πάτερ Ἀχίλλιε.
Πόλις τῶν Λαρισαίων, ἡ ἁγία σου ποίμνη, Ἀχίλλιε σοφέ ἱεράρχα, φρουρόν σε κεκτημένη θερμόν, τῇ σῇ σκέπῃ καταφεύγει ἑκάστοτε· ἣν φύλλαττε δεόμεθα, ἐκ πάσης θλίψεως βοῶσαν·
Ἀλληλούια.
Ῥήσεις καὶ νουθεσίας, πατρικὰς ἀπευθύνας, τῇ ποίμνῃ σου σοφὲ Ἱεράρχα, μετέστης τῶν τῇδε ἐν χαρᾷ, καὶ τῷ φωτὶ τοῦ Κυρίου ἀνέδραμες, Ἀχίλλιε μακάριε, καταπυρσεύων τοὺς βοῶντας·
Χαῖρε, ὁ θεῖος ἱερολόγος·
Χαῖρε, ἐν ἅπασι θεοφόρος.
Χαῖρε, ὑποφῆτα δογμάτων τῆς πίστεως·
Χαῖρε, γεωργία τῶν νόμων τοῦ κρείττονος.
Χαῖρε, φῶς τὸ τριλαμπέστατον ὁ δεχόμενος λαμπρῶς·
Χαῖρε, δόξαν τὴν τρισήλιον ὁ ὁρῶν περιφανῶς.
Χαῖρε, ὅτι προεῖδες τὸ σὸν ἅγιον τέλος·
Χαῖρε, ὅτι παρέχεις ἡμῖν ἄνωθεν σθένος.
Χαῖρε, χαρᾶ Λαρίσης καὶ στέφανος·
Χαῖρε, πιστῶν ἀκοίμητος ἔφορος.
Χαῖρε, δι’ οὗ ἐκλυτρούμεθα πόνων·
Χαῖρε, δι’ οὗ ἐκρυόμεθα στόνων.
Χαίροις πάτερ Ἀχίλλιε.
Σῶμά σου Ἱεράρχα, τὸ σεπτὸν θείοις ὕμνοις, παρέδωκαν ταφῇ τῇ ὁσίᾳ, ἐξ οὗ χάρις ἔῤῥει κρουνηδόν, ἰαμάτων παντοδαπῶν Ἀχίλλιε, τοῖς πίστει καταφεύγουσι, καὶ βοῶσιν ἐν εὐλαβείᾳ·
Ἀλληλούια.
Τάφῳ ἄγνωστον μένον, ἐν ἐτῶν περιόδοις, τὸ θεῖόν σου καὶ πάντιμον σκῆνος, ἀπεκαλύφθη νεύσει Θεοῦ, ὡς θησαυρὸς πολύτιμος τῇ ποίμνῃ σου, ἁγιασμὸν καί ἴασιν, Πάτερ παρέχον τοῖς βοῶσι·
Χαῖρε, ἡ κρήνη τῶν ἰαμάτων·
Χαῖρε, ὁ πλοῦτος τῶν χαρισμάτων.
Χαῖρε, Ἱεράρχα Χριστοῦ ἱερώτατε·
Χαῖρε, Ποιμενάρχα ἡμῶν θεοδόξαστε.
Χαῖρε, σκήνωμα πολύτιμον ἐνεργείας θεϊκῆς·
Χαῖρε, στήριγμα ἀσάλευτον Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι παρέστης τῷ Θεῷ μετὰ δόξης·
Χαῖρε, ὅτι ἀρήγεις πατρικῶς τοῖς σοῖς τέκνοις.
Χαῖρε, Θεοῦ ὁρῶν τὴν λαμπρότητα·
Χαῖρε, παθῶν ἐκπλύνων φαυλότητα.
Χαῖρε, Χριστοῦ ἱερὸς παραστάτης·
Χαῖρε, ἡμῶν βοηθὸς καὶ προστάτης.
Χαίροις, πάτερ Ἀχίλλιε.
Ὕμνοις Πάτερ τιμῶντες, τὸ σὸν ἅγιον σκῆνος, ἐπλήσθημεν δακρύων καὶ θρήνων, ἡνίκα ἐπελθόντες ἐχθροί, μακρὰν τοῦτο τῆς σῆς ποίμνης ἀπήγαγον· ἀλλ’ ἀεὶ δίδου Ἅγιε, ἡμῖν τὴν χάριν σου βοῶσιν·
Ἀλληλούια.
Φύλαξ ἔσο καὶ σκέπη, τῇ σῇ ποίμνῃ παμμάκαρ, τῇ πόθῳ σε καὶ πίστει τιμώσῃ· εἰ γὰρ καὶ ἐστέρηται πάλαι, τοῦ ἱεροῦ σου λειψάνου Ἀχίλλιε, ἀλλ’ οἶκόν σοι περίβλεπτον, ἐδείματο ἀναβοῶσα·
Χαῖρε, ὁ σύσκηνος τῶν Ἀγγέλων·
Χαῖρε, ὡράϊσμα τῶν Πατέρων.
Χαῖρε, ὁ παρέχων τοῖς πᾶσι βοήθειαν·
Χαῖρε, ὁ ἐκτρέπων ἐχθροῦ τὴν ἐπήρειαν.
Χαῖρε, σκεῦος χρυσοκόλλητον δωρημάτων ἐκ Θεοῦ·
Χαῖρε, ἄγγος ἱερόχρυσον πλῆρες θείου φωτισμοῦ.
Χαῖρε, ὅτι ἰᾶσαι τὰς νοσούσας καρδίας·
Χαῖρε, ὅτι λυτροῦσαι χαλεπῆς ἀθυμίας.
Χαῖρε, ἡμῶν τὸ θεῖον προσφύγιον·
Χαῖρε, πιστῶν στεῤῥὸν ἀμυντήριον.
Χαῖρε, ψυχὰς θείῳ φόβῳ ῥυθμίζων·
Χαῖρε, νοὸς τὰς αἰσθήσεις φωτίζων.
Χαίροις πάτερ Ἀχίλλιε.
Χαίρει τῶν Λαρισαίων ἡ Μητρόπολις Πάτερ, προστάτην σε καὶ καύχημα μέγα, πλουτοῦσα Ἀχίλλιε σοφέ, καὶ πρὸς Θεὸν πρεσβευτὴν ἑτοιμότατον, καὶ τὴν ἁγίαν μνήμην σου, πανηγυρίζουσα κραυγάζει.
Ἀλληλούια.
Ψάλλοντές σου τοὺς ὕμνους, εὐφημοῦμέν σε Πάτερ, ὡς θεῖον Ἐκκλησίας φωστῆρα, καὶ ἀντιλήπτορα θαυμαστόν, τῆς Λαρισαίων πόλεως Ἀχίλλιε· ᾗ δίδου ὡς φιλότεκνος, τὴν εὐλογίαν σου βοώσι·
Χαῖρε, Λαρίσης ὁ πολιοῦχος·
Χαῖρε, Ἑλλάδος ὁ λαμπαδοῦχος.
Χαῖρε, Ἀποστόλων Χριστοῦ ἰσοστάσιε·
Χαῖρε, θεοφόρων Πατέρων συνάριθμε.
Χαῖρε, θεία ὑποτύπωσις εὐλαβῶν Ἱεραρχῶν·
Χαῖρε, πρέσβυς ἡμῶν μέγιστος, πρὸς Χριστὸν τὸν ἀγαθόν.
Χαῖρε, τῆς Θεσσαλίας ἐγκαλλώπισμα θεῖον·
Χαῖρε, τῆς εὐσεβείας εὐωδέστατον κρίνον.
Χαῖρε, δι’ οὗ παθῶν καθαρθήσομαι·
Χαῖρε, δι’ οὗ φωτὸς πληρωθήσομαι.
Χαῖρε, πιστῶν πρὸς Θεὸν μεσιτεία·
Χαῖρε, κἀμοῦ ψυχικὴ θυμηδία.
Χαίροις πάτερ Ἀχίλλιε.
Ὦ θεσπέσιε Πάτερ, Λαρισαίων ἡ δόξα, Ἀχίλλιε Χριστοῦ ἱεράρχα, δεδεγμένος ἡμῶν τὰς φωνάς, τῶν ἐν τῷ βίῳ, δεινῶν περιστάσεων, ἀπάλλαττε δεόμεθα, τοὺς τιμῶντάς σε καὶ βοῶντας·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ
Τῆς Θεσσαλίας τὸν ἀστέρα τὸν ὑπέρλαμπρον· καὶ Λαρισαίων τὸν ποιμένα τὸν ἀνύστακτον, κατὰ χρέος εὐφημήσωμεν ἐκβοῶντες· παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντὸς ἡμᾶς κινδύνου ἐλευθέρωσον, ἵνα κράζωμεν· χαίροις πάτερ Ἀχίλλιε.
