Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίου Ἀχιλλίου Ἀρχιεπισκόπου Λαρίσης τοῦ Θαυματουργοῦ

 Παρακλητικός Κανών εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τόν θαυματουργόν


Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου


Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, καὶ τῆς Λαρίσης εὐκλεὴς ποιμενάρχης, ἀρχιερεῦ Ἀχίλλιε μακάριε, πάσης ἡμᾶς λύτρωσαι, ἐπηρείας καὶ βλάβης, νόσων τε καὶ θλίψεων, καὶ πικρῶν συμπτωμάτων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου σοφέ, ὡς ἀντιλήπτωρ, ἡμῶν συμπαθέστατος.

Δόξα.
Ἀπολυτίκιον Ἁγίου Ἀχιλλίου
Ποίημα Μητροπολίτου Λαρίσης Δωροθέου Κοτταρᾶ, Μετέπειτα Ἀρχιεπισκόπου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος
Χαίρει ἔχουσα ἡ Θεσσαλία, σὲ ἀκοίμητον φρουρὸν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ Ἑκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασα· πάτερ ἅγιε ἱεράρχα Ἀχίλλιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου σὴν χάριν ἡμῖν ὦ Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τῆς χάριτος τοῦ Θεοῦ, χαρίτωσον Πάτερ, τὰς καρδίας καὶ τὰς ψυχάς, τῶν πίστει καὶ πόθῳ προσιόντων, τῇ σῇ πρεσβείᾳ παμμάκαρ Ἀχίλλιε.

Ἰάσεις πηγάζων παντοδαπάς, ἰάτρευσον Πάτερ, τοὺς τρωθέντας βέλει δεινῷ, παθῶν ἐπηρεία τοῦ βελίαρ, καὶ πᾶσιν αἴτει Ἀχίλλιε ἄφεσιν.

Διάρας τὰς χεῖράς σου νοερῶς, εὐλόγησον Πάτερ, τοὺς ἑστῶτας πανευλαβῶς, παμμάκαρ τῇ θείᾳ σου Εἰκόνι, καὶ πᾶσι δίδου χαρὰν τὴν οὐράνιον.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, παθῶν μου διάλυσον τὸν ζόφον, καὶ μετανοίας φωτί με καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν, τὸν καθ’ ἡμῶν αἴροντα, γλῶσσαν ἰοβόλον κακίας, σύντριψον Ἅγιε, τῇ ἀντιλήψει σου, καὶ πρὸς τὰς τρίβους Κυρίου, τὰς ψυχὰς Ἀχίλλιε, ἡμῶν ὁδήγησον.

Σὲ προστάτην καὶ ῥύστην, καὶ βοηθὸν ἕτοιμον, πάντες Λαρισαῖοι πλουτοῦντες, θερμῶς βοῶμέν σοι· σκέπε Ἀχίλλιε, πάσης δεινῆς δυσπραγίας, τὴν κληρονομίαν σου, ὡς συμπαθέστατος.

Ἡ ἀκένωτος χάρις, ἣν ἐκ Θεοῦ κέκτησαι, βρύει ἐκ τοῦ θείου ναοῦ σου, ὡς ὕδωρ ἄφθαρτον, καταδροσίζουσα, τὰς φλεγομένας καρδίας, πάθεσι καὶ θλίψεσι, πάτερ Ἀχίλλιε.

Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ὡς ὑπαχθεὶς Ἄχραντε, πάσαις τοῦ ἐχθροῦ ἐπηρείαις, πίστει κραυγάζω σοι· ζωῆς ὡς τέξασα, τὸν ἀρχηγὸν Θεοτόκε, τὴν ψυχήν μου ζώωσον, τῇ σῇ χρηστότητι.

Διάσωσον, πάσης ἀνάγκης Ἀχίλλιε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σήν, ὡς ἰσχυρὸν προπύργιον, πλουτοῦντες ἀεί, ῥαδίως ἀποτρέπομεν, τὰ καθ’ ἡμῶν βουλεύματα, τοῦ δεινοῦ κοσμοκράτορος Ἅγιε, οὗ τῆς μανίας λύτρωσαι ἡμᾶς, Ἀχίλλιε πάτερ ἱερώτατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χαρμονὴν δίδου Ἅγιε, τοῖς κεκρατημένοις λύπαις καὶ πάθεσιν, ὡς χαρᾶς τῆς θείας μέτοχος, καὶ τοῖς ἐν ἀνάγκαις ἀπολύτρωσιν.

Ἀοράτως ἐπίβλεψον, ἐπὶ τοὺς ἑστῶτας πιστῶς Ἀχίλλιε, τῇ εἰκόνι σου μακάριε, καὶ παράσχου τούτοις τὰ αἰτήματα.

Ῥῶσιν αἴτει καὶ ἴασιν, τοῖς ἐν ἀσθενείαις καὶ περιστάσεσι, καὶ πταισμάτων τὴν συγχώρησιν, τοῖς σὲ μακαρίζουσιν Ἀχίλλιε.

Θεοτοκίον.
Ἰατρὸν ἡ κυήσασα, καὶ Σωτῆρα πάντων Χριστὸν τὸν Κύριον, σωτηρίας με ἀξίωσον, κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον σοφέ, τῶν παθῶν τὴν ἐπανάστασιν, καὶ εἰρήνην καὶ γαλήνην εὐσταθῆ, ἐν τῷ βίῳ ἡμῖν δίδου Πάτερ ὅσιε.

Ἡμεροφαής, ὡς ἀστὴρ λάμπων τοῖς θαύμασι, πάντα ζόφον καὶ ὁμίχλη ἐξ ἡμῶν, ἀπελαύνεις δυσχερῶν πάτερ Ἀχίλλιε.

Μέγας ἀρωγός, Λαρισαίων πέλων Ἅγιε, ἐκ μεγάλων καὶ πικρῶν ἐπηρειῶν, τὴν σὴν πόλιν ἀπαλλάττεις τῇ πρεσβείᾳ σου.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου δεινὰ τραύματα, καὶ χορήγει μοι μετάνοιαν θερμήν, ὡς ἂν εὕρω τῶν παθῶν τὴν ἀπολύτρωσιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναόν σου, τὸν ἱερὸν κεκτημένοι, ὡς ἀχείμαστον καὶ ἄκλυστον ὅρμον, πάσης δεινῆς τρικυμίας ἐν βίῳ, τούτῳ προστρέχοντες τάχος λυτρούμεθα, Ἀχίλλιε θαυματουργέ, καὶ γαλήνης τῆς θείας πληρούμεθα.

Ὡς μέγας, ἐν προστασίαις ὑπάρχων μὴ ἐλλείπῃς συμπαθῶς προστατεύων, τῶν εὐλαβῶς προσιόντων σοι Πάτερ, καὶ τὴν θερμὴν αἰτούντων βοήθειαν, Ἀχίλλιε θαυματουργέ, ἣν ἀεὶ ἡμῖν δίδου τοῖς τέκνοις σου.

Προστάτην σε καὶ θερμὸν πολιοῦχον, κεκτημένη Λαρισαίων ἡ πόλις, τῇ σῇ προστρέχει ἀεὶ ἀντιλήψει, καὶ εὐλαβῶς ἐκβοᾶ σοι Ἀχίλλιε, σκέπε καὶ φύλαττε τὴν σήν, κληρουχίαν ἐκ θλίψεων Ἅγιε.

Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητήν τῶν ἁπάντων, τετοκυῖα μετὰ σώματος Κόρη, σωματικῶν ὀδυνῶν με καὶ πόνων, καὶ ψυχικῆς συνοχῆς ἀπολύτρωσαι, τὸν καταφεύγοντα θερμῶς, Θεοτόκε τῇ σῇ ἀγαθότητι.

Διάσωσον, πάσης ἀνάγκης Ἀχίλλιε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Ἅγιε σπεύδοντες, πειρατηρίων παντοίων λυτρούμεθα, καὶ χάριτος θείας πληρούμεθα, καὶ ψυχικῆς εὐφροσύνης Ἀχίλλιε· διὸ σὲ ἀπαύστως γεραίρομεν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. 1 – 9).

Εἶπεν ὁ Κύριος πρός τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν εἰσδεξάμενος, τὴν τῶν θαυμάτων πλουσίων, ἱερὲ Ἀχίλλιε, ὡς θεράπων γνήσιος τοῦ Παντάνακτος, τῶν παθῶν Ἅγιε, λύεις τὰς ὀδύνας, καὶ δαιμόνων τὴν ἐπήρειαν, διώκεις πάντοτε, ταῖς σαῖς μυστικαῖς ἐπισκέψεσι, καὶ ἴασιν καὶ λύτρωσιν καὶ χαρὰν βραβεύεις τοῖς χρῄζουσιν· ὅθεν σοι βοῶμεν· μὴ παύσῃ προστατεύειν ἐκτενῶς, τῶν ἐκζητούντων ἑκάστοτε, τὴν θερμὴν πρεσβείαν σου.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Κύριε, έλέησον (12ακις).

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ ἁγίᾳ σορῷ σου, Λαρισαίων ἡ πόλις πάλαι ἠγάλλετο, νῦν δὲ τῷ σῷ πανσέπτῳ καὶ ἐγκαυχωμένῃ, ἱεράρχα Ἀχίλλιε, κομίζεται ἐξ αὐτοῦ, ἁγιασμὸν καὶ χάριν.

Ἐν κινδύνοις σε ῥύστην, καὶ βαρείαις ἐν νόσοις ταχὺν ἀκέστορα, κατέχοντες σε Πάτερ, παντοίων συμπτωμάτων, θλιβερῶν ἐκλυτρούμεθα, καὶ εὐχαρίστους ᾠδάς, προσάγομεν σοι πόθῳ.

Ῥοῦν παθῶν ἀκαθάρτων, ἀποξήρανον Πάτερ τὸν κατακλύζοντα, ψυχήν μου τὴν ἀθλίαν, θερμῇ σου προστασίᾳ, ἱεράρχα Ἀχίλλιε, καὶ νάμασι μυστικοῖς, κατάρδευσον τὸν νοῦν μου.

Θεοτοκίον.
Γεωργὸν τῶν ἁπάντων, ἀνηρότως ὡς ῥάβδος θεία βλαστήσασα, ἀρότρω πρεσβειῶν σου, γεώργησον τὸν νοῦν μου, Θεοτόκε πανύμνητε, καρποφορεῖν νουνεχῶς, καρποὺς τῆς μετανοίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔπιδε Πάτερ, ἐν ἱλαρῷ ὄμματι σου, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ παράσχου τούτοις, τὰς πατρικάς σου δόσεις.

Ῥείθροις ἀύλοις, τῶν ἱερῶν πρεσβειῶν σου, σβέσον Ἅγιε παθῶν ἡμῶν τὴν φλόγα, ἵνα σὲ τιμῶμεν, Ἀχίλλιε παμμάκαρ.

Ἄγρυπνος φύλαξ, τῶν Λαρισαίων ὑπάρχων, ἀποδίωκε ἐκ τούτων Ἱεράρχα, πᾶσαν δυσπραγίαν, καὶ βλάβην καὶ μανίαν.

Θεοτοκίον.
Σαρκός μου παῦσον, τὰς χαλεπὰς ἀῤῥωστίας, καὶ ἀπέλασον τὸν ζόφον τῆς ψυχῆς μου, ἡ τὸ φῶς τεκοῦσα, τὸ ἄδυτον Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν τοῖς ἀσθενοῦσι, καὶ ἴασιν δίδου, καὶ τεθλιμμένοις χαρὰν καὶ παράκλησιν, τῇ συμπαθεῖ προστασίᾳ σου ἱερώτατε.

Μεγάλων χαρισμάτων, ἔμπλεως ὑπάρχων, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τὴν σὲ γεραίρουσαν πόλιν πάτερ Ἀχίλλιε.

Ὁ μέγας Λαρισαίων, ἔφορος καὶ ῥύστης, τὰς ἱκεσίους φωνὰς δέχου πάντοτε, τῶν προστρεχόντων τῇ σκέπῃ σου ὦ Ἀχίλλιε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἐναγῆ με ὄντα, λόγοις καὶ ἔργοις καὶ πράξεσι κάθαρον, καὶ καθαρᾶς πολιτείας ἐργάτην δεῖξόν με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Λαρισαίων λαμπρὸς φωστήρ, καὶ θερμὸς προστάτης, Ἱεράρχα θαυματουργέ· χαίροις ὁ παρέχων, βοήθειαν ἐν πᾶσιν, Ἀχίλλιε τρισμάκαρ, τοῖς προσιοῦσί σοι.

Ὤφθης εὐσεβείας μυσταγωγός, καὶ Ὀρθοδοξίας ἀῤῥαγέστατος προμαχών· σὺ γὰρ Ἱεράρχα, Τριάδα τὴν Ἁγίαν, ὁμότιμον κηρύττεις, καὶ ὁμοούσιον.

Θαύμασιν ἐκλάμψας περιφανῶς, ἤλασας τὰς νόσους, καὶ δαιμόνων πᾶσαν ἰσχύν· ὅθεν σοι βοῶμεν· Ἀχίλλιε παμμάκαρ, δίδου ἡμῖν ἀπαύστως, τὴν σὴν βοήθειαν.

Λόγῳ σου τῷ θείῳ τὴν βδελυκτήν, αἵρεσιν Ἀρείου, κατεβρόντησας ἀληθῶς, τὸν Υἱὸν καὶ Λόγον, Πατρὸς τοῦ Προανάρχου, κηρύξας ὦ Ἀχίλλιε, ὁμοούσιον.

Ὥσπερ πάλαι ἔβλυσας θαυμαστῶς, ἔλαιον ἐκ πέτρας, Ἱεράρχα θαυματουργέ, οὕτως ἡμῖν βλύσον, λιταῖς σου πρὸς τὸν Κτίστην, τοῦ θεϊκοῦ ἐλέους, Πάτερ τὰ ῥεύματα.

Πίστει τῇ Εἰκόνι σου τῇ σεπτῇ, προσπίπτοντες Πάτερ, ἐκβοῶμέν σοι ἐκ ψυχῆς, πάσης ἐπηρείας, καὶ βλάβης ἀνωτέρους, ἡμᾶς ἀεὶ συντήρει, θεῖε Ἀχίλλιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ συμπαθεστάτῃ σου σκέπῃ πάτερ Ἀχίλλιε, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, εὐφροσύνην δωρούμενος, ὑγίειαν καὶ ῥῶσιν, ψυχῆς τε καὶ σώματος, καὶ πᾶν σωτήριον· σὺ γὰρ ὡς θεράπων Κυρίου, πάντοτε πληροὶς τὰς αἰτήσεις, τῶν ἐν εὐλαβείᾳ προσιόντων σοι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Ὁ Ἅγιος Ἀρτέμων Ἐπίσκοπος Σελευκείας τῆς Πισιδίας 24 Μαρτίου

  Ὁ Ἅγιος Ἀρτέμων γεννήθηκε στὴ Σελευκεία τῆς Πισιδίας. Ὅταν ὁ Ἀπόστολος Παῦλος ἦλθε σὲ ἐκεῖνο τὸν τόπο, ὁ Ἅγιος Ἀρτέμων ἔγινε μαθητής του, ἐνῷ στὴν συνέχεια ἀναδείχθηκε Ἐπίσκοπος τῆς ἴδιας πόλεως, διδάσκαλος τοῦ λαοῦ καὶ κήρυκας τῆς ἀλήθειας. Διενέργησε πολλὰ θαύματα καὶ ὁδήγησε πολλοὺς ἀπὸ τοὺς εἰδωλολάτρες πρὸς τὸν Κύριο, κάνοντάς τους Χριστιανούς. Διοικώντας μὲ εὐσέβεια καὶ θεάρεστο τρόπο τὸ ποίμνιο, ποὺ τοῦ εἶχε ἐμπιστευθεῖ ὁ Θεὸς καὶ διακυβερνώντας μὲ ἀρετὴ καὶ σοφία τὴν Ἐκκλησία, ἦταν σωτήριο λιμάνι γιὰ ὅλους ποὺ εἶχαν ἀνάγκη, προστάτης τῶν χηρῶν, ὑπερασπιστὴς τῶν ὀρφανῶν, χορηγὸς πτωχῶν καὶ πενήτων. Ὁ Ἅγιος Ἀρτέμων, ἀφοῦ πολιτεύθηκε κατὰ Θεὸν καὶ ὑπηρέτησε σὲ ὅλα τὸν Κύριο, κοιμήθηκε μὲ εἰρήνη σὲ βαθὺ γῆρας, ἀπολαμβάνοντας τὴν αἰώνια ζωή. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Θεόφιλος ὁ Μάρτυρας καὶ οἱ σὺν αὐτῷ μαρτυρήσαντες ἐν Κρήτῃ 31 Μαρτίου

  Ὁ Ἅγιος Θεόφιλος μαρτύρησε μὲ τὴν οἰκογένειά του στὴν Κρήτη. Στὸ α’ στιχηρὸ τοῦ Ἑσπερινοῦ ὑπάρχει πληροφορία περὶ τοῦ μαρτυρίου τῆς συζύγου του: «…καὶ νυμφῶνος θείου ἐχώρησας ἔνδον, νενυμφευμένην τῷ Χριστῷ διὰ βασάνων τοῦ σώματος τὴν σύζυγον ἀγόμενος…». Στὸ α’ τροπάριο τῆς γ’ Ὠδῆς τοῦ Κανόνος γίνεται λόγος περὶ μαρτυρίου καὶ τῶν τέκνων του. Προφανῶς ἔχουμε περίπτωση οἰκογενειακοῦ μαρτυρίου ἀνάλογο πρὸς ἐκείνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου († 20 Σεπτεμβρίου) καὶ τοῦ Ἁγίου Ἑσπέρου († 2 Μαΐου). Πιθανότατα οἱ Ἅγιοι μαρτύρησαν κατὰ τὴν ἐποχὴ τῶν διωγμῶν τῆς ἀρχαίας Ἐκκλησίας. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...