Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίας ἐνδόξου Μεγαλομάρτυρος Ἰσαποστόλου Φωτεινῆς της Σαμαρείτιδος

 Παρακλητικός Κανών εις την Αγίαν Ένδοξον Ισαπόστολον και Μεγαλομάρτυρα Φωτεινήν την Σαμαρείτιδα


Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἲτα τὸ Τροπάριον. 

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Οἵ ἐκ τοῦ καύσωνος τοῦ βίου ἐλθόντες, ὤσπερ εἰς φρέαρ Φωτεινή τῷ ναῶ σου, ἀντλῆσαι ὕδωρ θέλομεν Ζωῆς, ὅθεν σου τό ἄντλημα, ἐκτακεῖσι Ἀγία, μή έλλίπης πάντοτε, τῶν εὐχῶν ἐκχωροῦσα, τοῦ γάρ Κυρίου ἐσμέν μαθηταί, ὦ Σαμαρείτῃ. "Ὀν σύ κατεδρόσισας.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε τάς δυναστείας σου λαλεῖν οἵ ανάξιοι• εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῤύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἐῷς νῦν ἐλευθέρους; ούκ ἀποστῶμεν Δέσποινα ἐκ σοΰ• σοῦς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί εἶτα ὅ Κανών, οὖ ἤ ἀκροστιχίς:
«Χρίστου με ὕδωρ πότισον, Σαμαρείτις. Ἀθανάσιος».

Ἦχος πλ. δ´. Ὠδή α´. Ὑγράν διοδεύσας.
Xριστόν ἐπί φρέαρ τοῦ ’Ιακώβ, ὦς εὗρες Ἀγία, καταξίωσον καί ἡμᾶς, εὑρίσκειν Αύτόν προσερχόμενος, ἐπί πηγήν τόν Ναόν σου τόν
πάντιμον.

Ῥυσθεῖσα ἀνόμου διαγωγῆς, Κυρίου τοῖς λόγοις, ἀπεκάθηρας σήν ψυχήν, διό φωτεινός οἶκος ὦς οὖσα καταύγασον θεῖαις πρεσβεῖαις σου.

Ἰλύν ἐκφυγοῦσα τῶν ἡδονῶν,  ψυχῆς σου δυνάμεις, άφιέρωσας τῷ Θεῶ καί ὕδατι θείω ἐμπλησθεῖσα, τοῖς σοί προστρέχουσι τοῦτο μετόχευσον.


Θεοτοκίον.
Σωθεῖσα ἤ φύσις τῶν γηγενῶν, σαρκώσει τού Λόγου, σε δοξάζει Μῆτερ Θεοῦ, ὦς ὄργανον τῆς παλιντοκίας, ἦς ἠξιώθη καί αὖθις ἐγήγερται.


Ὠδή γ'. Οὐρανίας ἁψῖδος...
Ταλαιπώρου με βίου, καί κοσμικῆς σκέψεως, πόρρω άπομάκρυνον Μάρτυς, τῆ μεσιτεία σου, καί καταξίωσον ἀκολουθεῖν τῷ Κυρίῳ, καί τοῖς θείοις νάμασι, καταποτίζεσθαι.

Οὐρανόν τήν καρδίαν, καί τήν ψυχήν ποίησον, τῶν προσερχομένων σοι πίστει, ὦ  Ἰσαπόστολε, καί τήν ἐνέργειαν, εὐχῆς δραστήριον δεῖξον, ὦς σοι ἀπεκάλυψε, Θεῖος Διδάσκαλος.

Ὕδωρ πότισον πάντας, τούς τηκομένους τois πταίσμασιν, ὅπερ ἐκπιοῦσα Ἅγια, σύ έξεδίψασας, καί φρέαρ γέγονας, ζωῆς ὅσοι σά ἆθλα, εἶδον καί ἐπίστευσαν Θεόν τόν Κύριον.


Θεοτοκίον.
Μεγαλύνει πνοή σε, πᾶσα βροτῶν Δέσποινα, ὅτι τῆς πνοῆς τεχνουργέτην, σύ ἀπεκύησας, καί άνεζώωσας, τήν πρίν νοσοῦσαν βαρέως, φῦσιν τήν ταλαίπωρον, καί ἀνεκαίνισας.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου θεία Μάρτυς, ὅτι πίστει πολλή τῷ ναῶ σου προσπίπτομεν, ζητοῦντες Φωτεινή θεῖον "Ὕδωρ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Ή αἴτησις μεθ’ ἤν, Κάθισμα.
΄Ηχος β'. Πρεσβεῖα θερμῇ.
Ἑξάδα άνδρών, ὡς σύ Ἅγια ἔλιπες, πληθύν τῶν παθῶν, πεντάδι τῶν αἰσθήσεων, σωρευθεϊσαν ψυχή μου ἀπόπλυνον, τοῦ Ὕδατος θείου ὀχετοῖς, πρεσβείαν Φωτεινῇ πρός τόν Φιλάνθρωπον.


’Ὠδή δ'. Εἰσακήκοα Κύριε...
Ἑκτή ὤρα κατέλαβε, τήν ὁδοιποροῦσα ψυχήν φωτώνυμε, ὅθεν δίψαν μου κατάψυξον, έμπιπλώσα χάριτος τόν δοῦλον σου.

Ὕλης πάθος καθέλκει με, ἀπίστων τῆς μνήμης νοῦν τοῦ Κυρίου μου, διό, δέομαι Ἅγια μου, σαῖς εὐχαῖς Αύτω γνησίως σύναψον.

Δός μοι ἄντλημα δέομαι, ΐνα ἀπαντλήσω "Ὕδωρ τό ἄφθονον, Ό ποτίζει αἰσθητήρια, καί ψυχῆς δροσίζει τόν παράδεισον.


Θεοτοκίον.
Ὠκεάνεια ἔβλυσε, ῥεῖθρα τῆ Σαρκώσει πᾶσι Φιλάνθρωπος, τοῦ έλέους Παναμώμητε, δι’ ὤν περιχέει πάντα ἄνθρωπον.


’Ὠδή ἕ. Φώτισον ἡμᾶς.
Ῥήμασι ζωῆς, τάς ψυχάς ἡμῶν δυνάμωσον, ὦ Σαμαρείτις  Ἰσαπόστολε, ἤ πλήθη σφόδρα, διδαχαῖς σοι διασώσασα.

Πνεῦμα ὅ Θεός, εἴρηκε σοι ὅ Διδάσκαλος, καί ἀλήθεια δεῖ Αὑτόν προσκυνεῖν, διό με λάτριν, ἀληθῇ Τούτου ἀπόδειξον.

Ὄρη Φωτεινῇ, προσευχῆς Χριστοῦ ἀνάδειξον, τούς προσιόντας σοι ἐκ πίστεως, άναβλαστοῦντας, ἀρετῆς δένδρα τά πάντερπνα.


Θεοτοκίον.
Τρόποις μητρικοῖς, τῷ Κυρίῳ με προσάγαγε, τόν πεπτωκότα παραπτώμασι, καί μή τολμῶντα, ἐκζητῆσαι θεῖον ἔλεος.


’Ὠδή στ'. Τήν δέησιν έκχεώ
ίθύνας σε, Φωτεινή ὅ Κύριος, βαθμηδόν πρός τήν τελείαν ἀγάπην, τήν πανοικεί, προητοίμασε δόξαν, ἀντί βασάνων δεινῶν ὤν ὑπέστητε, ἀγάπης θύματα Αὐτοῦ, καί ήμάς ταῖς εὐχαῖς σου άνάδειξον.

Σαμάρεια, ἐφωτίσθη κλήσει σου, καί έφεΰρε ἔν Χριστό σωτηρίαν, καί σύν αὑτῇ, ὅσοι Μάρτυς τούς λόγους, τοΰ σοϋ κηρύγματος εἶτα ἐδέξαντο, διό βοῶμεν καί ἡμᾶς φωτισμοῦ άξιώσαι πρεσβείαις σου.

Ὡς εἶπε σοι, ὅσα πέπραχας πρώην, καί κρυπτά τῆς σῆς καρδιᾷς ἐγνώκει, τούς λογισμούς, καί τάς πράξεις εὐθῦναι, πρός ἐντολῶν Αὐτοῦ πλήρωσιν Μάρτυς μου, ὑδρίαν μου ὅπως κἀγώ, καταλείψω εὐθύς τήν πηλόπλαστον.

 Θεοτοκίον.
Ναόν με, τοῦ Υἱοῦ σου τίμιον, έναπόδειξον Ἀγνῇ θεομῆτορ, ὅπως εὐχῇ, ἁγιάζωμαι ὅλος, καί τήν λατρείαν τελῶ τήν τοῦ Πνεύματος, ὡς εἴρηκε τῆ Φωτεινῇ, ἔν πηγῇ τῆς Συχάρ ὅ Φιλάνθρωπος.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου θεία Μάρτυς, ὅτι πίστει πολλῇ τῷ ναῶ σου προσπίπτομεν, ζητοῦντες, Φωτεινῇ θεῖον "Ὕδωρ.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα, μητρικήν παρρησίαν.


Ή αἴτησις, ὦς συνήθως, μεθ’ ἤν, ψάλλομεν τὸ Κοντάκιον.
Ἦχος β'. Πρεσβεῖα τῶν Χριστιανῶν
Η τό ὕδωρ ζῶν σχοῦσα εὕρημα,  Φωτεινῇ καί ἡμᾶς καταξίωσον, ἔχειν τοῦτο, καταδροσίζον τηκομένους δεινῶς, ἐκ τού βίου πειρασμῶν, καί προσβολῶν τού πονηροῦ, πολεμοῦντος ἀείποτε. Ὅθεν τάς ἱκεσίας, πρόσδεξαι Σαμαρεϊτις,  τῷ φωτί τοῦ ’Ἰησοῦ, τάς ψυχάς καταγλαΐζουσα.


Προκείμενον.
Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὅ φθόγγος αύτής, καί εἵς τά πέρατα τῆς οἰκουμένης τά βήματα αύτής.
Στίχοι: Οἵ ούρανοί διηγοῦνται δόξαν Θεοῦ Εὐαγγέλιον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννου(Κεφ. δ', 5-14).
Τό τῆς Κυριακῆς τῆς Σαμαρείτιδος 
Τῷ καιρῶ ἐκείνῳ ἔρχεται ὅ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὁ ἔδωκεν ’Ιακώβ ’Ιωσήφ τῷ υἱῷ αὐτοῦ· ἤν δε ἐκεῖ πηγή τοῦ ’Ιακώβ. Ό οὖν Ίησοΰς κεκοπιακώς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπί τῆ πηγῇ· ὤρα ἤν ώσεί ἕκτη. "Ἔρχεται γυνή ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὑτῇ ὅ Ἰησοῦς· Δός μοι πιεῖν. Οἵ γάρ Μαθηταί αὐτοῦ άπεληλύθεισαν εἰς τήν πόλιν, ἰνᾷ τροφάς ἀγοράσωσι. Λέγει οὖν αύτω ἤ γυνή ἤ Σαμαρείτις· Πώς σύ ’Ἰουδαῖος ὤν, παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικός Σαμαρείτιδος; Οὐ γάρ συγχρῶνται ’Ἰουδαῖοι Σαμαρείταις. Ἀπεκρίθη Ἰησοῦς καί εἶπεν αὐτῇ· Eι ᾔδεις τήν δωρεάν τοῦ Θεοῦ καί τίς ἔστιν ὅ λέγων σοι, δός μοι πιεῖν, σύ ἄν ᾔτησας αὑτόν, καί ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει ἀϋτῶ ἤ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καί τό φρέαρ ἐστί βαθύ· πόθεν ἔχεις τό ὕδωρ τό ζῶν; μή σύ μείζων έΐ τού πατρός ἡμῶν ’Ιακώβ, ὅς ἔδωκεν ἡμῖν τό φρέαρ, καί αὑτός ἕξ αὑτοῦ ἔπιε καί οἵ υἱοί αύτού καί τά θρέμματα αύτού; Ἀπεκρίθη ὅ ’Ἰησοῦς καί εἶπεν αὑτῇ· Πᾶς ὅ πίνων ἐκ τού ὕδατος τούτου, διψήσει πάλιν·  δ’ ἄν πίῃ ἐκ τού ὕδατος, οὗ ἐγώ δώσω αὐτῷ, οὗ μή διψήσῃ εἵς τόν αἰῶνα, ἀλλά τό ὕδωρ ὅ δώσω αὐτῷ, γενήσεται ἔν αὐτῷ πηγῇ ὕδατος ἁλλομένου εἵς ζωήν αἰώνιον.

Δόξα Πατρί καί Υίω...
Ταῖς Ἰσαποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νΰν καί ἀεί
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.: Ἐλεῆμον, έλέησόν με ὅ Θεoς...
Στιχηρόν προσόμοιον.
Ἦχος πλ. β'. Ὀλήν ἀποθέμενοι
Όλη,ν σου τήν δύναμιν, τῆς ἀγαπήσεως πρώην, πρός τήν ματαιότητα, ἔσχες παμμακάριστε, ἀλλά ὕστερον, πρός Χριστόν ἔτρεψας, καί Μαρτύρων πλήθους, τάς ψυχάς πόθῳ ἐκκαύσασα, καί σύ ένήθλησας, οὕτω καί ἡμᾶς καταξίωσον, σφόδρα φιλεῖν τόν Κύριον, καί ποιεῖν τά τούτου θελήματα, ὅπως κληρονόμοι, γενώμεθα Φωτός ἀληθινοῦ, καί πίνειν ὕδωρ τοῦ Πνεύματος, εἴς ζωήν ἁλλόμενον.

Εἶτα, Σῶσον ὅ Θεός τόν λαό σου.

Ὠδή ζ΄ Οἵ ἐκ τῆς Ἰουδαίας.
Ὡς κατέπεισας λόγοις, τούς συμφελέτας καί ἤγαγες, πρός Κύριον ἀγάγοις, ὦ Σαμαρείτις πάντας, τούς ναῶ σου προστρέχοντας, καί ἐκβοῶντας θερμῶς, Θεός εὐλογητός εΐ.

Σαμαρείας ἐφάνης, ἤ άπαρχή γνώσεως, ἀληθινῆς λατρείας, καί τῆς θεολογίας, ὦ Φωτεινή ἔνδοξε, διό εὐχαῖς σου ήμάς, θεολογίας, πλῆσον.

Ἄντλημα μοι ούκ ἔστι, καί καταφρύσσει ἤ δίψα με, διό Μεγαλομάρτυς, σύ άντλησόν μοι "Ὕδωρ, καί καρδίαν κατάψυξον, ἰνᾷ ὑμνῶ ἐκ ψυχῆς, Θεόν τόν τῶν Πατέρων.

Θεοτοκίον.
Μητροπάρθενε κλῆσις, τοΰ σοϋ τιμίου ὀνόματος, παντός πιστοῦ γλυκαίνει, ψυχήν τε καί καρδίαν, καί προτρέπει πρός αἴνεσιν, τῆς ἀναγούσης ήμάς, Θεῶ τῷ τῶν Πατέρων.


Ώδή ἡ ΄. Τόν Βασιλέα
Αγάπnς πλήθει, άμαρτιών άπεπλύθηε, καί Χριστοῦ ὀπίσῳ ἐκολλήθης, θεῖα Σαμαρείτῃ, Αὐτῷ προσάρμοσόν με.

Ῥερυπωμένος, ψυχάς τῷ ὕδατι πλῦνον, Φωτεινῇ τῷ θείω καί χιτῶνα, τό λοιπόν τηρῆσαι, λαμπρόν καί φωτοφόρον.

Ἑκτή με ὤρα, καταλαμβάνει καί δίψα, τήν ψυχήν Ἀγία καθ’ ἑκάστην, ὅθεν πότισον με, τό ζωηφόρον νᾶμα.

Θεοτοκίον.
Ἰθύνοις Κόρη, πρός τόν σόν Τόκον  ψυχύν μου, ὤσπερ σκάφος πεπεριαντλουμένην, λυπηροῖς τοῦ βίου, καί προσβολαῖς τοῦ πλάνου.


Ὠδή θ'. Κυρίως Θεοτόκον
Τόν οἶκον σου Ἀγία, σύλλογον Μαρτύρων, καί ἀθλητῶν στεφηφόρων ἀπέδειξας, διό κάμε ἀξιώσαις, δόξης ηv ἔσχετε.

Ἰλύν ἀπετινάξω, πᾶσαν ἐκ σαρκός σου, ἀποδαρεῖσα φρικτῶς ὦ Πανάριστε, εἰς ἀποστῆναι ὑμνοῦντας, σέ καταξίωσον.

Σύ φρέαρ Ζῶν ἐφεῦρες, Ἰησοῦν Γ καί φρέαρ, μαρτυρικῶς ἔσχες ἆθλον Πολύαθλε, διό πληθύν μου πταισμάτων, εἴς φρέαρ σύγκλεισον.

Θεοτοκίον.
Ἀθάνατον πηγήν Σε,  Ὕδατος τοῦ  Ζῶντος, ἐπεγνωκότες Παρθένε βοῶμεν σοι, σύν Φωτεινῇ Ὕδωρ δότε ὑμῖν τοῖς κάμνουσι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Τήν ἀξιωθεῖσαν ὕδωρ φθαρτόν, "Ὕδατι τῷ Ζῶντι, καί ύδάτων Δημιουργῶ, άντλησαι ἔν ὤρα, τῆ ἕκτη Σαμαρείτιν, Σέ Φωτεινήν αἰτοῦμεν, δρόσισον χάριτι.

Δέρμα ἐκδαρεῖσα ὑπέρ Χρίστου, πᾶσαν ἀπορρίψαις, Σαμαρείτις καί ἀφ' ἡμῶν, κόσμου τούτου σχέσιν, καί ἡδονήν ματαίαν, συνάπτουσα Νυμφίῳ,  συνήρμοσαι.

΄Ύδωρ θεῖον πάρεχε Φωτεινή, | σῶ σεπτῷ τεμένει, προσιοῦσι πανευλαβῶς, ὅπως ἐμπλησθέντες, ναμάτων ζωηρῦτων, τέκνα Φωτός ὀφθῶμεν, θείαις πρεσβεῖαις σου.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ΄Αγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

ὦς συνήθως. Ἀπολυτίκιον. 
Ἦχος γ'.
Θείω Πνεύματι καταυγασθεΐσα, καί τοῖς νάμασι καταρδευθεΐσα, παρά Χριστοῦ τού Σωτῆρος πανεύφημε, τῆς σωτηρίας τό ὕδωρ έξήντλησaς καί τοῖς διψῶσιν άφθόvoς μετέδωκας, Μεγαλομάρτυς καί Ἰσαπόστολε Φωτεινῇ, Χριστόν τόν Θεόν Ἱκέτευε, τοῖς ζωωῤὑτοις ῥήμασι δροσήσαι τάς ψυχάς ἡμῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, ψάλλομεν τό παρόν στιχηρόν

Ἦχος β΄ Πάντων προστατεύεις
Πᾶσαν ἀπορρίψασα σοφῶς, κόσμου ἡδονήν τήν ματαίαν, ὦ Φωτεινῇ θαυμαστῇ, ὅτε σου ἐπέγνωκας, Θεόν καί Κύριον, Ἰησοῦν τόν Φιλάνθρωπον, εὐθύς κολληθεῖσα, ὀπίσῳ καί γέγονας Αὐτοῦ ἀπόστολος, ὅθεν καί Μαρτύρων τήν δόξαν, πανοικεῖ εὑροῦσα Ἀγία, πάντων τῶν τιμώντων σε μνημόνευε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Στίχοι: 
Ψυχῆς μου χείλη δρόσισον σέ Φωτεινή ὑμνοῦντος. 
Τῆ ἕκτη ὤρα τῆς ζωῆς 'Ὕδωρ δεινῶς αὐχοῦντος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Ὁ Ἅγιος Ἀρτέμων Ἐπίσκοπος Σελευκείας τῆς Πισιδίας 24 Μαρτίου

  Ὁ Ἅγιος Ἀρτέμων γεννήθηκε στὴ Σελευκεία τῆς Πισιδίας. Ὅταν ὁ Ἀπόστολος Παῦλος ἦλθε σὲ ἐκεῖνο τὸν τόπο, ὁ Ἅγιος Ἀρτέμων ἔγινε μαθητής του, ἐνῷ στὴν συνέχεια ἀναδείχθηκε Ἐπίσκοπος τῆς ἴδιας πόλεως, διδάσκαλος τοῦ λαοῦ καὶ κήρυκας τῆς ἀλήθειας. Διενέργησε πολλὰ θαύματα καὶ ὁδήγησε πολλοὺς ἀπὸ τοὺς εἰδωλολάτρες πρὸς τὸν Κύριο, κάνοντάς τους Χριστιανούς. Διοικώντας μὲ εὐσέβεια καὶ θεάρεστο τρόπο τὸ ποίμνιο, ποὺ τοῦ εἶχε ἐμπιστευθεῖ ὁ Θεὸς καὶ διακυβερνώντας μὲ ἀρετὴ καὶ σοφία τὴν Ἐκκλησία, ἦταν σωτήριο λιμάνι γιὰ ὅλους ποὺ εἶχαν ἀνάγκη, προστάτης τῶν χηρῶν, ὑπερασπιστὴς τῶν ὀρφανῶν, χορηγὸς πτωχῶν καὶ πενήτων. Ὁ Ἅγιος Ἀρτέμων, ἀφοῦ πολιτεύθηκε κατὰ Θεὸν καὶ ὑπηρέτησε σὲ ὅλα τὸν Κύριο, κοιμήθηκε μὲ εἰρήνη σὲ βαθὺ γῆρας, ἀπολαμβάνοντας τὴν αἰώνια ζωή. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Θεόφιλος ὁ Μάρτυρας καὶ οἱ σὺν αὐτῷ μαρτυρήσαντες ἐν Κρήτῃ 31 Μαρτίου

  Ὁ Ἅγιος Θεόφιλος μαρτύρησε μὲ τὴν οἰκογένειά του στὴν Κρήτη. Στὸ α’ στιχηρὸ τοῦ Ἑσπερινοῦ ὑπάρχει πληροφορία περὶ τοῦ μαρτυρίου τῆς συζύγου του: «…καὶ νυμφῶνος θείου ἐχώρησας ἔνδον, νενυμφευμένην τῷ Χριστῷ διὰ βασάνων τοῦ σώματος τὴν σύζυγον ἀγόμενος…». Στὸ α’ τροπάριο τῆς γ’ Ὠδῆς τοῦ Κανόνος γίνεται λόγος περὶ μαρτυρίου καὶ τῶν τέκνων του. Προφανῶς ἔχουμε περίπτωση οἰκογενειακοῦ μαρτυρίου ἀνάλογο πρὸς ἐκείνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου († 20 Σεπτεμβρίου) καὶ τοῦ Ἁγίου Ἑσπέρου († 2 Μαΐου). Πιθανότατα οἱ Ἅγιοι μαρτύρησαν κατὰ τὴν ἐποχὴ τῶν διωγμῶν τῆς ἀρχαίας Ἐκκλησίας. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...