Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι' ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.
Έτερον Ἀπολυτίκιον
Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Ὁ Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε· σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστόν μεγαλύνοντες.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἁγνείας λαμπρότησι, κρίνον ὡς εὔοσμον, ἐξήνθησας ἔνδοξε Εἰρήνη μάρτυς Χριστοῦ, στολαῖς μαρτυρίου σου, κάλλεσιν ὡραΐσθης, ἐπιγνώσεως Θείας, πλάνης δυσωδεστάτης ἀπελαύνουσα βλάβην· διό σου τὴν πανεύφημον μνήμην γεραίρομεν.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς.
Τὴν καλλιπάρθενον ὑμνήσωμεν πάντες, νύμφην Χριστοῦ, ἐκ τῶν νεκρῶν ἀναστάσαν, ἧν ὁ Θεός ἐδόξασε σημείοις φρικτοῖς, Εἴλκυσε γὰρ πλῆθος ἄπειρον, ἀσεβῶν ἐν τῇ πίστει, καὶ θεόθεν ἔλαβε, τὴν Χριστώνυμον κλήσιν, ὁ τοῦ Θεοῦ γὰρ Ἄγγελος ἐλθών, ἐκ Πηνελόπης Εἰρήνην ἐκάλεσε.
Έτερον Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, τῇ ἀθλήσει γέγονας, ὡραιοτάτη Εἰρήνη· αἵμασι, τοῖς ἐκχυθεῖσί σου φοινιχθεῖσα, πλάνην τε, καταβαλοῦσα τῆς ἀθεΐας· διὰ τοῦτο καὶ ἐδέξω, βραβεῖα νίκης χειρὶ τοῦ Κτίστου σου.
Μεγαλυνάριον
Τῇ εἰρηνωνύμῳ κλήσει σεμνή, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σου θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.
