Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Λαρίσης σὲ πρόεδρον, καὶ πολιοῦχον λαμπρόν, ἡ χάρις ἀνέδειξεν ὡς Ἱεράρχην σοφόν, παμμάκαρ Ἀχίλλιε, σὺ γὰρ τὸ τῆς Τριάδος, ὁμοούσιον κράτος, θαύμασι τε καὶ λόγοις, κατετράνωσας κόσμω. Ἣν πάτερ ἐξευμενίζου, τοὶς σὲ γεραίρουσι.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Θεσσαλία, σὲ ἀκοίμητον, φρουρῶν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ Ἐκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασαν, Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς Θεσσαλίας τὸν ἀστέρα τὸν ὑπέρλαμπρον, τῶν Λαρισαίων τὸν Ποιμένα τὸν ἀνύστακτον, κατὰ χρέος εὐφημήσωμεν ἐκβοῶντες· Παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, ἐκ παντὸς ἡμᾶς κινδύνου ἐλευθέρωσον, ἵνα κράζωμεν Χαίροις Πάτερ Ἀχίλλιε.
Μεγαλυνάριον
Χαίροις τῆς Ἑῴας ἀστὴρ λαμπρός, καὶ τῶν Λαρισαίων, λαμπαδοῦχος καὶ ὁδηγός, χαίροις εὐσεβείας, λειμὼν ὁ ἀνθηφόρος, Ἀχίλλιε παμμάκαρ, Τριάδος πρόμαχε.
