Ἀπολυτίκιον
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Tῶν Πατμίων τὸ κλέος, Ἐκκλησίας ἀγλάϊσμα, καὶ τῶν μονοτρόπων ἀλείπτην, τὸν σεπτὸν Ἀμφιλόχιον τιμήσωμεν συμφώνως οἱ πιστοί, τὸν κήρυκα ἀγάπης τῆς διττῆς πρὸς Θεόν τε καὶ πλησίον, ὡς μιμητὴν τοῦ Θεολόγου κράζοντες· χαίροις ὁ φερωνύμως οὐρανῷ στρέψας ψυχῆς τὰ ὄμματα. Χαίροις ὁ ἐπιβλέπων καὶ ἡμᾶς θείαις πρεσβείαις σου.
Κοντάκιον
Ἦχος α´. Ὁ μήτραν παρθενικήν.
Tῆς Πάτμου τὸ εὐθαλὲς καὶ ὑψίκομον βλάστημα, λευΐτην τὸν ἱερόν, ἀρετῆς τὸ κειμήλιον, τροφέα πτωχῶν, λύχνον μοναστῶν, ποιμένα ψυχῶν καὶ μονῆς Μητρὸς Ἠγαπημένου τὸν κτίτορα μεγαλύνομεν μολπαῖς πόθῳ χρώμενοι σεπτὸν Ἀμφιλόχιον.
Μεγαλυνάριον
Μεγάλυνον ψυχή μου τὸν ἱερομύστην τῆς Πάτμου μὲν τὸν γόνον προστάτην δὲ τῶν πάντων.
