Παρακλητικός Κανών εις την Οσία Μητέρα Ημών Θεοδώρας της Βασιλίσσης Άρτης
Ποίημα Μητροπολίτου Άρτης και Πρεβέζης
Σεραφείμ Μ. του Βυζαντίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Βασιλίδος τοῖς λειψάνοις προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ ἐν δέει προσπέσωμεν, πόθῳ ψυχῆς κραυγάζοντες καὶ λέγοντες αὐτῇ· ἄνασσα βοήθησον, σοῖς προσπίπτουσι τέκνοις, ῥῦσαι καὶ ἀπάλλαξον, νόσων τε καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας θείαις σου εὐχαῖς, κλέος τῆς Ἄρτης, Θεοδώρα πάνσεμνε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στέφει κοσμηθεῖσα ἀσκητικῷ, καὶ ἐνηδομένη, Θεοδώρα ἐν οὐρανοῖς, δώρησαι ὑγίειαν σαῖς πρεσβείαις, τοῖς σὲ τιμῶσι καὶ πόθῳ γεραίρουσι.
Ἔκλαμπρον ἐδέξω παρὰ Θεοῦ, στέφος Θεοδώρα, καὶ τῷ θρόνῳ ἀεὶ Αὐτοῦ, παρίστασαι ὑγίειαν δυσωποῦσα, καὶ σωτηρίαν σοῖς τέκνοις δωρήσασθαι.
Ἱλάσθητι Ὁσία τοῖς ταπεινοῖς, καὶ Θεὸν τῶν ὅλων, καθικέτευσον ἐκτενῶς, κινδύνους καὶ νόσους Θεοδώρα, ἀποσοβῆσαι ἀπὸ τῶν τέκνων σου.
Θεοτοκίον.
Συνέχομαι κινδύνοις καὶ πειρασμοῖς, καὶ πρὸς σὲ Παρθένε, καταφεύγων ἐπιζητῶ, τὴν λύσιν αὐτῶν καὶ σωτηρίαν· διὸ λιταῖς σου τὸν δοῦλόν σου οἴκτιρον.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἡμᾶς τοὺς γεραίροντας, τοὺς ἐν ἀσκήσει ἀγῶνάς σου, ταῖς σαῖς εὐχαῖς ἐκ νόσων παντοίων, Θεοδώρα ἀπάλλαξον.
Τὰ ἆθλά σου μέγιστα, ὦ Θεοδώρα πανεύφημε· ῥῦσαι διὸ εὐχαῖς σου κινδύνων, καὶ ἐκ νόσων τὴν ποίμνην σου
Ἀνδρείαν πανθαύμαστον, καὶ τῆς ἁγνείας ὤφθης ὑπόδειγμα· διὸ κἀμὲ ἁγνεύειν εὐχαῖς σου, Θεοδώρα ἀξίωσον.
Θεοτοκίον.
Ἔχων τὴν ἐλπίδα σου, εἰς σὲ πανάσπιλε Δέσποινα, ὅλην παθῶν καὶ κινδύνων ῥῦσαι, τὴν ψυχήν μου πρεσβείαις σου.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, Βασιλισσῶν τὸ κλέος καὶ καύχημα, τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν, Ὁσίαν ἐξαιτούμεθα, ἐλέους τυχεῖν, παρὰ τοῦ πανοικτίρμονος, Χριστοῦ τοῦ Σωτῆρος καὶ μόνου Θεοῦ ἡμῶν· καὶ γὰρ ἰσχύεις δέησις πολύ, Δικαίων Δεσπότου πρὸς εὐμένειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Αὐγασθεῖσα ἐκλάμψεσι, Πνεύματος Ἁγίου θεοδωρώνυμε, τὴν ψυχήν μου καταλάμπρυνον, οὐρανίᾳ δόξῃ ταῖς πρεσβείαις σου.
Φωτοφόρων ἐκλάμψεων, ἅσπερ Θεοδώρα ἀπολαμβάνεις νῦν, ἀπολαῦσαι ἱκεσίαις σου, πάντας τοὺς ὑμνοῦντάς σε ἀξίωσον.
Σαῖς εὐχαῖς με ἐνίσχυσον, κατ’ ἀσθενειῶν τε ἀεὶ καὶ θλίψεων, Θεοδώρα ἀξιάγαστε, ταῖς πρὸς τὸν Σωτῆρα μεσιτείαις σου.
Θεοτοκίον.
Ῥῶσιν ἄνοσον δίδου μοι, καὶ πάθη ἀνίατα καταπράυνον, τῇ πρεσβείᾳ τοῦ ἐλέους σου, ὡς Θεὸν τεκοῦσα Ἀπειρόγαμε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει τοῦ Θεοῦ, τὸν ἐχθρὸν κατεπολέμησας· διὸ καὶ ἡμᾶς εὐχαῖς σου ἅπαντας, Θεοδώρα κατ’ ἐχθρῶν δεινῶν ἐνδυνάμωσον.
Σῶσον τοὺς εἰς σέ, Θεοδώρα προσπελάζοντας, καὶ ἀπὸ νόσων καὶ περιστάσεων, ταῖς σαῖς πρεσβείαις φιλαδέλφους ἐλευθέρωσον.
Δῶρον τοῦ Θεοῦ, σὺ ὑπάρχουσα ἐπώνυμος, πᾶσι δοθῆναι τὸ θεῖον ἔλεος, ὦ Θεοδώρα ἱκεσίαις σου ἀξίωσον.
Θεοτοκίον.
Ἄχραντε σεμνή, θείῳ ὕδατί με ῥάντισον, καὶ ταῖς λιβάσι τῆς εὐσπλαγχνίας σου, σταγόνας δίδου τῶν δακρύων ὑετίζειν με.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἰσχύι τοῦ Παντουργοῦ, ὦ Θεοδώρα πανέντιμε, πλεκτάνας τοῦ πονηροῦ σοφῶς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, καταλῦσαι σθένει τοῦ Θεοῦ σατᾶν τὸν δόλιον.
Ἡράσθης φωτός, Θεοῦ ὦ Θεοδώρα, καὶ πάντα τὰ ἀγαθά, τῆς γῆς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, φωτισθῆναι σαῖς εὐχαῖς οὐρανίαις ἐλλάμψεσι.
Σὺν τοῖς Ἀγγέλοις νυνί, ὦ Θεοδώρα χορεύουσα, ἐνώπιον τοῦ Θεοῦ, πρεσβείας προσάγαγε, ὑπὲρ τῶν τιμώντων σε, καὶ τῶν ἀσπαζομένων τὰ ἱερά σου λείψανα.
Θεοτοκίον.
Φωτὸς νεφέλη σὺ εἶ, καὶ τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ ἁγνή· ψυχῆς οὖν τὰ ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καὶ παθῶν ἀχλύος τὴν καρδίαν μου καθάρισον.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, Βασιλισσῶν τὸ κλέος καὶ καύχημα, τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θείων δωρημάτων Θεοδώρα ἐπώνυμε, Ὁσίων σύσκηνε καὶ Βασιλισσῶν ἀγλάισμα, ἐγκαρδίως βοῶμέν σοι· πρόφθασον καὶ ἐκ παντοίας βλάβης λύτρωσαι ἡμᾶς, ταῖς πρὸς τὸν Σωτῆρα θερμαῖς ἱκεσίαις σου.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις αὖχος ἔνδοξον, Ἀκαρνανίας καὶ Ἄρτης, κλέος τε καὶ σέμνωμα, καὶ πηγὴ ἀκένωτος, τῶν ἰάσεων· χαίροις ἀείφωτος, λαμπὰς ἡ φωτίζουσα, Αἰτωλίαν τοῖς σοῖς θαύμασι· χαίροις ἐπίσκεψις, καὶ ῥῶσις ἐν νόσοις τῶν τέκνων σου· σὲ οὖν καθικετεύομεν, πρέσβευε Χριστῷ τῷ Παντάνακτι, ὑπὲρ σωτηρίας, εἰρήνης τε ἡμῶν διηνεκοῦς, μετὰ ὑγιείας καὶ ῥώσεως, Θεοδώρα πάνσεμνε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νῦν καθορῶσα Θεοδώρα, τὴν πανέκλαμπρον τοῦ Πλάστου θείαν θέαν, ἱεραῖς σου εὐχαῖς, δώρησαι τὴν κατ’ ἄμφω, ὑγίειαν τοῖς ὑμνοῦσί σε, καὶ τιμῶσι τὴν σὴν μνήμην
Πίστει τιμῶντάς σου τὴν μνήμην, Θεοδώρα νῦν τοὺς ταπεινούς σου δούλους, εὐλαβῶς καὶ πιστῶς, ἡμᾶς δεόμεθά σου, ταῖς θείαις ἱκεσίαις σου, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.
Ὦ Θεοῦ δῶρον Θεοδώρα, σοῦ δεόμεθα οἱ ταπεινοί σου δοῦλοι, τὸν δοτῆρα Θεόν, τῶν ἀγαθῶν δυσώπει, δοῦναι ἡμῖν τὴν ἄφεσιν, τῶν πολλῶν ἁμαρτημάτων.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ σῇ, προστρέχω ἀνακράζων· σῶσόν με σῶσον Πάναγνε, μητρικαῖς σου ἱκεσίαις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν κατ’ ἄμφω, ὦ Θεοδώρα δυσώπει, τοῖς σοῖς δούλοις εὐχαῖς σου δωρηθῆναι, καὶ δεινῶν παντοίων, ἀπαλλαγὴν Ὁσία.
Ὦ Θεοδώρα, ταῖς ἱκεσίαις σου σῷζε, ἀπὸ νόσων παντοίων καὶ κινδύνων, τοὺς προσπεφευγότας, τῷ θείῳ σου τεμένει.
Ἵνα ὑμνῶ σε, ὦ Θεοδώρα Ὁσία, χαρὰν καὶ ὑγίειαν μοι παράσχου, ταῖς πρὸς τὸν Σωτῆρα, ἐνθέρμοις σου πρεσβείαις.
Θεοτοκίον.
Ἱκεσίαις, ταῖς πρὸς τὸν Θεόν σου Παρθένε, δυσχερῶν τῶν τοῦ βίου με σῶσον, καὶ τὸν σάλον παῦσον, ἀσθενειῶν παντοίων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πλουτοῦντες Θεοδώρα, τὰ σεπτὰ ὀστᾶ σου, κατασπαζόμεθα ταῦτα δεόμενοι, ῥῦσαι ἡμᾶς ταῖς εὐχαῖς σου, μῆτερ τῶν θλίψεων.
Κινδύνων τῶν τοῦ βίου, λύτρωσαι Ὁσία, τὸν σὸν οἰκέτην ἐνθέοις πρεσβείαις σου, καὶ πάσης νόσους καὶ βλάβης με, νῦν ἀπάλλαξον.
Ἐν θαύμασι ἀπείροις, βασιλὶς θεόφρον, ὁ Παντοκράτωρ Θεός σε ἐδόξασε· τοῦτον θερμῶς ἐκδυσώπει, ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Μαρία ὄμβρισόν μοι, ἄφεσιν πταισμάτων, καὶ ἀσθενοῦντά με ἐπίσκεψαι δέομαι, καὶ συμφοραῖς νῦν ποντούμενον, ἐλευθέρωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔχοντες Ἀρταῖοι σὰ ἱερά, λείψανα θεόφρον, Θεοδώρα ὡς ὀχυρὸν προπύργιον τούτοις, προσφεύγουσιν ἐν νόσοις, καὶ τὴν ὑγίειαν πάντες ἀπολαμβάνουσι.
Φύλαττε σὴν ποίμνην δῶρον Θεοῦ, κακῶν ἐκ παντοίων, καὶ ἐκ νόσων φθοροποιῶν, πίστει τὴν τιμῶσαν, σὴν μνήμην Θεοδώρα, καὶ ἐκ παντοίας βλάβης, ταῖς ἱκεσίαις σου.
Χαίροις ἄνθος πάντερπνον τῆς Ἐδέμ, ἐν γῇ ἐξανθῆσαν, ὥσπερ ἥλιος νοητός, καὶ τὴν τῶν Σερβίων, ἀεὶ φωτίζον χώραν, ψυχὰς δ’ εὐωδιάζον, θερμῶς τιμώντων σε.
Χαίροις τῶν Σερβίων κόρη σεμνή, ἀρετῶν δοχεῖον, εὐωδία Χριστιανοῖς· ζάλης ἐν τῷ βίῳ, δεινῶς ἡμᾶς νεκρούσης, λύτρωσαι Θεοδώρα, Χριστῷ πρεσβεύουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ ἐν Ἄρτῃ εὐσεβεῖς, δεῦτε ἐν ᾠδαῖς Θεοδώραν, ἀνευφημήσωμεν, Βασιλίδων σέμνωμα, μοναστριῶν καλλονήν, πρὸς αὐτὴν ἀνακράζοντες· λύτρωσαι εὐχαῖς σου, Θεοδώρα πάνσεμνε, τῶν ἐνεστώτων δεινῶν, πάσης προσβολῆς τε καὶ νόσου, τοὺς τὰ λείψανά σου τιμῶντας, καὶ τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
