Ἀπολυτίκιο Ἁγίων ἐνδόξων Τεσσαράκοντα Μεγαλομαρτύρων των ἐν τῇ Λίμνῃ Σεβαστεία Μαρτυρησάντων 9 Μαρτίου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείω Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα, διὰ πυρὸς γὰρ καὶ ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε. Ἀλλ' αἰτήσασθε, Τριάδα τὴν ὑπερούσιον, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος α’.
Τάς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπέρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε· καί πάσας ἡμῶν τάς ὀδύνας ἴασαι, φιλάνθρωπε δεόμεθα.
Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοὺς γενναίους ὁπλίτας τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς συγκροτηθέντας ἐν πίστει, ὁμοφώνος τιμήσωμεν· Χριστῷ γὰρ στρατευθέντες εὐσεβῶς, δι’ ὕδατος διῆλθον καὶ πυρός, καὶ πρὸς θείαν εἰσέλθοντες ἀναψυχήν, προΐστανται τῶν βοώντων· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, Τεσσαράκοντα Μάρτυρες.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Συντεταγμένοι εὐσεβείᾳ καὶ στερρότητι μαρτυρικῶς τὸν δυσμενῆ ἐθριαμβεύσατε, Τεσσαράκοντα γενναῖοι Χριστοῦ ὁπλῖται· Ἀλλ’ ὡς σύμμορφοι ἐν ἄθλοις καὶ ἐν χάριτι, Ἐν ἀγάπῃ καὶ εἰρήνῃ συντηρήσατε τοὺς κραυγάζοντας, χαίροις ἅγιον σύνταγμα.
Μεγαλυνάριον
Τὸ τετραδεκάριθμον καὶ λαμπρόν, σύνταγμα τοῦ Λόγου, εὐφημήσωμεν ἐν ᾠδαῖς· κρύει καὶ πυρὶ γάρ, στερρῶς δοκιμασθέντες, ἐστέφθησαν ἀξίως, οἱ Τεσσαράκοντα.
