Ἀπολυτίκιο. Ἦχος πλ.α΄. Τὸν συνάναρχον λόγον.
Γυμνωθεὶς προσπαθείας ἁπάσης ὅσιε, Σεραπίων ὀπίσω Κυρίου ἔδραμες, τὴν πτωχείαν την Αὐτοῦ, ἔχων ὑπόδειγμα, καὶ ποθῶν την ἀδελφῶν, σωτηρίαν ἐκ ψυχῆς, διο σὲ πόθῳ τιμῶμεν, καὶ τὰς εὐχάς σου τὰς θείας, ἐπικαλούμεθα μακάριε.
Κοντάκιο. Ἦχος πλ.δ΄. Τὴ ὑπερμάχῳ.
Ὡς μονοτρόπων ἀκροθίνιον γενόμενον
Καὶ ἀκτησίας πολυτίμητον, διδάσκαλον
Παρθενίας ὑποφήτην καὶ ταπεινόνουν
Κατὰ κόσμον νεκρωθέντα καὶ βιώσαντα
Ἐν Χριστῷ τῷ σταυρωθέντι εὐφημοῦμὲν σέ
Ἀνακράζοντες΄ Χαίροις Πάτερ μακάριε.
Μεγαλυνάριο. Ἦχος πλ.δ΄.
Κτῆμα ἐφευρών σου τὸν Ἰησοῦν, πάντα Σεραπίων, ἀπηρνήσω ὦσπερ οὐδέν, τὴν σινδόνα ἔχων ὡς θεῖον δὲ ἱστίον, κατέλαβες λιμένα, τὸν οὐρανόχωρον.
