Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Τά θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστέ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλάς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τά σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθός καί φιλάνθρωπος.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος, καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων, Ἀνάργυροι ἐκλάμπετε ἐν πάσῃ τὴ γῆ, νόσων μὲν ἰώμενοι, ἀνωδύνως τὰ βάρη, χάριν δὲ πορίζαντες, τοὶς βοώαιν ἀπαύστως χαίρετε κρήναι θείων δωρεῶν, Κῦρε θεόφρον, καὶ Ἰωάννη ἔνδοξε.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐκ τῆς θείας χάριτος, τήν δωρεάν τῶν θαυμάτων, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τά πάθη, τῇ χειρουργίᾳ, τέμνοντες, τῇ ἀοράτῳ, Κῦρε θεόφρον, σύν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γάρ θείοι ἱατροί ὑπάρχετε.
