Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Παναγίας Γουμενίσσης

 Παρακλητικὸς Κανῶν Παναγίας Γουμενίσσης 

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.


Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως, καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ παντίμῳ Εἰκόνι, τῆς Γουμενίσσης ὁ Χριστώνυμος δῆμος, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα Γουμένισσα, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς σπεύδοντας, τῇ θερμῇ ἀρωγῇ σου, καὶ τῷ παρόντι κλήρῳ σου Ἁγνή, δίδου εἰρήνην, καὶ χάριν καὶ ἔλεος.



Δόξα, καὶ νῦν. Ὅμοιον.



Τοῖς προσιοῦσι τῷ ἁγίῳ ναῷ σου, καὶ ἐξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, Θεογεννῆτορ μόνη Ἀειπάρθενε, δίδου ὡς φιλάγαθος, τὰ αἰτήματα πάντα, καὶ παθῶν ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν· σὺ γὰρ ἡμῶν θερμὴ καταφυγή, καὶ προστασία, καὶ μέγα προσφύγιον.



Ὁ Ν´. καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·



Δέχου ἡμῶν τὰς δεήσεις Κόρη. Γερασίμου.



Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ἀνέδειξας μυστικόν, τῆς σῆς προμηθείας τὴν Εἰκόνα σου τὴν σεπτήν, ᾗ πίστει Παρθένε προσιόντες, πάσης χαρᾶς καὶ εἰρήνης πληρούμεθα.



Ἐν πάσῃ ἀνάγκῃ καὶ συμφορᾷ, σπεύδομεν Παρθένε, τῷ ναῷ σου τῷ ἱερῷ, ὡς ἐν ἀσφαλεῖ Κόρη λιμένι, καὶ τρικυμίας ἁπάσης λυτρούμεθα.



Χαράκωμα πέφηνας καὶ ἰσχύς, Κεχαριτωμένη, Γουμενίσσῃ τῇ εὐσεβεῖ· διὸ κατὰ χρέος μεγαλύνει, τῆς σῆς θερμῆς προστασίας τὰς χάριτας.



Ὁ οἶκος ὁ θεῖος σου καὶ σεπτός, ἐν ᾧ ἡ Εἰκών σου, ὥσπερ ῥόδον ἀειθαλές, παρέχει τὴν θείαν εὐωδίαν, καὶ δυσωδίαν παθῶν λύει Ἄχραντε.



Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα τῶν ἄνω, Ἀγγελικῶν τάξεων, ὤφθης ἀσυγκρίτως Παρθένε, Χριστὸν κυήσασα· ὅθεν ὑπέρτερον, δεῖξον τὸν νοῦν ἡμῶν πάσης, χαμαιζήλου σχέσεως, φόβῳ τῷ κρείττονι.



Ἡ ἁγία Εἰκών σου, ἁγιασμὸν βλύζουσα, πάντας ἁγιάζει Παρθένε, καὶ τὴν ἑξάγιστον, ἐχθροῦ ἐπήρειαν, ἀποσοβεῖ ἐκ τῶν πίστει, προσιόντων πάντοτε, τῇ ἀντιλήψει σου.



Μεγαλύνομεν Κόρη, τὴν πρὸς ἡμᾶς σκέπην σου· ὅτι ἐκ μεγάλων κινδύνων, καὶ περιστάσεων, λυτροῦσαι πάντοτε, τοὺς ἀκλινῶς ἀφορῶντας, πρὸς τὴν ταχυτάτην σου, Ἁγνὴ βοήθειαν.



Ὡς ηὐδόκησας Κόρη, ἐπανελθεῖν τάχιστα, τὴν σὴν ἁρπαγείσαν Εἰκόνα, ἡμῖν τοῖς δούλοις σου, οὕτως εὐδόκησαν, μένειν αὐτὴν ἐν τῷ μέσῳ, τοῦ λαοῦ σου πάντοτε, τοῦ πεποιθότος σοι.



Διάσωσον, Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ σου προσπίπτοντας, καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.



Ἐπίβλεψον, ἐν εὐμενείᾳ. . .



Αἴτησις καὶ τὸ Κάθισμα.



Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτις θερμή, τῆς Γουμενίσσης πέφηνας, ἀεὶ τῇ σεπτῇ, Εἰκόνι καυχωμένης σου, Παρθένε Παναμώμητε, ὡς βλυζούσῃ τὴν ἄφθονον χάριν σου. Ἀλλὰ ἐκ πάσης ὀργῆς καὶ φθορᾶς, ἡμᾶς ἀνωτέρους διαφυλάττε.



Ωδὴ δ´. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, Θεοτόκε Ἀειπάρθενε, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.



Τὴν ἁγίαν Εἰκόνα σου, ἣν πρῴην ἐσύλησαν χεῖρες βέβηλοι, ἐν τῷ μέσῳ ἡμῶν ἔχοντες, εὐφροσύνης Δέσποινα πληρούμεθα.



Ἅπας σπεύδων τῷ οἴκῳ σου, πάσης ἐκλυτροῦται τάχος κακώσεως· διὰ τοῦτο Ἀειπάρθενε, ἐν σοὶ ἐγκαυχᾶται ἡ Γουμένισσα.



Στεναγμῶν ἡμᾶς λύτρωσαι, καὶ ἀσθενειῶν καὶ πόνων Πανύμνητε, καὶ τὴν λύπην διασκέδασον, τὴν καταλαβοῦσαν τὰς ψυχὰς ἡμῶν.



Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Δέχου εὐμενῶς, τὰς δεήσεις ἡμῶν πάντοτε, καὶ δεινῶν δυσχερειῶν ἀπαλλαγήν, ἡμῖν δίδου Θεοτόκε ὡς φιλάγαθος.



Ἔχει ἀληθῶς, ἡ Γουμένισσα Πανάχραντε, τὴν ἁγίαν σου Εἰκόνα καὶ σεπτήν, ὥσπερ μέγα φυλακτήριον καὶ καύχημα.



Ἤνεγκε πικρῶς, τῆς Εἰκόνος σου τὴν στέρησιν, ὁ λαός σου Θεοτόκε ὁ πιστός, ἀλλ᾿ αὐτὴν ἀπολαβὼν χαρᾶς πεπλήρωται.



Σκέπη ἀσφαλής, Θεοτόκε ἔσο πάντοτε, τῷ λαῷ τῆς Γουμενίσσης τῷ πιστῷ, καὶ εὐλόγει Παιονίας τὴν περίοικον.



Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἐπλήσθη, ἀγαλλιάσεως θείας, ὁ λαός σου ὁπηνίκα Παρθένε, ἐκ τῶν χειρῶν, τῶν κλεπτῶν ἐπανῆλθεν, ἡ θαυμαστή σου Εἰκὼν καὶ ὑπερτιμος, καὶ ᾔνεσαν χαρμονικῶς, ἐν φωναῖς εὐχαρίστοις τὴν δόξαν σου.



Ἰάσεις, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἀναβλύζει ἡ ἁγία Εἰκών σου, καὶ μολυσμὸν τῶν παθῶν ἐκκαθαίρει, τῇ ἐπομβρίᾳ τῆς σῆς ἀγαθότητος· διὸ κηρύττομεν τὴν σήν, πρὸς ἡμᾶς ἀρωγὴν Παναμώμητε.



Συνῆλθε, πᾶς ὁ λαὸς Γουμενίσσης, σὺν Ποιμένι τῷ καλῷ Θεοτόκε, καὶ ἐν χαρᾷ ὑπεδέξαντο πάντες, τὴν σὴν ἁγίαν Εἰκόνα κραυγάζοντες· Μεῖνον Παρθένε μεθ᾿ ἡμῶν, ὅτι σὺ τοῦ λαοῦ σου προσφύγιον.



Κυμάτων, τῶν ἐν τῷ βίῳ φροντίδων, ἐκλυτρούμεθα ταχέως Παρθένε, ὡς ἐν λιμένι τῷ θείῳ ναῷ σου, μετ᾿ εὐλαβείας προστρέχοντες πάντοτε· ὅθεν γαλήνης ἀληθοῦς, τὰς ψυχὰς ἡμῶν πλήρωσον Δέσποινα.



Διάσωσον Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ σου προστρέχοντας, καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε ἡ διὰ λόγου. . .



Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς αἱμάτων σου.
Ὡς θησαυρὸς θεϊκῆς ἀγαθότητος, καὶ προστασία ἡμῶν καὶ ὑπέρμαχος, ἐκ πάσης ἀνάγκης καὶ θλίψεως, τήρει ἀτρώτους ἡμᾶς Κόρη Πάναγνε, πρὸς σὲ γὰρ ἀεὶ καταφεύγομεν.



Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ.: Ἄκουσον θύγατερ καὶ ἴδε. . .



Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν:
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Ταῖς τῆς Θεοτόκου. . .
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου. . .
Προσόμοιον.



Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου. . .
Χάριν πολλὴν εὕρομεν, Θεογεννῆτορ Παρθένε· ὅτι ἡμῖν δέδωκας, ὡς πλοῦτον οὐράνιον καὶ ἀκένωτον, καὶ πηγὴν βλύζουσαν, θείαν εὐφροσυνην, τὴν Εἰκόνα σου τὴν πάντιμον, ᾗ καταφεύγοντες, πάσης δυσχερείας λυτρούμεθα, καὶ πᾶσαν τοῦ ἀλάστορος, καθ᾿ ἡμῶν ἐπήρειαν λύομεν· Ἀλλ᾿ ὢ Θεοτόκε, μὴ παύσῃ περιεποῦσα ἡμᾶς, τοὺς ἀδιστάκτως προσπίπτοντας, τῇ θερμῇ πρεσβείᾳ σου.



Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ ναός σου Παρθένε, ὡς παράδεισος ἄλλος προκεῖται ἅπασιν, ἐν ᾧ καθάπερ ξύλον, ζωῆς τὴν σὴν Εἰκόνα, καθορῶμεν οἱ σπεύδοντες, καὶ ἔργων νεκροποιῶν, λυτρούμεθα τοῦ ἄχθους.



Ῥείθροις τῶν οἰκτιρμῶν σου, τῶν παθῶν ἡμῶν σβέσον Κόρη τοὺς ἄνθρακας, καὶ ἄναψον τὴν φλόγα· τῆς θεϊκῆς ἀγάπης, ταῖς ψυχαῖς τῶν βοώντων σου· Χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.



Ἡ ἀνευρεσις Κόρη, τῆς κλαπείσης Εἰκόνος σου ἡμῖν γέγονεν, αἰτία φαιδρότατης, χαρᾶς καὶ εὐφροσύνης, καὶ λαμπρὰς πανηγύρεως· σὺ γὰρ ἀφεῖλες ἡμῶν, τῶν καρδιῶν τὴν λύπην.



Γῆ ἀνήροτος ὤφθης, γεωργήσασα Κόρη ζωῆς τὸν πρύτανιν· καὶ νῦν τὴν σὴν Εἰκόνα, γεώργιον εἰργάσω, τῆς πολλῆς σου χρηστότητος, εἰς εὐφροσύνην ἡμῶν, Ἁγνὴ καὶ σωτηρίαν.



Ωδὴ η´. Τὸν Βασιλέα.
Ἐπανελθοῦσα, ἐκ τῆς κλοπῆς ἡ Εἰκών σου, τρανῶς ἔδειξε τὴν πρὸς ἡμᾶς σου χάριν, ἣν μὴ ἀντανέλῃς, ἐκ τοῦ λαοῦ σου Κόρη.



Ῥύπων κακίας, τὴν ῥυπωθεῖσαν ψυχήν μου, ἀποκάθαρον Παρθένε Θεοτόκε, νάμασιν ἀΰλοις, τῶν θείων σου χαρίτων.



Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι ἀδοξίας, ἡμᾶς τῆς τῶν χειρόνων.



Σκέπε καὶ σῷζε, ἐπιβουλῆς τοῦ Βελίαρ, τὴν Γουμένισσαν καὶ πάσης ἐπηρείας, Κεχαριτωμένη, ἀνθρώπων κακοτρόπων.



Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, ταῖς ἐν τῷ βίῳ καὶ χάριν σωτήριον, ὡς ἂν Παρθένε τῶν πόνων ὑπερισχύσωμεν.



Μητράνανδρε Παρθένε, κλέος Γουμενίσσης, καὶ τῆς Ἑλλάδος κραταίωμα ἄσειστον τῷ εὐσεβοῦντι λαῷ σου δίδου τὴν χάριν σου.
Οἱ σπεύδοντες Παρθένε, τῷ σεπτῷ ναῷ σου, καὶ τῆς μορφῆς σου τὸ Τύπωμα σέβοντες, πάσης ῥυσθείημεν βλάβης καὶ περιστάσεως.



Ὑμνοῦμεν ἀσιγήτως, οἱ ἐν Γουμενίσσῃ, τὴν πρὸς ἡμᾶς σου Παρθένε χρηστότητα, καὶ τῇ σεπτῇ σου Εἰκόνι πιστῶς προσπίπτομεν.
Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.
Χαίρει Γουμενίσσης πᾶς ὁ λαός, ἔχων ἐν τῷ μέσῳ, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἥν καὶ ὀνομάζει, Γουμένισσαν Παρθένε, καὶ ἐξ αὐτῆς λαμβάνει, χάριν καὶ ἔλεος.
Ἤνεσαν τὴν δόξαν σου εὐλαβῶς, ἡνίκα ἀνεῦρον, τὴν Εἰκόνα σου τὴν σεπτήν, τῶν πιστῶν οἱ δῆμοι, ἥνπερ βεβήλων χεῖρες, ἐσύλησαν Παρθένε, φθόνῳ τοῦ ὄφεως.
Ῥύεται κινδύνων παντοδαπῶν, καὶ πάσης ἀνάγκης, τὸν πιστόν σου Κόρη λαόν, ἡ ἐκ τῆς Εἰκόνος· τῆς σῆς βλύζουσα χάρις· διό σε Θεοτόκε, ἀεὶ δοξάζομεν.
Πάλαι ἀοράτως ἡ σὴ Εἰκών, ἐν τῷδε τῷ τόπῳ, μετηνέχθη θείᾳ ῥοπῇ, πᾶσαν εὐλογίαν, καὶ χάριν χορηγοῦσα, Παρθένε Θεοτόκε, τοῖς σὲ δοξάζουσι.
Ὥσπερ διεφύλαξας ἀσινῆ, πάλαι τὸν λαόν σου, ἐκ παντοίων ἐπιφορῶν, οὕτω καὶ νῦν Κόρη, δεινῶν ἐπερχομένων, ἀτρώτους διατήρει, τούς σε δοξάζοντας.
Δίδου Γουμενίσσῃ τῇ εὐσεβεῖ, τῇ πιστῶς τιμώσῃ, τὴν Εἰκόνα σου τὴν σεπτήν, πᾶσαν εὐπραγίαν, εἰρήνην καὶ ὑγείαν, ὡς ταύτης προστασία, Κόρη Πανάχραντε.
Πᾶσαι τῶν Ἀγγέλων...



Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῇ σῇ Πανάχραντε, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, ἀσινεῖς διαφυλάττε, τῇ σῇ ἀντιλήψει, ἴασιν καὶ λύτρωσιν, καὶ φῶς οὐράνιον, πᾶσι χορηγοῦσα Παρθένε, καὶ πλημμελημάτων τὴν λύσιν, ταῖς πρὸς τὸν Υἱόν σου παρακλήσεσι.
Δέσποινα πρόσδεξαι. . .
Τὴν πᾶσαν ἐλπίδα μου. . .

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Τι είναι η Προηγιασμένη Θεία Λειτουργία και κάθε πότε τελείται;

  Προηγιασμένη Θεία Λειτουργία: Η Εκκλησία μας καθόρισε όλες τίς Τετάρτες καί Παρασκευές τής Μεγάλης Τεσσαρακοστής νά τελείται η Λειτουργία τών Προηγιασμένων Δώρων. Κατά τή Λειτουργία αυτή δέν τελείται Θυσία, δέ γίνεται δηλαδή μεταβολή τού άρτου καί τού οίνου σέ Σώμα καί Αίμα Χριστού. Τά Τίμια Δώρα, ο Άρτος καί ο Οίνος είναι έτοιμα, έχουν προαγιασθεί (γι αυτό καί λέγεται Λειτουργία τών Προηγιασμένων Δώρων) κατά τήν προηγηθείσα θεία Λειτουργία τής Κυριακής, είναι πλέον Σώμα καί Αίμα Χριστού, καί απλώς προσφέρονται πρός μεταλήψη στούς πιστούς. Ο Ιερέας καθ εκάστη Κυριακή κόπτει από τό πρόσφορο τόν λεγόμενο «Αμνόν», δηλαδή τό τετράγωνο εκείνο τεμάχιο τής σφραγίδας πού γράφει ΙΣ-ΧΣ ΝΙ-ΚΑ, καί τό τοποθετεί επάνω στό ιερό Δισκάριο. Μετ ολίγο, κατά τή στιγμή τού «Σέ υμνούμεν», τό τεμάχιον αυτό τού άρτου θά μεταβληθεί διά τής ευλογίας τού Ιερέως σέ αυτό τούτο τό Σώμα τού Κυρίου, όπως καί ο οίνος, πού είναι στό ιερό Ποτήριο, θά μεταβληθεί καί αυτός σέ αυτό τούτο τό Αίμα τού Κυρίου. Όταν όμω...

Ὁ Ἅγιος Ρηγίνος ὁ Ἱερομάρτυρας 25 Φεβρουαρίου

  Ὁ Ἅγιος Ρηγίνος γεννήθηκε στὴ Λεβάδεια τῆς Βοιωτίας στὶς ἀρχὲς τοῦ 4ου αἰῶνα μ.Χ. ἀπὸ εὐσεβεῖς καὶ ἐνάρετους γονεῖς, οἱ ὁποῖοι τὸν βοήθησαν νὰ λάβει τὴ θύραθεν παιδεία ἀλλὰ καὶ τὴν ὀρθόδοξη ἀγωγή. Ἡ ἀγάπη του γιὰ τὸν Κύριο καὶ ἡ πνευματική του πρόοδος τὸν μεταμόρφωσαν σὲ σκεῦος ἐκλογῆς καὶ σὲ ναὸ τῆς Ἁγίας Τριάδος. Ὁ Ἅγιος ἔζησε τὴν ἐποχὴ ποὺ βασίλευσαν οἱ δύο υἱοὶ τοῦ Μεγάλου Κωνσταντίνου, ὁ μὲν Κωνστάντιος στὴν Κωνσταντινούπολη (Ἀνατολή), ὁ δὲ Κώνστας στὴ Ρώμη (Δύση). Καὶ οἱ δύο διάδοχοι τοῦ Μεγάλου Κωνσταντίνου εἶχαν ἀνατραφεῖ μὲ τὶς ἀρχὲς τῆς χριστιανικῆς πίστεως, ἀλλὰ ὁ μὲν Κωνστάντιος εἶχε συνειδητὰ ἀποδεχθεῖ τὸν Ἀρειανισμό, ὁ δὲ Κώνστας παρέμεινε πιστὸς στὶς δογματικὲς ἀποφάσεις τῆς Α’ Οἰκουμενικῆς Συνόδου. Καὶ οἱ δύο εἶχαν ὡς κοινὰ χαρακτηριστικὰ τῆς θρησκευτικῆς τους πολιτικῆς, ἀφ’ ἑνὸς μὲν τὴν καταπολέμηση τῆς ἐθνικῆς θρησκείας, ἀφ’ ἑτέρου δὲ τὴν ὑπεράσπιση τῆς ἑνότητος τῆς Ἐκκλησίας. Ἡ ἐκκλησιαστική τους πολιτικὴ εἶχε ὡς συνέπεια ὄχι μόνο τὴ συντήρηση, ἀλλὰ καὶ τὴν διε...

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...