Ἀπολυτίκιο Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου του Ὑδραίου τοῦ ἐν Ρόδῳ Μαρτυρήσαντος 14 Νοεμβρίου
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν λαμπρὸν γόνον Ὕδρας καὶ τῆς Ῥόδου τὸ καύχημα, καὶ Νεομαρτύρων τὸ κλέος, Κωνσταντῖνoν τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίαν τὴν ἀμοιβήν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, καὶ ἐν ὑστέροις καιροῖς σε στεφανώσαντι.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὁμολογήσας τὸν Χριστὸν εὐτόλμῳ στόματι Τῶν ἐκ τῆς Ἄγαρ τὴ ἀπάτην ἐθριάμβευσας Νεομάρτυς Κωνσταντῖνε στερρῶς ἀθλήσας. Ἀλλ’ ὡς μέτοχος ἐπάθλων ὑπὲρ ἔννοιαν Πάσης βλάβης ἀπολύτρωσαι καὶ θλίψεως Τοὺς βοῶντάς σοι, χαίροις Μάρτυς ἀήττητε.
Μεγαλυνάριον
Χαίροις τῶν Μαρτύρων ὁ μιμητής, Μάρτυς Κωνσταντῖνε, καὶ ἰσότιμος ἀληθῶς· σὺ γὰρ ἐν ὑστέροις, καιροῖς ἀνδραγαθήσας, λαμπρῶς ἐμεγαλύνθης, ἀπείροις χάρισι.
