Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Νέστωρ
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καταπαλαίσας τὸν ἀρχέκακον ὄφιν, ἀθλητικῶς παρὰ Χριστοῦ ἐδοξάσθης, ὦ ἀθλοφόρε Νέστωρ παναοίδιμε· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐν βίῳ πειρασμῶν, τοὺς καταφεύγοντας, Μάρτυς τῇ σκέπῃ σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὴν σὴν χάριν ἡμῖν δίδου Νέστορ. Γερασίμου
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Τὸν δρόμον τὸν θεῖον τετελεκώς, ἐνίσχυσον Νέστωρ, ὡς ἀήττητος Ἀθλητής, ἡμᾶς διανύειν ἀπροσκόπτως, τῆς εὐσεβείας ὁδὸν τὴν σωτήριον.
Ἡνίκα ἐπέλθῃ ἐπιφορά, δεινῶν ἀδοκήτων, τοῖς οἰκέταις σου Ἀθλητά, τότε ἡμῖν φάνηθι ὑψόθεν, καὶ τῶν παθῶν λῦσον Νέστωρ τὸν τάραχον.
Νεκρώσας Λυαῖον τὸν δυσμενῆ, Χριστοῦ τῇ δυνάμει, ἀπονέκρωσον Ἀθλητά, τῇ σῇ ζωτικῇ ἐπιστασίᾳ, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ ἐπήρειαν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτήν, Χριστὸν τὸν Δεσπότην, κόσμον σώσαντα ἐκ φθορᾶς, ῥῦσαί με ἁγνὴ Θεογεννήτωρ, φθοροποιῶν παθημάτων καὶ θλίψεων.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἡ σῇ ἄθλησις Μάρτυς τὸν δυσμενῆ ἤσχυνεν, ὅθεν τῆς αὐτοῦ πανουργίας καὶ δολιότητος, ἡμᾶς ἀπάλλαξον, Νέστωρ Χριστοῦ ἀθλοφόρε, ταῖς πρὸς τὸν οἰκτίρμονα, Θεὸν πρεσβείαις σου.
Νεανίας ὡραῖος καὶ εὐπρεπὴς πέφηνας, σῶμα καὶ ψυχὴν προσενέγκας, τῷ Παντοκράτορι, ὅθεν ὡράισον, τὸ εἰδεχθὲς τῆς ψυχῆς μου, Νέστωρ τῇ δοθείσῃ σοι, θεόθεν χάριτι.
Χαρισμάτων πλουσίων παρὰ Θεοῦ ἔτυχες, οἷα Ἀθλητὴς τοῦ Σωτῆρος, Νέστωρ περίδοξος, ὅθεν χαρίτωσον, καὶ χαρᾶς πλήρωσον θείας, Μάρτυς τοὺς παλαίοντας, βίου ταῖς θλίψεσι.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, κεχαριτωμένη Παρθένε Θεοχαρίτωτε, δύναμιν δίδου μοι, τῶν τοῦ ἐχθροῦ κυριεύειν, προσβολῶν ἑκάστοτε, καὶ ἐπιθέσεων.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ, τῷ πάντων βασιλεύοντι, διδόναι ἡμῖν, πταισμάτων ἀπολύτρωσιν, καὶ βίου ἐπανόρθωσιν, καὶ χρηστότητος θείᾳ δωρήματα, μὴ ἐλλείπῃς ὦ Νέστωρ ἀθλητά, τοῖς πίστει τιμῶσί σου τὴν ἄθλησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαντισμοῖς τῶν αἱμάτων σου, τῶν ὑπὲρ Χριστοῦ χυθέντων μακάριε, δρόσον θείας παρακλήσεως, δίδου τοῖς πιστῶς σοι καταφεύγουσι.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων Μάρτυς συγχώρησιν, καὶ εἰρήνην ἀστασίαστον, παρὰ τοῦ Κυρίου Νέστωρ ἅγιε.
Νεκρωθεὶς διὰ Κύριον, νέκρωσον τὴν ζῶσαν κακίαν ἔνδοξε, ζωηφόροις ἱκεσίαις σου, τὴν ἀπονεκροῦσαν τὴν καρδίαν μου.
Ἡ πρεσβεία σου Ἅγιε, πάντων τὰς αἰτήσεις πληροῖ ἑκάστοτε, διὰ τοῦτο πρὸς σὲ σπεύδομεν, καὶ χάριν καὶ ἔλεος λαμβάνομεν.
Θεοτοκίον.
Μὴ λιπῶν τὰ οὐράνια, ὅλως ἐν νηδύι σου κατεσκήνωσας, ὁ Ὑπέρθεος δι’ ἔλεος, Κόρη καὶ τὸν κόσμον ἀνεκτήσατο.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τοὺς ἐστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Νέστωρ ἀθλητά, καὶ παράσχου πᾶσι Μάρτυς τὰ αἰτήματα.
Νόσων καὶ παθῶν, καὶ ποικίλων περιστάσεων, ἀνωτέρους διαφύλαττε ἀεί, τοὺς προστρέχοντας τῇ χάριτί σου ἔνδοξε.
Δύναμιν ἡμῖν, κατ’ ἐχθροῦ τοῦ πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, δίδου Ἅγιε τῇ θείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἵνα τῆς φθορᾶς, τὸν Ἀδὰμ ἀνακαλέσηται, νέος ὤφθη ἐκ σοῦ Ἄχραντε Ἀδάμ, δι’ ἀγάπην ὁ Θεὸς ὁ προαιώνιος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῇ τοῦ Χριστοῦ ἀριστεύσας, ἐνδυνάμωσον ἡμᾶς Ἀθλοφόρε, καρτερικῶς, ὑπομένειν τὰς θλίψεις, ὡς ἂν Χριστὸν τὸν οἰκτίρμονα Κύριον, εὐίλατον καὶ συμπαθῆ, ἐν ἡμέρᾳ τῆς κρίσεως εὕρωμεν.
Ὁ πλήξας, καὶ καθελὼν τὸν Λυαῖον, ἀπτοήτως τῇ τῆς πίστεως ὅπλῳ, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ μανίαν, καὶ τὰ πυρίμορφα βέλη ἀφάνισον, δι’ ὧν ἀπαύστως ἀπειλεί, ψυχικὸν ἡμῖν ὄλεθρον Ἅγιε.
Ὑψόθεν, ἐπιφανεὶς ἀοράτως, Ἀθλοφόρε παναοίδιμε Νέστωρ, τοῖς προσιοῦσι τῇ σῇ προστασίᾳ, τούτοις παράσχου πλουσίως τὴν χάριν σου, ἵνα ῥυσθῶσι δι’ αὐτῆς, τῶν πολλῶν πειρασμῶν τε καὶ θλίψεων.
Θεοτοκίον.
Ναμάτων, ζωοποιῶν Θεοτόκε, ἀνεξάντλητος ὑπάρχουσα κρήνη, βλῦσον ἡμῖν οἰκτιρμῶν σου τὰ ῥεῖθρα, τὸν μολυσμὸν τῆς ψυχῆς μου καθαίροντα, καὶ νέμοντα πᾶσιν ἁγνή, εὐφροσύνην καὶ χαριν καὶ ἔλεος.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀθλητικῇ παῤῥησίᾳ σου Ἅγιε, πρὸς τὸν οἰκτίρμονα Λόγον καὶ Κύριον, δυσώπει ἀπαύστως δεόμεθα, θείας τυχεῖν ἡμᾶς Μάρτυς χρηστότητος, ὦ Νέστωρ ἡμῶν ἀγαλλίαμα.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχέ μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Και νῦν.
Ταῖς της Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀθλήσας στεῤῥότατα, ὑπὲρ τῆς δόξης Κυρίου, καὶ ἐχθρὸν κατήσχυνας, τῇ στεῤῥᾷ ἐνστάσει σου Νέστωρ ἔνδοξε, ἀλλὰ νῦν πρέσβευε, Χριστῷ τῷ Σωτῆρι, κατοικτεῖραι τοὺς οἰκέτας σου, καὶ δοῦναι ἅπασιν, τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ θλιβερῶν τὴν λύτρωσιν, καὶ χαρὰν ἐν βίῳ τὴν κρείττονα, τοῖς ἐπιτελοῦσι, προθύμως τὴν σεπτήν σου ἑορτήν, καὶ μεγαλύνουσιν Ἅγιε, τὸν σὲ στεφανώσαντα.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐναθλήσας νομίμως, ὡς γενναῖος ὁπλίτης Χριστοῦ μακάριε, ἐκ πάσης ἀνόμιας, καὶ χαλεπῆς πικρίας, καὶ δεινῆς περιστάσεως, λύτρωσαι Νέστωρ ἡμᾶς, τῇ σῇ ἐπιστασίᾳ.
Σωτηρίαν ἐξαίτει καὶ σκανδάλων ποικίλων τὴν ἀπολύτρωσιν, καὶ πᾶσαν εὐπραγίαν, καὶ θείαν εὐλογίαν, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ τῇ σῇ, ὦ Νέστωρ Χριστομάρτυς.
Τῶν παθῶν ἡμῶν σβέσον τὴν ἀκάθεκτον φλόγα τὴν ἀναλίσκουσαν, ψυχὴν ἡμῶν καὶ σῶμα, ἐχθροῦ τῇ συνεργίᾳ, καὶ τὴν ὕπαρξιν ἅπασαν, τῶν πρεσβειῶν σου σοφέ, πλουσίᾳ ἐπομβρίᾳ.
Ὁλοτρόπως ὑπήχθην τοῦ ἐχθροῦ τῇ ἀπάτῃ νοῒ ἀγνώμονι, ἀλλὰ τῶν πρεσβειῶν σου, ἡ χάρις προφθασάτω, καὶ ῥυσάσθω με τάχιστα, τῆς κακουργίας αὐτοῦ, ὦ Νέστωρ ἀθλοφόρε.
Θεοτοκίον.
Ῥῶσιν δίδου μοι Κόρη, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ νῷ καὶ ῥήματι, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα Κυρίου, τὸ σωτήριον πάντοτε, καὶ κληρονόμος αὐτοῦ, γένωμαι μετὰ τέλους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γεγαυρωμένον, καταβαλὼν τὸν Λυαῖον, πύργος ἄσειστος καὶ τεῖχος ἀσφαλείας, δέδοσαι ἀθλήσας, τῇ σῇ πατρίδι Νέστωρ.
Ἔχων παμμάκαρ, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε ἐκ πάσης δυσπραγίας, ῥύεσθαι ὦ Νέστωρ, τοὺς σὲ ὑμνολογοῦντας.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς στενάζουσι τοῦ βίου ταῖς ἀνάγκαις, καὶ τοῖς θλιβομένοις, παράκλησιν ἁγίαν.
Θεοτοκίον.
Ἁγίασον μου, τὴν μολυσθεῖσαν καρδίαν, πανυπέραγνε πάθεσιν ἁμαρτίας, ἵνα σε δοξάζω, Ὑπερδεδοξασμένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ γεραίροντας Νέστωρ, μάρτυς ἀήττητε.
Ἰλύος ἁμαρτίας, πλῦνον Ἀθλοφόρε, τῇ ῥυπτικῇ σου πρεσβείᾳ καὶ χάριτι, τὰς διανοίας ὦ Νέστωρ ἡμῶν δεόμεθα.
Μεθέξει ζωηφόρῳ, ὣν τεθεωμένος, ἐπουρανίου φωτὸς Νέστωρ ἔμπλησον, φωτιστικαῖς σου πρεσβείαις, τοὺς σὲ γεραίροντας.
Ὁρῶν αὐτοπροσώπως, τοῦ Χριστοῦ τὴν δόξαν, σὺν Δημητρίῳ τῷ θείῳ ἐν Μάρτυσι, σὺν αὐτῷ Νέστωρ ἐξαίτει, ἡμῖν τὰ κρείττονα.
Θεοτοκίον.
Ὑπὲρ τῶν οἰκετῶν σου, Κεχαριτωμένη, τὸν σὸν Υἱὸν καὶ Δεσπότην ἱκέτευε, δοῦναι ἡμῖν Θεοτόκε, πταισμάτων ἄφεσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθλοφόρε Χριστοῦ στεῤῥέ, ὁ κατανικήσας, τὸν Λυαῖον τὸν δυσμενῆ, χαίροις ὁ αἰσχύνας, τὸν δόλιον βελίαρ, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, Νέστωρ μακάριε.
Νέος μὲν τῷ σώματι κομιδῇ, πέλων Ἀθλοφόρε, καὶ ἀήττητος τῇ ψυχῇ, ἔλυσας τῆς πλάνης, τὸ κράτος καὶ τὸ θράσος, Σταυροῦ τῇ πανοπλίᾳ, Νέστωρ πανόλβιε.
Ἔδραμες ὦ Νέστωρ πίστει θερμῇ, τῷ ἐγκεκλεισμένῳ, Δημητρίῳ ἐν τῇ φρουρᾷ, καὶ τὴν εὐλογίαν, αὐτοῦ λαβὼν πλουσίαν, καθεῖλες τὸν Λυαῖον, καὶ χαίρων ἤθλησας.
Χαίροις εὐσεβείας ἄνθος σεπτόν, καὶ Θεσσαλονίκης, ἐγκαλλώπισμα εὐκλεές, χαίροις Δημητρίου, τοῦ θείου Μυροβλύτου, οἰκεῖος καὶ συνήθης, Νέστωρ ἀήττητε.
Ξίφει ἐκτημθείς σου τὴν κεφαλήν, ὑπὲρ τῆς ἀγάπης, τοῦ Σωτῆρος τῆς κραταιᾶς, τούτῳ προσηνέχθης, ὡς θεῖον ἱερεῖον, καὶ παρ’ Αὐτοῦ ἀξίως, Νέστωρ δεδόξασθαι.
Σὺν τῷ Δημητρίῳ τῷ θαυμαστῷ, πρέσβευε ἀπαύστως, τῷ Παντάνακτι καὶ Θεῷ, Νέστωρ ἀθλοφόρε, πάσης ῥυσθῆναι βλάβης, τοὺς εὐλαβῶς τελοῦντας, τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Νέστωρ, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς Αὐτὸν παῤῥησίαν, ὡς δι’ ἀγάπην Αὐτοῦ, αἷμά σου τὸ τίμιον, ἐκχέας Ἅγιε, καθικέτευε πάντοτε, θερμῇ ἱκεσίᾳ, ὑπὲρ τῶν ἐκ πίστεως, παρακαλούντων σε, ὅπως, ἀναγκῶν καὶ κινδύνων, καὶ πολυειδῶν ἄλλων πόνων, ἀσινεῖς ἐν βίῳ διαμένωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
