Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλύτη
Ποίημα του πανιερωτάτου πρώην Θεσσαλονίκης Αγίου Αθανασίου Πατελάρου, του Κρητός
Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ Ὑπερμάχῳ.
Τοῦ μυροβλύτου ἐν ᾠδαῖς καὶ θείοις ἆσμασι, νῦν μελῳδήσωμεν πιστοὶ ὕμνον ἐπάξιον, τοῦ ὀλέσαντος τυράννου τὴν ὠμότητα, καὶ ἀπώσαντος Λυαίου τὴν θρασύτητα, καὶ Χριστὸν Θεοῦ Υἱὸν τρανώς κηρύξαντος, καὶ βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.
Ἄγγελοι ἐκπλαγέντες, οὐρανόθεν ὁρῶντες τὴν ἄθεον ὁρμὴν τοῦ τυράννου (ἐκ γ’)· καὶ σὺν τῇ ἀποφάσει αὐτοῦ, θανατούμενον ὄντα Δημήτριον κατήρχοντο καὶ ἤρχοντο, κραυγάζειν πρός Αὐτόν τοιαύτα·
Χαίροις, μαρτύρων σεπτῶν ἀκρότης·
Χαίροις, Ἁγίων φαιδρῶν λαμπρότης.
Χαίροις, ὅτι ὡς κατάδικος καταβᾶς πρὸς τὸν βυθόν·
Χαίροις, ὅτι ὡς ἀσώματος ἀναβᾶς πρὸς οὐρανόν.
Χαίροις, χοροστασίαις τῶν Ἀγγέλων οἰκήσας·
Χαίροις, ταῖς τιμωρίαις τοῦ τυράννου ὑποίσας.
Χαίροις, ἀπειλὰς βασιλέων σοβήσας·
Χαίροις, τὰς βουλάὰς τῶν ἐχθρῶν καταργήσας.
Χαίροις, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
Χαίροις, λαμπρὸν φρονήσεως ὅρισμα.
Χαίροις, ὁ ζῶν ψυχή σου καὶ θανών ἐν τῷ σώματι·
Χαίροις, ὁ τὴν ζωήν σου οὐρανοῦ ἔχων δόματι.
Χαίροις, μάρτυς Δημήτριε.
Βλέπων ὁ θεῖος Νέστωρ, ἑαυτὸν ἐν ἀνδρεία, φησὶ τῷ βασιλεῖ θαρσαλέως· τὸ ἐξαίσιον τῆς ἀπειλῆς ἀποτρόπαιον μοι τῆ ψυχῇ φαίνεται, Λυαῖον γὰρ τὸν ἄθεον, ἐγώ φονεύσω, κράζων·
Ἀλληλούια.
Γνῶσιν ἔνθεον ἔχων, τῶν μαρτύρων τὸ κλέος, Δημήτριος πρὸς τὸν τύραννον ἔφη· ἐξ ἀψύχων ὑλῶν, πῶς ἐστι γενέσθαι, τὸν Θεὸν λέξον μοι· πρὸς ὃν οἱ πιστοὶ σέβοντες Θεὸν βοῶμεν πλὴν ἐν φόβω·
Χαίροις, Θεσσαλονίκης λαμπτὴρ παμφαέστατος·
Χαίροις, Λυαίου νίκης ὑπάρχων ὑπέρτερος.
Χαίροις, τὸ θεῖον μύρον ἐκ τοῦ τάφου σου βρύων·
Χαίροις, τὸν θεῖον ζῆλον ἐν καρδία σου φέρων.
Χαίροις, ὅτι τὸ αἷμα σου ὑπῆρχε λουτήριον·
Χαίροις, ὅτι ἐξεῦρες ἁμαρτιῶν λυτήριον.
Χαίροις, τῶν εἰδώλων καταβάλλων τὴν πλάνην·
Χαίροις, τῶν τυράννων ἐξελέγχων τὴν μάνην.
Χαίροις, τὴν αἱμόρρουν ὑγιάνας τοῦ πάθους·
Χαίροις, τὴν ψυχήν σου ἐξελκύσας τοῦ βάθους.
Χαίροις, ὅτι Μαρῖνον ἐξερύσω τῆς λέπρας·
Χαίροις, ὅτι τὸν Ἴστρον τὸν πιστόν σου ἐπέρας.
Χαίροις, μάρτυς Δημήτριε.
Δύναμις οὐρανόθεν, κατεκράτησε τότε, τὸν Νέστορα πρὸς τὸ πολεμῆσαι, καὶ τὰ ὅπλα τὰ τούτου λαβῶν, τὴν Λυαίου ἄκραν ἰσχύν, εὐχερῶς καθεῖλεν, ἀποδούς θάνατον καὶ τότε πρὸς τὸν πάντων Σωτῆρα ἀνεβόα, ψάλλων·
Ἀλληλούια.
Ἔχων τὸν θεῖον πόθον, εὐσεβής μονοκράτωρ κατέχειν Δημητρίου τὸ σώμα· ἐξαπέστειλε τότε εὐθύς, ἀλλ’ αὐτὸς μὴ θέλων, τὸ πῦρ ἐκ τάφου ἐξέπεμψε καὶ θάνατον ἠπείλησε· καὶ εἶπον πρὸς αὐτόν, ἐκεῖνοι ἐν φόβῳ·
Χαίροις, ὁ τῶν θαυμάτων ποταμὸς ἀνεξάντλητος·
Χαίροις, τῶν τραυμάτων ἡ εἰκών ἡ ἀνέγκλητος.
Χαίροις, τὸ λείψανον σου μὴ διδοὺς προσιοῦσι·
Χαίροις, ἁγιασμόν σου σὲ διδοὺς προσκυνοῦσι.
Χαίροις, τὸ πῦρ ἐξάλλων ἐκ τοῦ θείου σου μνήματος·
Χαίροις, τὸ φώς νῦν φέρων τοῦ ἐνθέου ἐνδύματος.
Χαίροις, τοῦ τυράννου τὴν μανίαν ἐλέγξας·
Χαίροις, τῶν εἰδώλων τὴν λατρείαν κατάξας.
Χαίροις, λόγχαις ὀξυτάμοις νενυγμένος τὸ σῶμα·
Χαίροις, αἷμα σου ἀθέοις δεδωκώς ὤσπερ πόμα.
Χαίροις, καθαγιάσας πᾶσαν γῆν τῷ σῷ αἵματι·
Χαίροις, ὁ προσεγγίσαι κωλύσας τῷ σῷ σώματι.
Χαίροις, μάρτυς Δημήτριε.
Ζάλην ἄθεον ἔχων, λογισμῶν κακοδόξων, ὁ ἄφρων βασιλεύς εταράχθη· πρὸς τοὺς μάρτυρας μὲν καθορῶν, τὴν εἰδώλων πλάνην μὴ κηρύττοντας· ἡμεῖς δ’ αὐτῶν τὴν ἄδικον σφαγὴν τιμῶντες, λέγομεν οὕτως·
Ἀλληλούια.
Ἤκουσαν ἐκ περάτων, Δημητρίου τὸν φόνον, ὃν ἔδωκεν ὁ τύραννος ἄφρων· καὶ νοοῦντες αὐτὸν θανόντα, προσδραμόντες τούτου, τὰ σεπτὰ ἔβλεπον, πάσῃ τῆ γῆ, θαυμάσια πηγάζοντα, ὃν τιμῶντες εἶπον·
Χαίροις, ὁ ἀνταλλάξας τῶν φθαρτῶν τὰ οὐράνια·
Χαίροις, ὁ καταῤῥάξας τῶν κακῶν τὰ συνέδρια.
Χαίροις, συνεδριάζων τοῖς ἀύλοις Ἀγγέλοις·
Χαίροις, συγχοριάζων πολυμόχθοις Ἁγίοις.
Χαίροις, ὁ συνδουλεύων τοῖς ἀχράντοις Χερουβείμ·
Χαίροις, ὁ συνδιάγων τοῖς ἀμώμοις Σεραφείμ.
Χαίροις, Κυριοτήτων τὴν κυρίαν κατέχων·
Χαίροις, τῶν θείων θρόνων τὴν καθέδραν ἐνέχων.
Χαίροις, τῶν Ἀγγέλων ὁ θερμότατος σύνδουλος·
Χαίροις, Ἀρχαγγέλων ἐμφρονέστατος σύμβουλος.
Χαίροις, τῶν Ὁσίων τὸ σεπτὸν ἐγκαλλώπισμα·
Χαίροις, τῶν μαρτύρων τὸ λαμπρὸν ἀγαλλίαμα.
Χαίροις, μάρτυς Δημήτριε.
Θεοφόρον νομίζων, τὸν Δημήτριον ἔμφρων, θερμότατος ἀνήρ ἐν τῆ πίστει· καὶ ὡς λύτρον κατέχων αὐτόν, δι’ αὐτοῦ ἐῤῥύσθη φοβεροῦ δαίμονος καὶ ληψάμενος τὴν λύτρωσιν, ἐχάρη τῷ Κυρίῳ κραυγάζων·
Ἀλληλούια.
Ἴδε παῖς ὀρθοδόξων, ὁ Λεόντιος πάλαι, τὸ ἄφραστον τοῦ μάρτυρος κράτος, καὶ ἐλθών καὶ πρὸς τοῦτον αὐτὸς τὴν χλαμύδα ἔλαβεν αὐτοῦ, καὶ ἔσπευσε τὸν Ἴστρον ἐκπεράσαι καὶ βοήσαι ποσὸν ἀβρόχοις·
Χαίροις, ὁ τὴν χλαμύδα τερατουργοῦσαν ἔχων·
Χαίροις, ὁ μὴ κηλῖδα καταθολούσαν φέρων.
Χαίροις, ὅτι τὰ ῥεῖθρά σοι ὑπείκουσιν Ἴστρου.
Χαίροις, ὅτι σὰ ῥεῖθρα ἡμῖν φέρουσιν οἶκτον.
Χαίροις, ὁ τῶν βαρβάρων καταργήσας ἐνέδρας·
Χαίροις, ὁ τῶν μαρτύρων κατοικῶν τὰς καθέδρας.
Χαίροις, Θεσσαλονίκην τοῦ λιμοῦ ἀπαλλάξας·
Χαίροις, ἠλίου δίκην τοὺς πιστούς καταλάμψας.
Χαίροις, ὁ ῤύσας πάντας τῆς εἰδωλομανίας·
Χαίροις, ὁ λύσας πάντα τὰ δεσμά τῆς δουλείας.
Χαίροις, ὁ δοὺς τὴν χάριν πᾶσι τοῖς προσιοῦσι·
Χαίροις, ὅτι σὺ πάρει ἀεὶ τοῖς σὲ αἰνοῦσι.
Χαίροις, μάρτυς Δημήτριε.
Κήρυκες ψυχοφθόροι γεγονότες οἱ πλάνοι, ἀνέτρεχον πρὸς Θεσσαλονίκην, ἐκτελέσαντες εἰδωλισμὸν καὶ κηρύξαντες ἀθεϊσμὸν ἄπασιν· ἀφέντες δὲ τυράννους, ὤσπερ ἄνους οἱ Μάρτυρες εἶπον·
Ἀλληλούια.
Λάμψας ὁ θεῖος Νέστωρ, σὺν σεπτῷ Δημητρίῳ ἀπέβαλεν τοῦ ψεύδους τὸν ζόφον· τὰ γὰρ εἴδωλα πάνυ στεῤῥῶς, ἀναθεματούντες εὐχερῶς πέπτωκεν, οἱ πιστοί δὲ σωθέντες ἐβόων πρὸς τοὺς ἐναθλούντας·
Χαίροις, στεῤῥόν Δημήτριε ἔρεισμα·
Χαίροις, στιλπνόν ὦ Νέστορ ἀγλάισμα.
Χαίροις, Νεστορίῳ τὴν ἰσχὺν χαρισάμενος·
Χαίροις, τῷ Λυαίῳ τὴν φθορᾶν δωρησάμενος.
Χαίροις, πρῶτος ἐλέγξας τοῦ τυράννου τὸν τῦφον·
Χαίροις, δεύτερος στέρξας τοῦ προτέρου τὸν τύπον.
Χαίροις, ὁ ταῖς λόγχαις δεξάμενος θάνατον·
Χαίροις, οὖ τῷ ξίφει ζωὴν λαβών ἄφθαρτον.
Χαίροις, ἐν φυλακή φονευθείς ὡς κατάδικος·
Χαίροις, ὁ ἐν τῇ γῇ κηρυχθείς ὡς ἀθάνατος.
Χαίροις, ὁ πρὸ θανάτου ἐνεργῶν τὰ τεράστια·
Χαίροις, καὶ μετὰ πότμον ἐκτελῶν τὰ θαυμάσια.
Χαίροις, μάρτυς Δημήτριε.
Μέλλουσα τῶν μαρτύρων, ἡ δυὰς ἡ ἀγία, μεθίστασθαι ἀπὸ τοῦ νῦν κόσμου, ἐπεδόθησαν ἄμφω στεῤῥῶς τῷ ἀνόμῳ φόνῳ, οἱ σεπτοὶ μάρτυρες, διόπερ ἐξεπλάγησαν οἱ ὁρῶντες καὶ ἐβόησαν τῷ Κυρίῳ·
Ἀλληλούια.
Νέον ἆσμα εὑρόντες, γοερὸν Δημητρίου βοῶμεν τὸν ἐξόδιον ύμνον· ἐξ ἀθέου τυράννου γὰρ νῦν, αὐθαδῶς ἐσφάγη, ὅτι οὐκ ἔθυσε τοῖς βδελυκτοῖς εἰδώλοις, ὃν ἀνυμνοῦντες θερμῶς βοῶμεν·
Χαίροις, ὡς νεκρὸς ἐν τῷ τάφῳ φερόμενος·
Χαίροις, ὤσπερ ζῶν ἐν τῷ πόλῳ ἑλκόμενος.
Χαίροις, νέον λουτρὸν τῷ σῷ αἶματι δείξας·
Χαίροις, τὴν σὴν ψυχὴν μετ’ Ἀγγέλων συμμίξας.
Χαίροις, ὃν ἀνυμνοῦσιν ἐν τοῖς πέρασι κόσμου·
Χαίροις, ὅτι ἀντλοῦσι τοῦ σοῦ μύρου εὐόσμου.
Χαίροις, λαμπτήρ ἐν τῷ μέσῳ μαρτύρων·
Χαίροις, βολὶς τῶν ἐνθέων χαρίτων.
Χαίροις, ὁ φοινιχθείς ἁγίῳ σου αἵματι·
Χαίροις, ἁγιασθείς καὶ θείῳ σου σώματι.
Χαίροις, ἀμαραντίνους δεξάμενος στεφάνους·
Χαίροις, τοὺς ἀοιδίμους κατοικῶν νῦν θαλάμους.
Χαίροις, μάρτυς Δημήτριε.
Ξένον θαῦμα ὁρῶντες, τῶν μαρτύρων τὸ θάρσος τὰ εἴδωλα στεῤῥῶς μεταθέντων· διὰ τοῦτο γὰρ ὁ ὑψηλός, τοῖς ἐν γῆ οἰκοῦσιν εὐθαρσῶς, δέδωκεν εἰδώλων τὰ τοξεύματα βάλλειν· πρὸς ὃν νῦν βοώμεν·
Ἀλληλούια.
Ὅλος ἦν ἐν τοῖς ἄνω, τῷ νοΐ καὶ οὐδόλως ἀπῆν ὁ καθαρώτατος Μάρτυς, τῇ ἰσχύι τῇ θεϊκῇ τῶν εἰδώλων τὴν πλάνην τρανῶς ὤλεσε καὶ τὸν Χριστὸν κηρύξας παῤῥησία, ἀκούει ούτως·
Χαίροις, ὅτι ἐφρόνεις τὰ Χριστοῦ τοῦ Θεοῦ σου·
Χαίροις, ὅτι ἐπόθεις τὰ τερπνᾶ παραδείσου.
Χαίροις, δρόμον οὐρανοῦ ὑψηβάτης φοιτήσας·
Χαίροις, δόμους καθαροῦς ἐν ὑψίστοις οἰκήσας.
Χαίροις, ὅτι Ἀγγέλους συνοδίτας νῦν ἔχεις·
Χαίροις, ὅτι Ἁγίους συμπολίτας κατέχεις.
Χαίροις, σάλπιγξ ἀγία τὸν Χριστόν σου κηρύξας·
Χαίροις, ἄλπεις ἀχράντους Παραδείσου οἰκήσας.
Χαίροις, ἕνεκα μύρου τοῦ ἐνθέου σου σώματος·
Χαίροις, ἄθεον λῆρον ὁ ἐλέγξας τοῦ σκώμματος.
Χαίροις, σὺ γὰρ πλεκτάνας βασιλέως διέῤῥηξας·
Χαίροις, σὺ γὰρ τὰς πλάνας τῶν εἰδώλων κατέαξας.
Χαίροις, μάρτυς Δημήτριε.
Πᾶσαν χάριν ἐδέξω, οὐρανόθεν ὦ μάρτυς Δημήτριε, παράδοξα πράττειν, τὸν ἀπρόσιτον γὰρ ὡς Θεὸν γεγονέναι ἔφης, προσιτὸν ἄνθρωπον καὶ τοῦτον μὲν ὑπάρχοντα Υἱὸν Θεου· διὸ Αὐτῷ ᾄδωμεν οὕτως·
Ἀλληλούια.
Ῥήτορας πολυστρόφους, τοὺς τυράννους ἀσόφους ἀπέδειξας Δημήτριε μάρτυς· ἀποροῦσι γὰρ βλέπειν, τὸ πῶς τῶν εἰδώλων πλάνην καταργῆσαι ίσχυσας· ἡμεῖς δὲ τὸ παράδοξον θαυμάζοντες ἐν σοὶ βοώμεν·
Χαίροις, τὸ ῥόδον τῆς παρθενίας·
Χαίροις, τὸ ἄκρον τῆς ἐγκρατείας.
Χαίροις, ὁ πρὸ τοῦ φόνου καθαρῶς βιοτεύσας·
Χαίροις, ὁ μετὰ φόνον πρὸς Θεὸν συνοδεύσας.
Χαίροις, ἐν ὦ ἡ λάμψις τοῦ Θεοῦ μὲν ἐνίδρυσε·
Χαίροις, ἐν ὦ ἡ χάρις τῆς Τριάδος ἐνῴκησε.
Χαίροις, τῶν εὐσεβούντων ἡ ὀρθότης καὶ στάθμη·
Χαίροις, τῶν ἀπιστούντων ἡ ὀξυτόμος σπάθη.
Χαίροις, ὁ ἀνατέλλων τὰς ἠλίου ἀκτίνας·
Χαίροις ὁ καταστέλλων τὰς τυράννου μανίας.
Χαίροις, δένδρον χαρίτων πολλούς φέρων τοὺς καρπούς·
Χαίροις, τῶν καλλινίκων σὺ φέρων τοὺς βλαστούς.
Χαίροις, μάρτυς Δημήτριε.
Σώσαι μέλλων τὸ γένος Ὀρθοδόξων ὁ Μάρτυς, τῆς πλάνης τῶν ἀθέων εἰδώλων, αὐτεπάγγελτος ἦλθεν εὐθὺς πρὸς αὐτὸν τὸν πλάνον καὶ μωρὸν τύραννον κηρύξας τὸν Κύριον ὡς τέλειον Θεὸν ἐβόα πρὸς αὐτὸν το·
Ἀλληλούια.
Τεῖχος εἶ τῶν μαρτύρων, ἀθλοφόρε καὶ Μάρτυς, καὶ πάντων τῶν εἰς σὲ προσφευγότων σὺ γὰρ τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν φανερῶν ἅπασι, καθεῖλες δὲ τὸν τύραννον καὶ είδωλα· ἡμεῖς δὲ σοὶ βοώμεν·
Χαίροις, τὴν ῥῶσιν ἀσθενοῦσι παρέχων·
Χαίροις, τὴν ῥύσιν τοῦ αἱμόρρου συνέχων.
Χαίροις, τοῖς ὑμνηταῖς σου πᾶσαν χάριν πορίζων·
Χαίροις, στήλη τῶν χαρίτων ὑπάρχων.
Χαίροις, θεία δυνάμει τῶν εἰδώλων κατάρχων·
Χαίροις, ἁγνὸν Θεοῦ καταγώγιον.
Χαίροις, σεμνὸν Χριστοῦ τὸ ἐκλόγιον·
Χαίροις, ὅτι τὸ αἷμα ὤσπερ βάπτισμα ἔσχες.
Χαίροις, ὅτι τὸ σῶμα τῷ θανάτῳ παρέσχες·
Χαίροις, πύργος ὁ φθάνων ἀπὸ γῆς πρὸς οὐρανόν·
Χαίροις, ὅτι ὑπάρχεις τῶν εὐσεβῶν ὁ κανών.
Χαίροις, μάρτυς Δημήτριε.
Ὕμνον ἅπαντες Μάρτυς, τῆς ἐξόδου σου τάφῳ προσφέρομεν ἡμεῖς, οἱ σοὶ δούλοι· δακρυῤῥόους δ’ ᾠδὰς καὶ ψαλμούς εἶ καὶ προσφέρομεν σοι, οὐδαμῶς ἄξιον τῆς σῆς τελοῦμεν, ὢν πρέπει σοὶ ταφῆς, ἀλλ’ οὗν βοῶμεν τῷ Σωτῆρι·
Ἀλληλούια.
Φωτοφόρος ὁ τάφος, ἀνεδείχθη σου Μάρτυς, τὴν χάριν ὤσπερ φῶς ἐξανάπτων προσιοῦσι τε πᾶσιν χαρὰν καὶ ὑγιείαν, ἄφνω ἀποδούς ἔπεμπεν· ἡμεῖς δ’ οὗν σοὶ προσιώντες νῦν ἑκβοώμεν·
Χαίροις, ὁ τοῦ ἐμπρησμοῦ τὸν ναόν σου φυλάξας·
Χαίροις, ὁ τοῦ πονηροῦ τὰς ἐνέδρας συνθλάσας.
Χαίροις, τῶν Σλαβίνων ἐκδιώξας τὸ ἔθνος·
Χαίροις, τῶν εἰδώλων κατέαξας τὸ κράτος.
Χαίροις, τῶν βαρβάρων ἀποβάλλων τὰ θράση·
Χαίροις, τῶν τυράννων καταβάλλων ἐπάρσεις.
Χαίροις, ὁ φυλάξας τὴν πόλιν σου ἄτρωτον·
Χαίροις, ὁ ταράξας τὴν πλάνην τὴν ἄθεον.
Χαίροις, Ὀνησιφόρον τῆς κλοπῆς τιμωρήσας·
Χαίροις, βλάβην εἰδώλων ἐκ τῆς γῆς καταργήσας.
Χαίροις, προσφευγότων ἀσφαλές παραμύθιον·
Χαίροις, προσιόντων τῆς ψυχῆς τὸ σωτήριον.
Χαίροις, μάρτυς Δημήτριε.
Χάριν ἄνωθεν ἔχων, ὦ Δημήτριε πάσας, ἐδίωξας ἐχθρῶν τὰς ἐνέδρας· ἐκηρύχθης δὲ ἐπὶ γῆς, ὡς στεῤῥός ὁπλίτης τῆς χάριτος Χριστοῦ καὶ ῥίψας οὖν τὰ εἴδωλα, συμψάλλεις μετὰ πάντων ούτως·
Ἀλληλούια.
Ψάλλομεν σου τὸ θαῦμα, ὅπερ γέγονε Μάρτυς, ἡνίκα τὴν σὴν πόλιν προδοῦναι, ἀπεφήνατο ἀπίστοις Θεός, ἐξαπέστειλεν Ἀγγέλους εἰπεῖν σοὶ τάχιστα· ἐκβλήθητι, μακρύνθητι καὶ ἄπιθι τῆς πόλεως, ὅθεν βοώμεν·
Χαίροις, ὅτι βουλή σου ἡ σῇ πόλις ἐλήφθη·
Χαίροις, ὅτι ἰσχύι σου ὁ ἐχθρὸς κατηργήθη.
Χαίροις, ὁ Ἀχιλλείῳ ὑπαντήσας φυγῇ σου·
Χαίροις, ὁ Νεστορίῳ ἀποστείλας ἰσχύν σου.
Χαίροις, ὁ τόν Λυαῖον καταβάψας ἐν αἶματι·
Χαίροις, ὁ τοὺς ἀπίστους καταθραύσας ἐν πνεύματι.
Χαίροις, ὁ στερεώσας πόλιν σῇ παρουσίᾳ·
Χαίροις, ὁ ἀπολέσας ταύτην σῇ ἀπουσίᾳ.
Χαίροις, ὁ ὑμνολόγους ἀγαπῶν ἐν τῷ τάφῳ σου·
Χαίροις, ὁ ψευδολόγους θανάτων ἐν τῷ κράτει σου.
Χαίροις, ἡμῖν χαρίζων τῶν χαρίτων τὸ πέλαγος·
Χαίροις, πᾶσι πορίζων τοῦ σοῦ μύρου τὸ ἔλεος.
Χαίροις, μάρτυς Δημήτριε.
Ὦ μαρτύρων τὸ ζεῦγος, οἱ κηρύξαντες πᾶσι Θεὸν τὸν ὑπερούσιον Λόγον (ἐκ γ’)· ἐξοδίους ὑμεῖς, ὑμνολόγους ᾠδὰς δεξάμενοι ἀπὸ πάσης νῦν με συμφορᾶς ῥύσασθε, καὶ τῆς μελλούσης θλίψεως, ὑμῶν πρεσβείαις, τὸν ἐκβοῶντα τῷ Κυρίῳ·
Ἀλληλούια.
Καὶ αὑθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ Ὑπερμάχῳ.
Τοῦ μυροβλήτου ἐν ᾠδαῖς καὶ θείοις ἆσμασι, νῦν μελῳδήσωμεν πιστοί, ὕμνον ἐπάξιον, τοῦ ὀλέσαντος τυράννου τὴν ὠμότητα καὶ ἀπώσαντος Λυαίου τὴν θρασύτητα, καὶ Χριστὸν Θεοῦ Υἱόν, τρανῶς κηρύξαντος καὶ βοήσωμεν· Χαίροις, μάρτυς Δημήτριε.
