Μετάβαση στο κύριο περιεχόμενο

Χαιρετισμοὶ εἰς τὸν Ἅγιο Μάρτυρα Νέστωρ

  Χαιρετισμοί εις τον Άγιο Μάρτυρα Νέστωρ


Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη


Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τοῦ Δημητρίου μαθητὴν τὸν θεῖον Νέστορα, ἐγκωμιάσωμεν ἐν ὕμνοις ὦ φιλέορτοι, διηγούμενοι τὰς θείας αὐτοῦ ἀθλήσεις· τὸν Λυαῖον γὰρ ἐν πάλη ἐθανάτωσε, καὶ ἐν ἔργοις τὸν Χριστὸν λαμπρῶς ἐδόξασεν· ὅθεν κράζομεν· χαῖροις Νέστωρ πανθαύμαστε.

Ἄγγελοι μετ᾿ ἀνθρώπων, χαρμοσύνως τιμῶσι, τὸν Νέστορα ἐν ὕμνοις ἐνθέοις (ἐκ γ΄)· καὶ τῷ ἀγωνοθέτῃ Χριστῷ, τῷ ἐν Μάρτυσιν αὐτὸν ἐν οὐρανοῖς τάξαντι, λατρεύοντες, ἐγκώμια τῷ Μάρτυρι, προσείπωμεν τοιαῦτα·

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε, δι᾿ οὗ ὁ ἐχθρὸς ἐνικήθη.
Χαῖρε, Δημητρίου σεπτὸν ἐγκαλλώπισμα·
χαῖρε, τῶν Μαρτύρων πανένδοξον ἄγαλμα.
Χαῖρε, Μάρτυς θεοφρούρητε τοῦ Λυαίου νικητά·
χαῖρε, τέκνον Δημητρίου, τοῦ Κυρίου Ἀθλητά.
Χαῖρε, ὅτι ἐδείχθης τῆς Τριάδος ὁπλίτης·
χαῖρε, ὅτι κηρύττεις Δημητρίου τὴν πίστιν.
Χαῖρε, τοῦ Δαυῒδ ἀντίγραφον τέλειον·
χαῖρε, τῶν πιστῶν ὑπόδειγμα ἄριστον.
Χαῖρε, δι᾿οὗ ὁ Χριστὸς ἀνυμνεῖται·
χαῖρε,  δι᾿οὗ ὁ σατὰν ταπεινοῦται.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Βλέπων ὁ Χριστομάρτυς, τοῦ Λυαίου τὸ θράσος, φησὶ τῷ βασιλεῖ θαρσαλέως, τὸν πανίσχυρον σου παλαιστήν, τὸν Λυαῖον δός μοι εἰς ἀγώνισμα πάλης· Τριάδος δὲ τὴν δύναμιν, ἐν πίστει προσκυνῶν βοήσω·

Ἀλληλούϊα.

Γνῶσιν ἄῤῥητον ἔχων, ὁ τρισόλβιος Νέστωρ, ἐβόησε τῷ ἄνακτι· οὕτως ἐν δυνάμει Χριστοῦ, ἐκζητῶ μετὰ Λυαίου συμπλακῆναι σήμερον· διὸ αὐτοῦ θαυμάζοντες τὴν πίστιν, προσφωνοῦμεν οὕτω·

Χαῖρε, Χριστοῦ Θεανθρώπου δοῦλε·
χαῖρε, πιστῶν ἀθλουμένων φίλε.
Χαῖρε, ὑπὲρ λόγον τὸν Λυαῖον νικήσας·
χαῖρε, ἐν Κυρίῳ τὸν ἐχθρὸν ταπεινώσας.
Χαῖρε, κλίμακα πανθαύμαστον μαρτυρίου ἀναβάς·
χαῖρε, γέφυραν πρὸς θάνατον ἐν Τριάδι ὑπερβάς.
Χαῖρε, τῆς Ἐκκλησίας πολυθαύμαστον κλῆμα·
χαῖρε, τοῦ Βασιλέως πολυστένακτον πῆμα.
Χαῖρε, τὸ φῶς ὁ δείξας τοῖς Μάρτυσι·
χαῖρε, Χριστὸν κηρύξας τοῖς πέρασι.
Χαῖρε, ἀνάκτων ταπεινώσας τὴν πλάνην·
χαῖρε, Μαρτύρων ἐνισχύσας τὴν πίστιν.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Δύναμις τοῦ Κυρίου, ἐπεστήριξεν ὄντως, τὸν Μάρτυρα Χριστοῦ ἐν σταδίῳ καὶ Λυαῖον τὸν πάνυ ἰσχυρόν, ἐν δυνάμει θείᾳ ἰσχυρῶς ἔπληξεν, ὁ Νέστωρ καὶ τοῖς πιστεύουσι τῷ Λόγῳ, καθωδήγησε ψάλλειν·

Ἀλληλούϊα.

Ἔχων ἐν τῇ καρδίᾳ, τὴν εὐχὴν Δημητρίου, προσῆλθεν εἰς τὸ στάδιον Νέστωρ, καὶ φωνήσας, ὁ Θεὸς τοῦ Δημητρίου βοήθει μοι, τὸν Λυαῖον κατέβαλε· διὸ ἡμεῖς ἐν ᾄσμασι βοῶμεν πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, Κυρίου εὐῶδες κλῆμα·
χαῖρε, πιστῶν θεόσταλτον κτῆμα.
Χαῖρε, γεωργήσας ψυχὴν τὴν ἀθάνατον·
χαῖρε, φυτουργήσας τὰ ἄνθη τοῦ Πνεύματος.
Χαῖρε, Μάρτυς ἐναθλήσας ἐν σταδίῳ θαυμαστῶς·
χαῖρε, πρότυπον ἀθλούντων ἐν ἀγῶσι σθεναρῶς.
Χαῖρε, τοῦ Δημητρίου βιοτὴν ἀντιγράψας·
χαῖρε, τὰς τοῦ Κυρίου ἀληθείας διδάξας.
Χαῖρε, σεπτῆς θυσίας τὸ σφάγιον·
χαῖρε, πιστοῦ λαοῦ τὸ ὀσφράδιον.
Χαῖρε, Χριστοῦ πρὸς θνητοὺς εὐλογία·
χαῖρε, βροτῶν πρὸς Θεὸν ἱκεσίᾳ.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἐμπαθείας, ὁ τύραννος ἐν νῷ ἐσκοτίσθη, τὸν νικήσαντα θανατοῖ, ἀθέτων τὸ τοῦ ἀγῶνος νόμιμον· ἰδόντες δὲ αὐτοῦ τὴν ἄνοιαν, τῷ Λόγῳ οἱ πιστοὶ ἐβόων·

Ἀλληλούϊα.

Ἤκουσε μαθητοῦ ὁ διδάσκαλος τέλος καὶ ὕμνοις τὸν Χριστὸν ηὐχαρίστει· τῶν πιστῶν δὲ χοροὶ μαθόντες, τὴν τοῦ Νέστορος θείαν τελευτὴν ἔχαιρον καὶ ἐν ᾠδαῖς ἐνθέων ἐγκωμίων, αὐτὸν ὑμνοὺν οὕτω·

Χαῖρε, Χριστοῦ τοῦ Σωτῆρος Μάρτυς·
χαῖρε, ἁγίας Σιὼν οἰκήτωρ.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἡ ταπείνωσις·
χαῖρε, δυσσεβοῦς βασιλέως ἐκνίκησις.
Χαῖρε, ὅτι σαββατίζεις αἰωνίως ἐν Θεῷ·
χαῖρε, ὅτι τὰ ἐπίκηρα ἀπηρνήθης ἐν χαρᾷ.
Χαῖρε, τὸ τῶν Μαρτύρων ὑπερπόθητον κλέος·
χαῖρε, ὁ τῶν Ἁγίων ὑπερθαύμαστος κόσμος.
Χαῖρε, λαμπρὸν τῆς πίστεως ἄγαλμα·
χαῖρε, σεπτὸν τῆς χάριτος δώρημα.
Χαῖρε, δι᾿ οὗ ὁ σατὰν ἐνικήθη·
χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐδοξάσθη.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Θεοστήρικτος ὄντως, ὁ τρισόλβιος Νέστωρ, τῶν Μαρτύρων τὴν δόξαν ἐπόθει, ἐναθλήσας γενναίως ἐν γῆ, εἰς παστάδα Χριστοῦ χαίρων, εἰσελήλυθεν ὁ ἔνδοξος, συμψάλλων τοῖς Ἀγγέλοις οὕτως·

Ἀλληλούϊα.

Ἴδον Νέστορος ἄθλους, οἱ πιστοὶ Ἐκκλησίας, καὶ ἧτταν ἀσεβοῦς βασιλέως· καὶ τὴν πίστιν τιμῶντες αὐτοῦ, καὶ Χριστοῦ τὴν ἀήττητον δύναμιν, ἔσπευσαν ἐν ὕμνοις θεαρέστοις, τοῦ δοξάσαι τὸν Μάρτυρα οὕτω·

Χαῖρε, Ἡλίου ἀδύτου μύστης·
χαῖρε, τῆς θείας ζωῆς ὁ δείκτης.
Χαῖρε, ἐν Χριστῷ εὐτελίσας τὰ εἴδωλα·
χαῖρε, τῆς Τριάδος κηρύξας τὰ ἄδηλα.
Χαῖρε, ἄνακτα ἀντίχριστον ταπεινώσας ἐν Χριστῷ·
χαῖρε, Κύριον Θεάνθρωπον ἀποδείξας τὸν Χριστόν.
Χαῖρε, ὁ καθελὼν τὴν εἰδώλων δυσσέβειαν·
χαῖρε, ὁ ἀναιρῶν τὴν ἀνθρώπων παράνοιαν.
Χαῖρε, τοῦ θάῤῥους πιστῶν τὸ ὑπόδειγμα·
χαῖρε, τῆς τόλμης Ἁγίων τὸ στήριγμα.
Χαῖρε, πιστῶν ὁδηγὲ μαρτυρίου·
χαῖρε, κρατὴρ διδαχῆς οὐρανίου.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Κῆρυξ τῆς ἀληθείας, τοῦ Χριστοῦ ἐγεγόνει, ὁ Νέστωρ ἐν σταδίῳ ἀθλήσας· καὶ τομὴν κεφαλῆς ὑποστάς, τῶν πιστῶν καρδίας ἐν Χριστῷ ηὔφρανεν, οἵτινες ἐν χάριτι τῷ Λόγῳ, ἐβόων οὕτως·

Ἀλληλούϊα.

Λάμψας ὁ θεῖος Νέστωρ, ἐν φωτὶ Παρακλήτου, εἰσῆλθεν εἰς οὐράνιον δῶμα, καὶ ὡς Μάρτυς κλεινὸς τοῦ Χριστοῦ, σαββατίζει ἔνδοξος σὺν τοῖς Μάρτυσιν· ἡμεῖς δὲ καθορῶντες, αὐτοῦ τὴν δόξαν ἐκβοῶμεν·

Χαῖρε, ὑπόδειγμα εὐλαβείας·
χαῖρε, ταπείνωσις δυσσεβείας.
Χαῖρε, ὑπερήφανον τύραννον πλήξας·
χαῖρε, τῶν εἰδώλων τὴν πλάνην πατήσας.
Χαῖρε, Πνεύματι συντρίψας τὸν τοῦ σκότους ἀρχηγόν·
χαῖρε, πάθει σου στηρίξας τοὺς ποθούντας τὸν Θεόν.
Χαῖρε, Μάρτυς Κυρίου ταπεινώσας Λυαῖον·
χαῖρε, Θεσσαλονίκης θεοδώρητον τέκνον.
Χαῖρε, οὐρανίου χαρᾶς ἀπολαύων·
χαῖρε, αἰωνίου τρυφῆς συμμετέχων.
Χαῖρε, ὁ Μάρτυς τῆς Ἐκκλησίας·
χαῖρε, ὁ στῦλος τῆς μαρτυρίας.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Μέλλοντος Δημητρίου, ὑπὲρ Λόγου τυθῆναι, τῷ Νέστορι προεῖπε τοιάδε, καὶ Λυαῖον ἐν Θεῷ νικήσεις, καὶ ὑπὲρ Χριστοῦ σεπτῶς μαρτυρήσεις· διόπερ ἐκπλαγέντες οἱ θεόφρονες Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Νέον ἄνθος ὁ Μάρτυς, ἐκ λειμῶνος Κυρίου, ἐνδόξως οὐρανῷ ἐφυτεύθη, ἔνθα Λόγον λιτάζει ἀεί, τοῦ τηρῆσαι ἡμᾶς ἐν ἁγιασμῷ ἅπαντας, ἵνα ἐν χάριτι, βοήσωμεν αὐτῷ τοιαῦτα·

Χαῖρε, ὁ πύργος τῆς μαρτυρίας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, Ἀναστάντος κηρύττων ἀλήθειαν·
χαῖρε, θυσίας ἐκφαίνων ἀκρίβειαν.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ἀναψύχον τοὺς πιστούς·
χαῖρε, ἄνθος θεοφύτευτον, κατευφραῖνον τοὺς βροτούς.
Χαῖρε, ὁ ὁδοδείκτης πρὸς Χριστὸν πλανωμένων·
χαῖρε, ὁ καταδείξας τὴν δυσσέβειαν πλάνων.
Χαῖρε, τοῦ Λόγου θεία δυσώπησις·
χαῖρε, τοῦ κόσμου κλέος καὶ καύχησις.
Χαῖρε, χαρὰ ἀθλητῶν καὶ τερπνότης·
χαῖρε, τρυφὴ βιαστῶν καὶ γλυκύτης.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Ξένον θαῦμα ἰδόντες, οἱ πιστῶς προσκυνοῦντες, τοῦ Νέστορος μαρτύριον θεῖον, τὸν Θεάνθρωπον καὶ Λυτρωτὴν Χριστόν, εὐλαβῶς ἐγκωμιάζομεν· τὸν δὲ Μάρτυρα ὁρῶντες, ἐν τοῖς οὐρανίοις δώμασιν, ἐν χαρᾷ βοῶμεν·

Ἀλληλούϊα.

Ὅλῃ ψυχῇ καὶ καρδίᾳ, ἐρασθεὶς τοῦ Κυρίου, προσῆλθεν ἐν σταδίῳ ὁ Νέστωρ, καὶ Χριστὸν Θεὸν ἀληθῆ, ὡμολόγει καὶ πάντων κτιστῶν Κύριον, στηρίζοντα ἐν ὥρᾳ πάθους τοῦτον, ὃν ἐν ἐγκωμίοις τιμῶμεν·

Χαῖρε, Χριστὸν ἀγαπῶν ἐκ καρδίας·
χαῖρε, τὰ ἄνω πόθων θεοφρόνως.
Χαῖρε, τοῦ τυράννου ἀπροσδόκητον ἤττημα·
χαῖρε, τῶν Μαρτύρων πολυσέβαστον καύχημα.
Χαῖρε, δώρημα πανθαύμαστον τοῦ Κυρίου τῶν βροτῶν·
χαῖρε, ἄριστον ὑπόδειγμα θεοφρόνων Ἀθλητῶν.
Χαῖρε, ὁ ἐκζητὼν τὴν Χριστοῦ σωτηρίαν·
χαῖρε, ὁ κοινωνῶν τῆς Θεοῦ Βασιλείας.
Χαῖρε, δι᾿ οὗ ἐνικήθη δυσσέβεια·
χαῖρε, δι᾿ οὗ ἐκηρύχθη εὐσέβεια.
Χαῖρε, ἀστὴρ στερεώματος θείου·
χαῖρε, λαμπτὴρ Ἐκκλησίας Κυρίου.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Πᾶσα βρότειος φύσις, κατεπλάγη ἰδοῦσα, τὸ Νέστορος μαρτύριον θεῖον· τὸν Θεάνθρωπον γὰρ Ἰησοῦν, ὡμολόγει πᾶσιν ἀληθῆ Κύριον, λυτρούμενον πάντα ἄνθρωπον, ὑμνούμενον δὲ ἀσιγήτως οὕτως·

Ἀλληλούϊα.

Ῥήματα Δημητρίου, διδασκάλου ἐνθέου, ὁ Νέστωρ εὐλαβῶς ἀπεδέχθη· καὶ δραμὼν πρὸς τὸν παλαιστήν, προεκάλει τοῦτον ἐν ἀγωνίσμασιν· ἡμεῖς δὲ θαυμάζοντες αὐτοῦ τὸ εὔτολμον, βοῶμεν·

Χαῖρε, χάριτος Χριστοῦ ἐκμαγεῖον·
χαῖρε, Πνεύματος Ἁγίου δοχεῖον.
Χαῖρε, δυσσεβούντων ἐλέγξας παράνοιαν·
χαῖρε, ἀθλουμένων στηρίξας τὸ φρόνημα.
Χαῖρε, ὅτι κατῃσχύνθησαν τοῦ Λυαίου θαυμασταί·
χαῖρε, ὅτι ἐνικήθησαν δυσσεβείας ἐρασταί.
Χαῖρε, τῶν ἀντιχρίστων ἀρνηθεὶς τὸ πολύθεον·
χαῖρε, τῶν διωκόντων ἀποδείξας τὸ μάταιον.
Χαῖρε, ἀθέων συντριβῶν τὰ εἴδωλα·
χαῖρε, Μαρτύρων στηρίζων ἀγώνισμα.
Χαῖρε, τεῖχος πιστῶν Ὀρθοδόξων·
χαῖρε, πτῶσις δεινὴ κακοδόξων.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Σώσαι θέλων ὁ Νέστωρ, τὴν ψυχὴν ἀπηρνήθη, ἐπικηρῶν τρυφὴν καὶ τὴν δόξαν καὶ Θεὸν κηρύττων τὸν Χριστόν, τῶν Μαρτύρων χάριν, ἐπεπόθησεν· ἡμεῖς δὲ σὺν αὐτῷ τῷ Ἀθλοθέτῃ ἐν χαρᾷ βοῶμεν·

Ἀλληλούϊα.

Τεῖχος εἰ ἀθλουμένων, ὦ πανένδοξε Νέστορ, καὶ πάντων τῶν ποθούντων τὰ ἄνω· ὁ γὰρ τῆς σωτηρίας δοτήρ, σὲ ἀνέδειξε πανευκλεῆ Μάρτυρα, στηρίξας τὴν καρδίαν σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, τὸ στέφος τῆς Ἐκκλησίας·
χαῖρε, ὁ στῦλος τῆς ἀληθείας.
Χαῖρε, ὁδηγὲ τῶν Μαρτύρων τῆς πίστεως·
χαῖρε, προβολεῦ τῆς Χριστοῦ ἁγιότητος.
Χαῖρε, σὺ γὰρ κατενίκησας τὸν ἀντίπαλον ἐχθρόν·
χαῖρε, σὺ γὰρ ἐπεστήριξας τὸν τῆς χάριτος λαόν.
Χαῖρε, ὁ ταπεινώσας τὸν Λυαῖον ἐν Λόγῳ·
χαῖρε, ὁ ἐνισχύσας τῶν Μαρτύρων τὰ πλήθη.
Χαῖρε, σεπτὲ διδάσκαλε πίστεως·
χαῖρε, φωστὴρ ἔννομου ἀθλήσεως.
Χαῖρε, τρυφὴ τῶν Μαρτύρων καὶ δόξα·
χαῖρε, χαρὰ τῶν Ἁγίων καὶ κλέος.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Ὕμνοις ἐπευφημοῦμεν, Νέστορ Μάρτυς Κυρίου, τὴν τόλμην καὶ σὴν ἄθλησιν θείαν· Δημητρίου γὰρ πιστὸς μαθητής, ἐν σταδίῳ σὺ ἀναδειχθείς, Κύριον ὁμολόγων, ἀπέδειξας Θεὸν τὸν Ἰησοῦν, πρὸς ὃν ἐβόας·

Ἀλληλούϊα.

Φωτοδόχος ὁ Νέστωρ, τοῖς ἐν σκότει δεικνύει, Θεὸν Λόγον ἐν ἔργοις καὶ λόγοις· φωτισθεὶς γὰρ τῷ φωτὶ τοῦ Χριστοῦ, μετὰ θάῤῥους πρὸς μαρτύριον ἔσπευσε· νικήσας δὲ τὸν τύραννον, ἀκούει παρὰ πάντων οὕτω·

Χαῖρε, Χριστοῦ τῆς χαρᾶς δοχεῖον·
χαῖρε, ζωῆς ἁγίας ταμεῖον.
Χαῖρε, προσβολὴν ἀνατρέψας τυράννου·
χαῖρε, ἐν χαρᾷ ὑπομείνας βασάνους.
Χαῖρε, ὅτι τὸν Θεάνθρωπον ὡμολόγεις εὐθαρσῶς·
χαῖρε, ὅτι τὸν μισάνθρωπον ἐταπείνωσας δεινῶς.
Χαῖρε, τῆς Ἐκκλησίας στερεώσας τὴν πίστιν·
χαῖρε, τῆς δυσσεβείας καταῤῥίψας τὴν πλάνην.
Χαῖρε, Μαρτύρων ἔκπαγλον πρότυπον·
χαῖρε, Ἁγίων ἔνδοξον ἔκτυπον.
Χαῖρε, κρατὴρ θεϊκῆς εὐλογίας·
χαῖρε, στεῤῥὲ Ἀθλητὰ τῆς θυσίας.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Χάριν ἔχων ὁ Νέστωρ, Παρακλήτου πλουσίαν, τὰ μάταια ἐμφρόνως παρεῖδεν· αἰωνίων δὲ ἀγαθῶν ἐρασθείς, ὑπὲρ Χριστοῦ πρὸς τὸ θανεῖν ἔσπευδε, καὶ χάριτι τοῦ Πνεύματος, ἐβόα πρὸς τὸν Κτίστην οὕτως·

Ἀλληλούϊα.

Ψάλλοντες ἐκ καρδίας, θείου Νέστορος δόξαν, Χριστὸν τὸν Ἀθλοθέτην τιμῶμεν· δι᾿ Αὐτοῦ ὁ τὸ δέμας μικρός, Λυαῖον εὐχερῶς κατέβαλε· διὸ ἡμεῖς ἐν ᾄσμασι, βοῶμεν πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, πιστῶν Ὀρθοδόξων κλέος·
χαῖρε, ἁγίων Μαρτύρων τύπος.
Χαῖρε, Ἀθλητῶν πολυέραστον καύχημα·
χαῖρε, τῶν πιστῶν θεοδώρητον κήρυγμα.
Χαῖρε, πάντιμον ἀγλάϊσμα τῶν Μαρτύρων τοῦ Χριστοῦ·
χαῖρε, καύχημα καὶ πρότυπον Ὀρθοδόξου Ἀθλητοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας ἡ τιμὴ καὶ ὁ αἶνος·
χαῖρε, τῆς Βασιλείας ὁ σεπτὸς ἀθλοφόρος.
Χαῖρε, δι᾿ οὑ Χριστὸς μεγαλύνεται·
χαῖρε, δι᾿ οὗ σατὰν ἐκδιώκεται.
Χαῖρε, πιστῶν πρὸς Χριστὸν μεσιτεία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε, Νέστωρ πανθαύμαστε.

Ὦ πανθαύμαστε Νέστορ, ὁ τυθεὶς θεοφρόνως, ὑπὲρ πίστεως Λόγου ἀνάρχου (γ΄)· ταπεινὴν ἐκδεχόμενος ᾠδήν, ἀπὸ βέλους ῥῦσαι πειρασμοῦ ἅπαντας, καὶ πρὸς ζωὴν τὴν κρείττονα ὁδήγησον, τοὺς συμβοῶντας·

Ἀλληλούϊα.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τοῦ Δημητρίου μαθητὴν τὸν θεῖον Νέστορα, ἐγκωμιάσωμεν ἐν ὕμνοις ὦ φιλέορτοι, διηγούμενοι τὰς θείας αὐτοῦ ἀθλήσεις· τὸν Λυαῖον γὰρ ἐν πάλη ἐθανάτωσε, καὶ ἐν ἔργοις τὸν Χριστὸν λαμπρῶς ἐδόξασεν· ὅθεν κράζομεν· χαῖροις Νέστωρ πανθαύμαστε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Τι είναι η Προηγιασμένη Θεία Λειτουργία και κάθε πότε τελείται;

  Προηγιασμένη Θεία Λειτουργία: Η Εκκλησία μας καθόρισε όλες τίς Τετάρτες καί Παρασκευές τής Μεγάλης Τεσσαρακοστής νά τελείται η Λειτουργία τών Προηγιασμένων Δώρων. Κατά τή Λειτουργία αυτή δέν τελείται Θυσία, δέ γίνεται δηλαδή μεταβολή τού άρτου καί τού οίνου σέ Σώμα καί Αίμα Χριστού. Τά Τίμια Δώρα, ο Άρτος καί ο Οίνος είναι έτοιμα, έχουν προαγιασθεί (γι αυτό καί λέγεται Λειτουργία τών Προηγιασμένων Δώρων) κατά τήν προηγηθείσα θεία Λειτουργία τής Κυριακής, είναι πλέον Σώμα καί Αίμα Χριστού, καί απλώς προσφέρονται πρός μεταλήψη στούς πιστούς. Ο Ιερέας καθ εκάστη Κυριακή κόπτει από τό πρόσφορο τόν λεγόμενο «Αμνόν», δηλαδή τό τετράγωνο εκείνο τεμάχιο τής σφραγίδας πού γράφει ΙΣ-ΧΣ ΝΙ-ΚΑ, καί τό τοποθετεί επάνω στό ιερό Δισκάριο. Μετ ολίγο, κατά τή στιγμή τού «Σέ υμνούμεν», τό τεμάχιον αυτό τού άρτου θά μεταβληθεί διά τής ευλογίας τού Ιερέως σέ αυτό τούτο τό Σώμα τού Κυρίου, όπως καί ο οίνος, πού είναι στό ιερό Ποτήριο, θά μεταβληθεί καί αυτός σέ αυτό τούτο τό Αίμα τού Κυρίου. Όταν όμω...

Ὁ Ἅγιος Ρηγίνος ὁ Ἱερομάρτυρας 25 Φεβρουαρίου

  Ὁ Ἅγιος Ρηγίνος γεννήθηκε στὴ Λεβάδεια τῆς Βοιωτίας στὶς ἀρχὲς τοῦ 4ου αἰῶνα μ.Χ. ἀπὸ εὐσεβεῖς καὶ ἐνάρετους γονεῖς, οἱ ὁποῖοι τὸν βοήθησαν νὰ λάβει τὴ θύραθεν παιδεία ἀλλὰ καὶ τὴν ὀρθόδοξη ἀγωγή. Ἡ ἀγάπη του γιὰ τὸν Κύριο καὶ ἡ πνευματική του πρόοδος τὸν μεταμόρφωσαν σὲ σκεῦος ἐκλογῆς καὶ σὲ ναὸ τῆς Ἁγίας Τριάδος. Ὁ Ἅγιος ἔζησε τὴν ἐποχὴ ποὺ βασίλευσαν οἱ δύο υἱοὶ τοῦ Μεγάλου Κωνσταντίνου, ὁ μὲν Κωνστάντιος στὴν Κωνσταντινούπολη (Ἀνατολή), ὁ δὲ Κώνστας στὴ Ρώμη (Δύση). Καὶ οἱ δύο διάδοχοι τοῦ Μεγάλου Κωνσταντίνου εἶχαν ἀνατραφεῖ μὲ τὶς ἀρχὲς τῆς χριστιανικῆς πίστεως, ἀλλὰ ὁ μὲν Κωνστάντιος εἶχε συνειδητὰ ἀποδεχθεῖ τὸν Ἀρειανισμό, ὁ δὲ Κώνστας παρέμεινε πιστὸς στὶς δογματικὲς ἀποφάσεις τῆς Α’ Οἰκουμενικῆς Συνόδου. Καὶ οἱ δύο εἶχαν ὡς κοινὰ χαρακτηριστικὰ τῆς θρησκευτικῆς τους πολιτικῆς, ἀφ’ ἑνὸς μὲν τὴν καταπολέμηση τῆς ἐθνικῆς θρησκείας, ἀφ’ ἑτέρου δὲ τὴν ὑπεράσπιση τῆς ἑνότητος τῆς Ἐκκλησίας. Ἡ ἐκκλησιαστική τους πολιτικὴ εἶχε ὡς συνέπεια ὄχι μόνο τὴ συντήρηση, ἀλλὰ καὶ τὴν διε...

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...