Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀθλητὴς εὐσεβείας ἀκαταγώνιστος, ὡς κοινωνὸς καὶ συνήθης τοῦ Δημητρίου ὀφθεῖς, ἠγωνίσω ἀνδρικῶς Νέστωρ μακάριε, τὴ θεϊκὴ γὰρ ἀρωγή, τὸν Λυαῖον καθελῶν, ὡς ἄμωμον ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, τῷ Ἀθλοθέτῃ καὶ Θεῶ ἠμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν· καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος. Σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
