Μετάβαση στο κύριο περιεχόμενο

Ἀκολουθία Ἁγίου ἐνδόξου Νεομάρτυρος Ζαχαρίου Ἐπισκόπου Σητείας καὶ τῶν σὺν Αὐτῷ 26 Ἰουνίου

 ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΤΗ ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΖΑΧΑΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΣΗΤΕΙΑΣ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ ΚΛΗΡΙΚΩΝ ΤΕ ΚΑΙ ΛΑΪΚΩΝ ΤΩΝ ΥΠΟ ΤΩΝ ΑΓΑΡΗΝΩΝ ΣΦΑΓΗΑΣΘΕΝΤΩΝ ΚΑΤΑ ΤΑ ΕΤΗ 1821-1822 


῾ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ. 
Ιστῶμεν στίχους στ΄. καί ψάλλομεν Στιχηρά Προσόμοια. 
Ήχος δ’ Ως γενναίον εν μάρτυσι. 
Νεοάθλων αγλάϊσμα, αρχιερέων το καύχημα, καὶ Σητείας ένδοξον εγκαλλώπισμα, ιερομάρτυς πανέφημε, συντήρησον άπαντας εν ειρήνῃ σταθερα τοὺς τιμώντας την μνήμην σου παμακάριστε, και παντοίων κινδύνων τε και νόσων διαφύλαξον ατρώτους ταις πρὸς Θεὸν ικεσίαις σου. 
Ως θερμόν αντιλήπτορα, και ποιμένα πανάριστον, αρχιερέων καύχημα ευφημούμεν σε, ότι θανείν προτετίμηκας, υπερ του ποιμνίου σου, και βαρβάρων δυσμενών, την οφρύν κατεπάτησας, και ανέδραμες τω Θεώ σου παμάκαρ Ζαχαρία, ον ικέτευε απάυστως νεομαρτύρων αγλάισμα. 
Δια ξίφους τον θάνατον, υπομείνας πανέφημε, νεομάρτυς ένδοξε καρτερόψυχε, και προς τον κτίστην ανέδραμες, ικέτης γενόμενος, των τιμώντων σου αεί, την σεβάσμιον άθλησιν, και τελούντων σου τα μνημόσυνα πάτερ Ζαχαρία, ον ικέτευε απαύστως αρχιερέων το καύχημα. 
Τοις τιμίοις αγώσι σου, πάθος τίμιον ένδοξε, του Χριστού αοίδοιμε εξεικόνισας, και στεφηφόρος γενόμενος, τα άνω βασίλεια, μετά πάντων κατοικείς Ζαχαρία γηθόμενος και θεούμενος, κατά μέθεξιν θείαν, δια τούτο, το σεπτό σου τε και θείον επιτελούμεν μνημόσυνο. 
Ήχος πλ.β’ 
Δόξα… 
Νεομάρτυρες ένδοξοι, μέχρι τέλους εμείνατε, πιστοί, καρτερόψυχοι’ μαρτυρούντες γαρ τον μόνον αληθινόν Θεόν, και Δεσπότην το αίμα εξεχέατε υπέρ Χριστού του Θεού, και ως νεόσφαχτα πρόβατα αυτώ προσήχθητε’ διό παρρησίαν έχοντες, αυτώ εκτενώς ικετεύσατε, υπέρ ειρήνης του κόσμου, και σωτηρίας των ψυχών ημών. 
Και νυν... το α’ θεοτοκίον του πλ.β’. 
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. 
Ήχος α’ 
Ευραίνου εν Κυρίω η αγιότοκος νήσος Κρήτη, σκίρτα και χόρευε ως νύμφη εκλεκτή, ότι εκ σου εβλάστησαν εν ταις ημέραις ημών ως ρόδα μυρίπνοα οι Χριστού νεομάρτυρες. Αυτών ταις ικεσίαις φιλάνθρωπε, είρηνην τη οικουμένη σου δώρησαι και ταις ψυχαίς ημών το μέγα έλεος. 
Δεύτε πάντες οι πιστοί, των Αγίων νεομαρτύρων, εν ψαλμοίς και ύμνοις την πανέδοξον αυτών μνήμην ευφημήσωμεν, τὸν Ζαχαρίαν Σητείας, ιερείς, και μοναστάς,άνδρας τε και γυναίκας, παιδία τε και, διδασκάλους ημών, αξίως μακαρίζοντες, συμφώνως εκβοήσωμεν· Αγωνοθέτα Χριστέ, ο Θεὸς ημων, ταις αυτων ικεσίαις παράσχου ειρήνην τη Εκκλησία σου, καὶ ταίς ψυχαίς ημών τὸ μέγα ἔλεος. 
Ήχος δ ΄. 
Διττόν τον στέφανον εδέξω παρά Θεού, Ζαχαρία μακάριε, πρώτον μεν ως ιεράχρης την εκκλησίαν εκόσμησας, ύστερον δε ως ιερομάρτυς Χριστού, αυτήν επορφύρωσας. Όθεν και ημείς την εικόνα σου ασπαζόμενοι, εκ βάθους καρδίας λέγομεν' αυτού ταις ικεσίαις Χριστέ ο Θεός, ειρήνην τω κράτει σου δώρισαι και ταις ψυχαίς ημών το μέγα έλεος.
Ήχος β΄. 
Δεύτε φίλαθλοι, των αθλητών το καύχημα Ζαχαρίαν τον θείον ύμνοις τιμήσωμεν’ούτος γαρ στερώς εγκαρτερήσας, τη του ξίφους εκτομή, τω Θεώ το πνεύμα παρέδωκε και διαμένον στέφος εκληρώσατο, όθεν δυσωπεί ο νεόαθλος, του ρυσθήναι κινδύνων, τους εν πίστει και πόθω τελούντας την μνήμην αυτού. 
Δόξα… 
Δεύτε φιλομάρτυρες πάντες, επί τη μνήμη των νέων αθλοφόρων, πνευματικώς πανηγυρίσωμεν, και τω μόνω αληθινώ θεώ και Δεσπότη εκ βάθους καρδίας εκβοήσωμεν λέγοντες. Αυτών ταις παρακλήσεσι Χριστέ, τα σα ελέη τω κόσμω σου δώρισαι και ταις ψυχαίς ημών το μέγα έλεος. 
Και νυν… 
Την πάσαν ελπίδα μου εις σε ανατίθιμι, Μήτερ του Θεού φυλαξόν με υπό την σκέπην σου. Απόστοιχα 
Ήχος πλ.ά. Χαίροις ασκητικών. 
Χαίροις αρχιεράρχα Θεού, νεομαρτύρων ιερότατον καύχημα, γεναίως επ’ ώμων άρας τον του Κυρίου σταυρόν, εν εσχάτοις χρόνοις παναοίδιμε, ματρύρων ομόσκηνε, αρχιερέων αγλάισμα, της νήσου Κρήτης ο βλαστός ο αμάραντος, ο μυρίπνοος, ο ευώδης, ο κάλλιστος. Μάρτυς Χριστού πανέφημε την ποίμνην σου φύλαττε, από κυνδύνων και νόσων και πάσης άλλης κακώσεως. Αυτόν εκδυσώπει τον παρέχοντα τω κόσμω το μέγα έλεος. 
-Θαυμαστός ο Θεός εν τοις αγίοις αυτού. 
Δεύτε μαρτυρικήν αδελφοί, ανεφημήσωμεν θεόλεκτον φάλαγγα, ανδρίως σφαγηασθείσα υπό βαρβάρου λαού, Ζαχαρίου ταύτης προεξάρχοντος. Στρατόν θεοσύλλεκτον, γενναιότατον σύνταγμα, των αθλοφόρων του Θεού τους ομόσκηνους και της πίστεως ιερότατα σφάγεια. Άγιοι νεομάρτυρες γενναίως ηθλήσατε υπέρ Χριστού του Δεσπότου και Βασιλέως της κτίσεως. Αυτόν δυσωπείτε τον παρέχοντα τω κόσμω το μέγα έλεος. 
-Τοις αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος. 
Χαίροις νεομαρτύρων πληθύς, της εκκλησίας ιερότατα σφάγεια, οι πάντων αρνησιθρήσκων, υπογραμμοί θαυμαστοί και στρατός γενναίος του παντάνακτος, τα άνθη τα εύοσμα παραδείσου τα κάλλιστα’ νέοι αστέρες, εκκλησίας στερέωμα οι φωτίσαντες και την γήν ουρανώσαντες. Άγιοι νεομάρτυρες οι χρόνοις μεν έσχατοι και θαραλαίοι βασάνοις’ υπομονής στύλοι άσειστοι . Χριστόν δυσωπείτε, ταις ψυχαίς ημών δοθήναι χάριν και έλεος 
Ήχος πλ.δ΄ 
Δόξα… 
Δεύτε πιστοί της νήσου Κρήτης τα νεόδρεπτα ρόδα, ύμνοις τιμήσωμεν λεγοντες’ χαίροις φάλαγγα θεοστεφή, νεοάθλων ματύρων, παρατάξεως Κυρίου. Χαίρετε άνθη μυρίπνοα, της εκκλησίας αμάραντα, αστέρες νεολαμπείς, του νοητού στερεώματος. Πρόβατα νεόσφαχτα του Χριστού, Αυτόν ικετεύσατε υπέρ ειρήνης του κόσμου και σωτηρίας των ψυχών ημών. 
Και νυν… 
Ανύμφευτε παρθένε… 
Απολυτίκια 
Ήχος δ΄ Ταχύ προκατάλαβε.
Χριστού επορφύρωσας την εκκλησίαν σοφέ, ροαίς των αιμάτων σου ιερομάρτυς θεού Ζαχαρία πανέφημε, όθεν και ορθοδόξων ο φιλάγιος δήμος χαίρει τη συ αθλήση και βοά τω Κυρίω’ αυτού ταις ικεσίαις Φιλανθρωπε,σώσον τας ψυχάς ήμων. 
Δόξα πατρί… 
Ήχος πλ.ά. Τον συνάναρχον Λόγον. 
Στρατιώται Κυρίου και καρτερόψυχοι, εν εσχάτοις τοις χρόνοις Χριστω ηθλήσατε καί αγάπη θεϊκη νούν επτερώσατε, ομολογήσατε Αυτόν, υπέρ ου τάς κεφαλάς, ετμήθητε στερροψύχως και τω Δεσπότη απαύστως υπέρ ημών καθικετεύσατε. 
Και νύν…Χαίρε πύλη Κυρίου… 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Εις την α΄ στοιχολογίαν. 
Ήχος ά .Τον τάφον σου Σωτήρ. 
Του μάρτυρος σεπτή, νυν επέφανεν μνήμη, Ζαχαρίου σοφού και των τούτου συνάθλων, προθύμως ουν συνέλθωμεν, ίνα λάβωμεν ιάματα, ούτοι χάριν γαρ παρά Θεού ειληφότες, θεραπεύουσιν τας ψυχικάς ημών νόσους δυνάμει του πνεύματος. 
Δόξα και νυν… 
Ως πύργον ασφάλην, ως βεβαίαν ελπίδαν και τείχος αραγές Θεοτόκε σε έχω, ο δούλος σου δέομαι, από πάσης κακώσεως, λιμού, θλίψεως και ενεργείας δαιμόνων συ με λύτρωσαι, τον πλανηθέντα Παρθένε και εξάρπασον εκ του πυρός της γεένης η μόνη βοήθεια. 
Εις την β΄ στοιχολογίαν. 
Ήχος ΄γ. Την ωραιότητα. 
Σήμερον άπασα Κρήτη αγάλεται, επί τη μνήμη σου μάρτυς πανέφημε, και ιεράρχα του Θεού Ζαχαρία ένδοξε, ψυχήν τε και σώμα σου τω Δεσπότη προσήνεγκας και σταυρόν τον τίμιον επί ώμων αράμενος. Διό εν κατανύξει βοώμεν, δόξα Χριστώ τω αγωνοθέτη. 
Δόξα και νυν… 
Ως αγεώργητος Παρθένε άμπελος, τον ωραιότατον βότρυν εβλάστησας, αναπηγάζοντα ημίν τον οίνον τον σωτήριον, τον πάντων ευφραίνοντα τας ψυχὰς και τα σώματα· όθεν ως αιτίαν σε, των καλών μακαρίζοντες, αεὶ σὺν τω Αγγέλῳ βοωμέν σοι· Χαιρε η κεχαριτωμένη. 
Εις την γ΄ στοιχολογίαν. 
Ήχος γ΄. Θείας πίστεως. 
Θείω πνεύματι, εκρατεώθης, και ενήθλησας εσχάτοις χρόνοις, Ζαχαρία νεοάθλων αγλάισμα, όθεν Χριστού δοξασθής , θεία χάρητι ,πηγήν ιάσεων βλυστάνεις τοις πέρασι. Πάτερ ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος. 
Δόξα και νυν… 
Θεία γέγονας, σκηνή του Λόγου, μόνη Πάναγνε, Παρθενομήτωρ, τη καθαρότητι Αγγέλους υπεράρασα τον υπέρ πάντας εμέ χούν γενόμενον, ρερυπωμένον σαρκός πλημελήμασιν, αποκάθαρον πρεσβιών σου ενθέοις νάμασι, παρέχουσα σεμνή το μέγα έλεος. 
Οἱ Ἀναβαθμοί, τὸ Α' Ἀντίφωνον τοῦ Δ' Ἤχου. 
Προκείμενον. Ἦχος Δ'.
-Θαυμαστός ο Θεός εν τοις αγίοις αυτού. 
Στίχ. -Τοις αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος. 
Εὐαγγέλιον κατὰ Ματθαῖον. 
ΕΙπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν Σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.Ὃς γὰρ ἂν θὲλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν. Ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδίσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν Ἀγγέλων αὐτοῦ καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ἀμὴν λέγω ὑμῖν. Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. 
Ό Ν' 
Δόξα. Ταῖς των ἀθλοφόρων. 
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου. 
Ὁ στίχος. Ἐλέημον ἐλέησόν με ὁ Θεός. 
Καὶ τὸ ἰδιομελον. 
Ήχος β΄. 
Δεύτε φίλαθλοι, των αθλητών το καύχημα Ζαχαρίαν τον θείον ύμνοις τιμήσωμεν’ούτος γαρ στερώς εγκαρτερήσας, τη του ξίφους εκτομή, τω Θεώ το πνεύμα παρέδωκε και διαμένον στέφος εκληρώσατο, όθεν δυσωπεί ο νεόαθλος, του ρυσθήναι κινδύνων, τους εν πίστει και πόθω τελούντας την μνήμην αυτού. 
Οἱ κανόνες, της Παναγίας καὶ ὁ ἑπόμενος των Αγίων. 
Ήχος πλ.δ΄ 
Ωδή ά. 
Υγράν διοδεύσας ωσεί ξηράν, και την Αιγυπτίαν, μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω λυτρωτή και Θεώ ημών άσωμεν. 
Πληθύς αθλοφόρων νεοφανών, Χριστόν εκδυσώπει, πλήθος έχοντα οικτιρμών, τα πλήθη μειώσαι των κακών μου, οπώς την σην ευφημήσω πανήγυριν. 
Τον θείον αγώνα μάρτυς Χριστού διηγωνισμένος, ηξιώθης επιτυχείν, της επουρανίου βασιλείας, υπέρ του κόσμου πρεσβεύων αοίδιμε. 
Ποιμήν χρηματίσας του παντουργού, τους εν τω τεμένει τω σεπτώ σου μάρτυς Χριστού, ανυμνολογούντας ταις ευχαίς σου, κατοικητήρια δείξον του Πνεύματος. 
Μνήμην αθλοφόρων νεοφανών, τιμήσωμεν ύμνοις, και βοήσωμεν τω Θεώ, αωτών ταις ικεσίαις πανοικτήρμων, τα σα ελέη τω κόσμω σου δώρησαι. 
Θεοτοκίον
Υμνώ σε Παρθένε, ότι Θεόν, πανύμνητε μόνη, εσωμάτωσας εκ των σων, τιμίων αιμάτων Παναγία, και υπέρ λόγον φρικτώς απεκύησας. 
Ωδή γ’. 
Συ εί το στερέωμα, των προστρεχόντων σοι Κύριε’ Συ εί το φως των εσκοτισμένων, και υμνεί σε το πνεύμα μου. 
Μίαν γνώμην έχοντες, οι νεομάρτυρες θανείν είλοντο, διά Χριστόν, και αντιθε'ί'ας , πλάνην πάσαν επάτησαν. 
Δος ημίν βοήθειαν, τοις κινδυνεύουσι πάντοτε, ταις δαιμονικαίς, Πάτερ επηρείαις, και δειναίς περιστάσεσιν. 
Νεομάρτυς γενόμενος, και φωτός θείου έμπλεως, πάντας πλουτείν, την δικαιοσύνην, Ζαχαρία ικέτευε. 
Τον σταυρόν τον τίμιον, αναλαβών, Χριστού έσπευσας, νεομάρτυς θανείν, όπως απολαύσης, την ζωήν την αιώνιον. 
Θεοτοκίον 
Σώσον με κυήσασα, τον υπεράγαθον Κύριον, Μήτερ αγνή, παύσον της ψυχής μου, πολυτάραχον κλύδωνα. 
Κάθισμα των Αγίων 
Ήχος γ΄. Θείας πίστεως. 
Θείω αίματι την εκκλησίαν, επορφύρωσας ως αθλοφόρος, νεομάρτυς Ζαχαρία πανέφημε, υπενεγκών το μαρτύριο ένδοξε, και των πιστών τας καρδίας εφώτισας’ όθεν άπαντες, την μνήμην την σην πανσεβάσμιε, τελούντες εν πίστει, τον Σωτήρα δοξάζομεν. 
Δόξα και νυν… 
Ωδή δ΄ 
Εισακήκοα, Κύριε, της οικονομίας σου το μυστήρον, κατενόησα τα έργα σου, και εδόξασά σου την θεότητα. 
Ιαμάτων χαρίσματα, χάριν αδαπάνητον ρώσιν άπαυστον, αναβλύζοντες νεόαθλοι, των ανθρώπων πάθη θεραπεύετε. 
Εντολάς θείας παρέβλεψα, και ασωτίαις πάσαις συνέζησα’ σπέυσον Άγιε βοήθει μοι, τον κατεγνωσμένον ικετεύω σε. 
Εν εσχάτη ημέρα, όταν παραστώμεν Κυρίω κρίνεσθαι, βοηθός ημίν γενήθιτι, Ζαχαρία νεόαθλε ένδοξε. 
Θεοτοκίον 
Σε πανάμωμε Δέσποινα, πειρασμοίς κυκλούμενος εις βοήθειαν, προσκαλούμαι’ σπεύσον σώσον με, τον Σωτήρα Λόγον η κυήσασα. 
Ωδή ε΄ 
Ορθίζοντες βοώμεν σοι, Κύριε, σώσον ημάς’ Συ γαρ ει ο Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν. 
Αιμάτων επιρροαίς εξήρανας, της Άγαρ, την πίστην Ζαχαρία, και πάσαν ψυχήν κατήρδευσας.
Πίστεως της ενθέου πληρούμενος, ιεράρχα, της Άγαρ την πίστην κατέπτησας, δυνάμει του Πνεύματος. 
Θεοτοκίον 
Λυτρούμενος επέφανεν Άχραντε, ο Υιός σου, άνθρωπος γενόμενος, ανθρώπους πάντας πανάμωμε. 
Ωδή στ΄ 
Χιτώνα μοι παράσχου φωτινον ο αναβαλόμενος το φως ως ιμάτιον... 
Μη παύση τας εντεύξεις εκτελών,προς Χριστόν μακάριε, υπερ της ποίμνης σου, και το αίμα προτιθείς ικετήριον. 
Ως κλίμα της αμπέλου της ζωής, εκλεκτόν και έντιμον, πλείστον εξήνθησας, τω Δεσπότη σου καρπόν μακάριε. 
θεοτοκίον 
Ανθρώπων σωτηρία ως Θεός, γεγονώς ο τόκος σου Μαρία Θεόνυμφε, προσκυνείσαι συν Πατρί και τω Πνεύματι. 
Κοντάκιον. 
Ήχος γ΄.Η Παρθένος σήμερον. 
Ευφημεί γερέρουσα, η νήσος Κρήτη ενθέως, τον Σητείας πρόεδρον, μεγαλοφώνως βοώσα’ είλκυσαν οι ιεράρχαι τον ιεράρχην, άπαντες τον προς Χριστόν θερμότατον πρέσβην, αθληταί δε τον οικίον’ ευχαίς δε τούτου, σώσον ημάς ο Θεός. 
Οίκος. 
Δεύτε εν τη μονή της Παναχράντου προσδράμωμεν, και εκεί έβρωμεν αμπελώνα πολύκαρπον, βλαστάνοντα κλίματα εύκαρπα,. και βότρυας πέπυρους, τους αγίους του Χριστού νεομάρτυρας. Ούτοι δια Χριστόν έπαθον και το αίμα αυτών υπερ πίστεως εξέχεαν, δια βασάνων πολλών. Διό και ημείς σήμερον, αυτούς μακαρίζομεν συν Ζαχαρία Σητείας και εκ βάθους καρδίας τω Κυρίω βοήσωμεν' ευχαίς δε τούτων, σώσον ημάς ο Θεός. 
Τη ΚΣΤ' του αυτού μηνός, μνήμην επιτελούμεν του εν αγίοις πατρός ημών Ζαχαρίου επισκόπου Σητείας του νέου ιερομάρτυρος και των συν αυτώ αγίων νεομαρτύρων, ανδρών, γυναικών, παίδων, μοναχών, μοναζουσών και ιερομονάχων των υπό των Αγαρηνών σφαγιασθέντων εν τη σεβασμία μονή της Υπεραγίας Θεοτόκου της επονομαζομένης Παναγίας της Ακρωτηριανής εν έτει 1821. 
Στοίχοι 
εις τον ιεράρχην. 
Έπαθλα ποία της τομής Ζαχαρία; 
Νυν δε χαίροις ιερουργών τω Κυρίω άνω. 
Ήρε Ζαχαρίου έκτη εικάδι αυχένα ξίφος. 
Εις τους νεομάρτυρας. 
Νήσε Κρήτη, τους σους εποίκους τρέφεις, 
εις μαρτύριον υπέρ Χριστού του Λόγου. 
Εικάδι έκτη μαρτυρούσιν οι σοι δούλοι Λόγε.
Συναξάριον. 
Έτος χχ 1821 εν μηνί Ιουνίου 26, ημέρα Σάββατο. Ήλθε οργή παρά Κυρίου εξ ημών αμαριών, και εσήκωσαν οι αγαρηνοί κεφάλι, και έκαμαν αιματοχυσία πολλή, και έκοψαν Ρωμιούς πολλούς, και αιχμαλώτισαν το μοναστήρι, και εθανάτωσαν ανθρώπους= 14 με τα μετόχια, και οι λοιποί έφυγαν όπως μπόρεσαν από τα παραθύρια, εκόψαν και το Μητροπολίτη με πολλούς χριστιανούς και ο Θεός να κάμη έλεος, 
Τη αυτή ημέρα, μνήμη του οσίου πατρός ημών Σεργίου του Μαγίστρου του Κτητός. Τη αυτή ημέρα μνήμη, μνήμη του οσίου πατρός ημών Δαυίδ του εν Θεσσαλονίκη. Τη αυτή ημέρα μνήμη του οσίου πατρός ημών Ιωάννου επισκόπου Γοτθίας. Ταις αυτών αγίαις πραισβείαις, Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν. Ωδή ζ΄ 
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. 
Πονηρών με σκανδάλων, και παθών ατιμίας και πάσης θλίψεως, νεάθλων χαρμοσύνη, διάσωζε και δίδου, αναμέλπειν εκάστοτε΄ Ο των Πατέρων ημών, Θεός ευλογητός ει. 
Ζαχαρία πανέφημε, δυσχαιρίαις του βίου κλυδωνιζόμενον, μηδόλως με παρίδης, αλλ΄ οίκτειρον ευχαίς σου, και διάσωσον ψάλωντα' Ο των Πατέρων ημών Θεός, ευλογητός ει. 
Ασωτίας ατόπου, και δεινής αμαρτίας και αμαυρώσεως, διάσωσον παμάκαρ,προστρέχωντα σοι πίστει,τη θερμή αντιλήψει σου, όπως τιμώ σε πιστώς, εις πάντας τους αιώνας. 
θεοτοκίον 
Δαπανήσας τον χρόνον, της ζωής μου Παρθένε, εν αμελεία πολλή, προσπίπτω και βοώ σοι, διέγειρων με σώσον, τω Υιό σου κραυγάζοντα΄ Ο των Πατέρων ημών Θεός, ευλογητός ει. 
Ωδή η΄ 
Τον Βασιλέα των ουρανών ανυμνούσι… 
Τον Ζαχαρίαν μαρτυρικώ καθορώντες, ευπρεπώς κοσμούμενον στεφάνω,σε υπερυψούμεν Χριστέ εις τους αιώνας. 
Νεοάθλου ευκλεούς εν τη μνήμη, οι πιστοί ευραίνεσθε βοώντες, και υπερυψούντες Χριστόν εις τους αιώνας. 
Του μαρτυρίου σου τους άθλους παμάκαρ, επαξίως δέχεται ο Κτίστης, ω Ιερομάρτυς εις πάντας τους αιώνας, 
Θεοτοκίον 
Υπερφυώς τον Ποιητήν και Σωτήρα, Θεόν Λόγον εγέννησας Παρθένε. Ον υπερυψούμεν εις πάντας τους αιώνας. 
Ωδή θ' 
Κυρίως Θεοτόκον σε ομολογούμεν, οι δια σου σεσοσμένοι Παρθένε αγνή, συν Ασωμάτοις χορίαις, σε μεγαλίνοντες. 
Ηλίου λαμπροτέρα, φαίνουσα η μνήμη, υμών φωτίζει πιστών άπαν πλήρωμα΄ ην ετησίως τιμώμεν νεόαθλοι.
Ροαίς των σων αιμάτων, πάτερ Ζαχαρία, ελευθερίας το δένδρον επότισας, και την ορθόδοξον πίστιν Χριστού ετράνωσας. 
Συνήφθης ουρανίαις, μάκαρ στρατηγίαις, και συναγάλλη Μαρτύρων τοις τάγμασι, στεφανηφόρος, και νυν ημίν πρόστηθι. 
θεοτοκίον 
Ω Δέσποινα Μαρία, την κεκακωμένην, τη αμαρτία, ψυχήν μου αγάθυνον, η τον συνάναρχον Λόγον αποκυήσασα. 
Εξαποστειλάρια. 
Ουρανόν τοις άστροις. 
Νεομαρτύρων χορία, των ορθοδόξων το κλέος, συν τω σεπτώ Ζαχαρία και ιεράρχη Κυρίου, υπέρ ημών τον Σωτήρα, εκδυσωπείτε απαύστως. 
θεοτοκίον. 
Μήτερ Χριστού Παναγία, παντός του κόσμου κυρία, των ουρανών πλατυτέρα, αγγέλων τε υπερτέρα ικέτευε τον Υιόν σου, του σώζεσθαι τον λαόν σου. 
Εις τους αίνους. 
ήχος ά. Των ουρανίων ταγμάτων. 
Δεύτε φιλέορτοι πάντες, πανηγυρίσωμεν, επί τη θεία μνήμη, των αγίων Νεάθλων, και τούτων καταστέψωμεν εν ψαλμοίς, τα γεναία παλέσματα, και τον Δεσπότην των όλων και Ποιητήν, ους εδόξασεν δοξάσωμεν.(Δις) 
Του Γρηγορίου τοις ίχνεσι ηκολούθησας, παμάκαρ Ζαχαρία, ιεράρχα Κυρίου, και στέφανον, εδέξω μαρτυρικόν, παρά Χριστού του Δεσπότου σου, Αυτόν ικέτευε πάντοτε εκτενώς, νεομαρτύρων εγκαλλώπισμα. 
Των ευσεβών αι χορίαι πόθω προσέλθετε, Μονής Τοπλού τη Μάνδρα, και εικόνι τη θεία, του θείου Ζαχαρίου, πανευλαβώς, προσπεσόντες βοήσατε΄ σώζε πρεσβίαις σου πάτερ πάντας ημάς, νεομαρτρύρων εγκαλλώπισμα. 
Δόξα... 
ήχος πλ. δ΄ 
Εν εσχάτοις τοις χρόνοις διέπρεψας, ένδοξε, πιστός ανεδείχθεις ποιμήν, του Χριστού κοινωνών το πάθος' διό εν αθλήση ευαρεστήσας αυτώ τω Χριστώ πρέσβευε υπέρ πάντων ημών, συν τοις συνάθλοις σου, εν φωτί νυν αυλιζόμενος. 
και νυν... 
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 
Εις την Λειτουργίαν. 
Τυπικά. Εἰς τούς Μακαρισμούς τήν γ'καί ς' ᾨδήν τοῦ Κανόνος. 
Ἀπόστολος. 
῏Ηχος πλ. δ' (Ψαλμός ια'). 
Προκείμενον.
Σύ, Κύριε, φυλάξαις ἡμᾶς καί διατηρήσαις ἡμᾶς. 
Στίχος: Σῶσόν με, Κύριε, ὁτι ἐκλέλοιπεν ὁσιος. 
Πρός ῾Εβραίους ᾽Επιστολῆς Παῦλου τό ᾽Ανάγνωσμα. 
(ιβ' 1—10). 
Ἀδελφοί, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καί τήν εὐπερίσπαστον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τόν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τόν τῆς πίστεως ἀρχηγόν καί τελειωτήν ᾽Ιησοῦν, ὅς ἀντί τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. ᾽Αναλογίσασθε γάρ τόν τοιαύτην ὑπομεμενηκότα ὑπό τῶν ἁμαρτωλῶν εἰς αὐτόν ἀντιλογίαν, ἵνα μή κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρός τήν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καί ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· «Υἱέ μου, μή ὀλιγώρει παιδείας Κυρίου, μηδέ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. ῞Ον γάρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δέ πάντα υἱόν ὅν παραδέχεται». Εἰ «παιδείαν» ὑπομένετε, ὡς «υἱοῖς» ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱός ὅν οὐ «παιδεύει» πατήρ; Εἰ δέ χωρίς ἐστε «παιδείας», ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ καί οὐχ «υἱοί». Εἶτα τούς μέν τῆς σαρκός ἡμῶν πατέρας εἴχομεν παιδευτάς καί ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρί τῶν πνευμάτων καί ζήσομεν; Οἱ μέν γάρ πρός ὀλίγας ἡμέρας κατά τό δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δέ ἐπί τό συμφέρον, εἰς τό μεταβαλεῖν τῆς ἁγιότητος αὐτοῦ. 
Αλληλούϊα (γ΄). Ἦχος δ΄. (Ψαλμός ξε΄). 
Στίχος: Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. 
῞Οτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός. 
Εὐαγγέλιον 
᾽Εκ τοῦ κατά Ματθαῖον. 
(κ' 1-16).Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην ῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωἲ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ. Καί συμφωνήσας μετά τῶν ἐργατῶν ἐκ δηναρίου τήν ἡμέραν, ἀπέστειλεν αὐτούς εἰς τόν ἀμπελῶνα αὐτοῦ. Καί ἐξελθών περί τήν τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καί ἐκείνοις εἶπεν· ῾Υπάγετε καί ἡμεῖς εἰς τόν ἀμπελῶνα, καί ὅ ἐάν ᾗ δίκαιον, δώσω ὑμῖν. Οἱ δέ ἀπῆλθον. Πάλιν ἐξελθών περί ἕκτην καί ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περί δέ τήν ἑνδεκάτην ὥραν ἐξελθών εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καί λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τήν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῶ ὅτι οὐδείς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· ῾Υπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελῶνα, καί ὅ ἐάν ᾗ δίκαιον λήψεσθε. ᾽Οψίας δέ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τούς ἐργάτας καί ἀπόδος αὐτοῖς τόν μισθόν, ἀρξάμενος ἀπό τῶν ἐσχάτων, ἕως τῶν πρώτων. Καί ἐλθόντες οἱ περί τήν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνά δηνάριον. ᾽Ελθόντες δέ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καί ἔλαβον καί αὐτοί ἀνά δηνάριον. Λαβόντες δέ ἐγόγγυζον κατά τοῦ οἰκοδεσπότου λέγοντες ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καί ἴσους ἡμῖν αὐτούς ἐποίησας τοῖς βαστάσασι τό βάρος τῆς ἡμέρας καί τόν καύσωνα. ὁ δέ ἀποκριθείς εἶπεν ἑνί αὐτῶν ῾Εταῖρε, οὐκ ἀδικῶ σε· οὐχί δηναρίου συνεφώνησάς μοι; ἆρον τό σόν καί ὕπαγε· θέλω δέ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καί σοί· ἤ οὐκ ἔξεστί μοι ποιῆσαι ὅ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγώ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καί οἱ πρῶτοι ἔσχατοι· πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί. 
Κοινωνικόν. Εἰς Μνημόσυνον αἰώνιον. 
Τω Κυρίου μάρτυρει, ύμνους προσάγω, 
εις εξάλειψην πλήθους πταισμάτων

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Οἱ Ἁγίες Ὀλυμπία καὶ Εὐφροσύνη οἱ Ὁσιομάρτυρες 11 Μαΐου

  Οἱ Ὁσίες Ὀλυμπία ἢ Ὀλυμπιὰς καὶ Εὐφροσύνη ἔζησαν τὸν 13ο αἰώνα μ.Χ. Ἡ Ἁγία Ὀλυμπία γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Κωνσταντινούπολη. Ὁ πατέρας της ἦταν ἱερέας καὶ ἡ μητέρα της θυγατέρα ἱερέως. Ἡ οἰκογένεια τῆς Ἁγίας ἔφυγε ἀπὸ τὴν Κωνσταντινούπολη καὶ κατοίκησε στὴν Πελοπόννησο. Σὲ ἡλικία δέκα ἐτῶν ἡ Ὀλυμπία ἔχασε τοὺς γονεῖς της καὶ οἱ οἰκεῖοι της τὴν ἔστειλαν στὴ μονὴ τῶν Καρυῶν τῆς Θέρμης Λέσβου, τὴ σημερινὴ μονὴ τοῦ Ἁγίου Ραφαήλ, στὴν ὁποία ἦταν ἡγούμενη ἡ θεία της, μοναχὴ Δωροθέα. Ἐκεῖ, σὲ ἡλικία δεκαεννέα ἐτῶν ἡ Ἁγία ἐκάρη μοναχὴ καὶ σὲ ἡλικία εἰκοσιπέντε ἐτῶν, ὅταν ἡ θεία της πέθανε, ἔγινε ἡγουμένη. Μετὰ παρέλευση δέκα ἐτῶν, τὸ 1235, πειρατὲς ἐπιτέθηκαν κατὰ τῆς μονῆς. Οἱ μοναχὲς διασκορπίσθηκαν καὶ ὅσες δὲν πρόλαβαν νὰ φύγουν, τὶς κακοποίησαν. Ἡ ἡγουμένη Ὀλυμπία καὶ ἡ μοναχὴ Εὐφροσύνη βασανίσθηκαν ἀνηλεῶς. Τὴν Εὐφροσύνη, ἀφοῦ τὴν κρέμασαν σὲ δένδρο, τὴν ἔκαψαν. Τὴν Ὀλυμπία τὴν ἔκαψαν σὲ ὅλο τὸ σῶμα μὲ λαμπάδες, διαπέρασαν τὰ αὐτιά ...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Κυριακὴ τῆς Σαμαρείτιδος (Ἁγίας Φωτεινής)

  Ὅλη αὐτὴ τὴ περίοδο ποὺ διανύουμε τώρα, ἐπεκτεινομένη σὲ πενήντα μέρες, ἑορτάζομε τὴν ἀπὸ τοὺς νεκροὺς ἀνάσταση τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, δεικνύοντας μὲ αὐτὴ τὴν παράταση τὴν ὑπεροχὴ τῆς ἀπέναντι στὶς ἄλλες ἑορτές. Πραγματικὰ ὅλοι ὅσοι ἀναστήθηκαν ἀπὸ τοὺς νεκροὺς ἀναστήθηκαν ἀπὸ ἄλλους καί, ἀφοῦ πέθαναν πάλι, ἐπέστρεψαν στὴ γῆ. Ὁ δὲ Χριστός, ἀφοῦ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, δὲν κυριεύεται πλέον καθόλου ἀπὸ τὸ θάνατο, γιατί δὲν ἐπέστρεψε πάλι στὴ γῆ, ἀλλὰ ἀνέβηκε στὸν οὐρανό, καθιστώντας τὸ φύραμά μας ποὺ εἶχε λάβει ὁμόθρονο μὲ τὸ Πατέρα ὡς ὁμόθεο. Εἶναι ὁ μόνος ποὺ ἔγινε ἀρχὴ τῆς μελλοντικῆς ἀναστάσεως ὅλων καὶ πρωτότοκος ἀπὸ τοὺς νεκροὺς καὶ πατέρας τοῦ μέλλοντος αἰῶνος. Καὶ ὅπως ὅλοι ἁμαρτωλοὶ καὶ δίκαιοι, πεθαίνουν στὸν Ἀδάμ, ἔτσι στὸ Χριστὸ θὰ ζωοποιηθοῦν ὅλοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, ἀλλὰ ὁ καθένας στὴ τάξη του. Ὅταν καταργήσει κάθε ἀρχὴ καὶ ἐξουσία καὶ δύναμη καὶ θέσει ὅλους τους ἐχθρούς του κάτω ἀπὸ τὰ πόδια του, τελευταῖος ἐχθρὸς ποὺ θὰ καταργηθεῖ...

Οἱ Ἅγιοι Πάντες

  Πραγματικὰ εἶναι θαυμαστὸς ὁ Θεὸς μέσα στοὺς ἁγίους του. Γιατί ὅταν κανεὶς ἀναλογισθεῖ τοὺς ὑπερφυσικοὺς ἀγῶνες τῶν μαρτύρων, πὼς μὲ ἀσθενὴ σάρκα καταντρόπιασαν τὸν ἰσχυρὸ στὴ κακία, πὼς ἔμειναν ἀναίσθητοι στὶς ὀδύνες καὶ στὰ τραύματα, καθὼς ἀγωνίζονταν μὲ σώματα πρὸς φωτιά, πρὸς τὸ ξίφος, πρὸς ποικίλα καὶ θανατηφόρα εἴδη βασάνων καὶ ἀντιπαρατάσσονταν μὲ καρτερία, ἐνῶ τοὺς ἔκοβαν τὶς σάρκες, τοὺς διάλυαν τοὺς ἁρμοὺς καὶ τοὺς συνέτριβαν τὰ ὀστά, ὅμως διαφύλαξαν τὴν ὁμολογία τῆς πίστεως στὸ Χριστὸ σώα καὶ ἀδιάσπαστη, ἀκεραία καὶ ἀκλόνητη, ποὺ γι’ αὐτὸ τοὺς χαρίσθηκε καὶ ἡ ἀναντίρρητη σοφία τοῦ Πνεύματος καὶ ἡ δύναμη τῶν θαυμάτων. Ὅταν κανεὶς ἀναλογισθεῖ ἐπίσης τὴν ὑπομονὴ τῶν ὁσίων, πὼς ὑπέφεραν μὲ τὴ θέλησή τους σὰν ἀσώματοι τὶς πολυήμερες ἀσιτίες, τὶς ἀγρυπνίες, τὶς ἄλλες ποικίλες κακώσεις τοῦ σώματος, καὶ ἀντιτάχθηκαν ἕως τὸ τέλος πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ τόσα εἴδη ἁμαρτίας, πρὸς τὸν ἐσωτερικό μας ἀόρατο πόλεμο, πρὸς τὶς ἀρχὲς καὶ ἐξουσίες, ἐνῶ ἔλειωναν καὶ ἀχρηστεύονταν ἐξω...

Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996)

 Ὁ Ὅσιος Ἱερομόναχος Ἄνθιμος Ἀγιαννανίτης (†1913 – 28 Ἰουνίου 1996) Ἑορτάζει στὶς 28 Ἰουνίου. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.  «Τόν ἐν Ἄθωνι ὀφθέντα ἄρτι διαυγέστατον χαρίτων σκεῦος καί ἀστέρα εὐσεβείας νεόφωτον πανευλαβῶς εὐφημήσωμεν Ἄνθιμον ὡς ἀγωγῆς καθαρᾶς ἄνθος ἥδιστον πόθω κράζοντες· χορείας ἀγγέλων σύσκηνε, Χριστόν ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.» Ὁ μητροπολίτης Φθιώτιδος Νικόλαος γράφει περὶ τοῦ ἀειμνήστου Γέροντος: «Ὁ Γέροντας Ἄνθιμος Ἀγιαννανίτης ἦταν ἀπὸ τοὺς τελευταίους παλαιοὺς Ἁγιορεῖτες, ποὺ στὸ πρόσωπό του συγκέντρωσε τὴν αὐστηρότητα τῆς ἀσκήσεως, τὴν ἐμμονὴ στὴ μοναχικὴ παράδοση καὶ τὴν ἀπαρέγκλιτη τήρηση τῆς ἐκκλησιαστικῆς τάξεως. Ἦταν ὁ ἐκφραστὴς τοῦ γνησίου Ἁγιορείτικού μοναχικοῦ πνεύματος...». Κατὰ κόσμον ὀνομαζόταν Κωνσταντῖνος Ζαφειρόπουλος τοῦ Χαραλάμπους καὶ τῆς Βασιλικῆς. Γεννήθηκε στὸ χωριὸ Καλλιάνοι τῆς Κορινθίας τὸ 1913. Μόλις πέντε ἐτῶν ἔμεινε ὀρφανὸς καὶ ἀπὸ τοὺς δύο γονεῖς. Φλεγόμενος ἀπὸ τὸν πόθο τῆς μοναχικῆς ἀφιερώσεως ἀναχώρησε γιὰ τὸ Ἅγιον ...

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...