Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τάς θλίψεις τοῦ βίου σου, ὡς προσφορὰν λογικήν, Χριστῷ προσενένκασα, τὴν τῶν θαυμάτων ἰσχύν, Ὁσία, ἀντείληφας. Ὅθεν ὡς συζυγίας, ὑποτύπωσιν θείαν, μέλπομεν Θωμαΐς σε, καὶ πιστῶς σοι βοῶμεν Χαῖρε τῆς νήσου Λέσβου, σεμνὸν ἐγκαλλώπισμα.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Πόνους πλείστους ἤνεγκας καὶ κακουχίας, Θωμαῒς πανθαύμαστε, ἐν τῇ δυνάμει τοῦ Χριστοῦ· ὅθεν ἀξίως δεδόξασαι, καὶ τῶν ῾Αγίων ἐδέξω τὸν στέφανον.
Μεγαλυνάριον
Ηθλησας ἐν πόνοις μαρτυρικοῖς, Θωμαῒς ῾Οσία, καὶ κατῄσχυνας τὸν ἐχθρόν· ὅθεν ἐδοξάσθης παρὰ Θεοῦ πλουσίως, καὶ νέμεις τοῖς αἰτοῦσι, τὴν σὴν βοήθειαν.
.jpg)