Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικός Κανών Αγίων Νεοφανών Μαρτύρων Ραφαήλ, Νικολάου και Ειρήνης

 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ 

(ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου)


Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεός ἡμῶν πάντοτε,  νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.  - Ἀμήν.  
Ψαλμός ΡΜΒ’ (142) 
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώ τισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσά κουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰ σέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐδικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κα τεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνω σεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκο τεινοῖς ὡς νεκρούς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’  ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρ δία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέ τησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι  τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέτάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός 

σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τό  πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν  σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς κατα βαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι  τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα.  Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι,  ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ  τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ  εἶ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδη γήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός  σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐ ξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ  ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.  Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυ χήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.  
Ἦχος δ’ 
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  Στίχ.: Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός  ὅτι εἰς τόν αἰώνα τό ἔλεος αὐτοῦ. 

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
- Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνό ματι Κυρίου ἠμυνάμην αὐτούς.  
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
- Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυ μαστή ἐν ὀφθαλμοῖς ἡμῶν.  
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν· εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.    
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.  Τῇ τῶν μαρτύρων θαυμαστῇ προστασίᾳ,  τῶν ἐν Θερμῇ ἡμῖν ἀρτίως φανέντων, ἀπό  ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαήλ  μακάριε, καί Νικόλαε θεῖε, καί Εἰρήνη πάνσε μνε, πάσης ρύσασθε βλάβης, καί ἀναγκῶν καί  πάσης ἀπειλῆς, τούς τῇ πρεσβείᾳ ὑμῶν κατα φεύγοντας.  
Δόξα Πατρί… Ἦχος γ’

Λυχνία τρίφωτος Χριστοῦ ἐδείχθητε, ἅγιοι  μάρτυρες, Λέσβου τό καύχημα, τήν Ἐκκλη σίαν ταῖς αὐγαῖς φαιδρύνοντες τῶν θαυμά των, Ραφαήλ παμμέγιστε, ἱερέων εὐπρέπεια,  ἔνδοξε Νικόλαε, διακονίας κειμήλιον, και ρό δον παρθενίας Εἰρήνη· ὅθεν ὑμᾶς ἀνευφη μοῦμεν.  
Καί νῦν… Ἦχος δ’ 
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τάς δυνα στείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ σύ  προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο  ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕ ως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποι να, ἐκ σοῦ· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ  παντοίων δεινῶν. 
  
Ψαλμός Ν’ (50) 
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου,  καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά λειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν  με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρ τίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου 
ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν  μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον, καί  τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν  δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν  τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνε λήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μή τηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄ δηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλω σάς μοι. Ραντιεῖς με ὑσσώπῳ καί καθαρισθή σομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθή σομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύ νην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀ πόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁ μαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐ ξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ  Θεός, καί Πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγ κάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προ σώπου σου, καί τό Πνεῦμά σου τό ἅγιον μή  ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλί ασιν τοῦ σωτηρίου σου, καί Πνεύματι ἡγεμο νικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούςσου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρῦσαί 
με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας  μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιο σύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί  
τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι,εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώμα τα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα  συντετριμμένον· καρδίαν συντετριμμένην καί  τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών,  καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε  εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν  καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό  θυσιαστήριόν σου μόσχους.  
  
Κανών. Ἦχος πλ. δ’.  
Ὠδή α’. Ὑγράν διοδεύσας 
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  Συνόντες μαρτύρων θείοις χοροῖς, Ραφαήλ  παμμάκαρ, καί Νικόλαε ἱερέ, ἅμα σύν Εἰρήνῃ  δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ρύεσθαι θλί ψεων.  
 
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Κευθμώνων ὡς ὤφθη ἀπό τῆς γῆς, τό θεῖόν  σου σκῆνος, ἁγιάζει τούς εὐσεβεῖς· ἀλλ’ ὦ Ρα φαήλ θαυματοφόρε, ἁγιασμόν ἡμῖν δίδου καί  λύτρωσιν.  
  
Δόξα Πατρί…  
Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τά ὀστέα,  ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἅμα καί Εἰρή νη, τήν δυσωδίαν διώκει τῶν θλίψεων.    
Καί νῦν…  
Πηγή εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσόν μοι  Παρθένε, σωτηρίας τόν γλυκασμόν, καί λῦ σον πικρίαν τῆς ψυχῆς μου, ἥν τῶν παθῶν  μου τό πλῆθος ἐνέσταξε.  
  
Ὠδή γ’. Οὐρανίας ἁψίδος 
Ἅγιε τοῦ Θεοῦ…  
Ἡ πλουσία σου χάρις, παρά Θεοῦ Ἅγιε, πᾶσι  θαυμαστῶς ἐνεργοῦσα, νέμει τά κρείττονα·
διό τοῖς σπεύδουσιν, ὦ Ραφαήλ τῇ σῇ σκέπῃ,  δίδου τά ἰάματα, ψυχῆς καί σώματος.    
Ἅγιοι τοῦ Θεοῦ…  
Ἠθληκότες νομίμως, ὑπέρ Χριστοῦ μάρτυ ρες, πάσης ἀνομίας καί βλάβης, τοῦ πολεμή τορος, ἡμᾶς λυτρώσασθε, σύν Νικολάῳ Εἰρή νῃ, ταῖς πρός τόν οἰκτίρμονα ὑμῶν δεήσεσι.    
Δόξα Πατρί…  
Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέ γονεν ὑμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ  Ραφαήλ ἱερέ, σύν Νικολάῳ Εἰρήνῃ· ὅθεν ἡμῖν  νείματε, φόβον τόν ἔνθεον.  
  
Καί νῦν…  
Ὡς περίδοξος θρόνος, καί φωταυγές σκή νωμα, τοῦ παμβασιλέως τῆς δόξης, καί παν τοκράτορος, Κόρη πανάμωμε, σκεῦος φωτός  ἁγνοῦ βίου, τήν ψυχήν μου ποίησον, ὡς ἄν  σωθήσωμαι.  
 
Διάσωσον, ὦ Ραφαήλ καί Νικόλαε καί Εἰρή νη, τούς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι,  ἀπό παντοίων κινδύνων καί νοσημάτων.    
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,  ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν,  καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.    
Αἴτησις ὑπό τοῦ Ἱερέως  
Ἐλέησον ἡμᾶς ὁ Θεὸς...  
- Κύριε ἐλέησον (γ’).  
.....................  
Ὅτι ἐλεήμων...  
- Ἀμήν.  
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.  Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καί  πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδό ξοις ὄψεσι, τά αἰτήματα Ἅγιοι πάντοτε· διά  τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφέ Ραφαήλ τε καί  Νικόλαε. 
 

Ὠδή δ’. Εἰσακήκοα Κύριε 
Ἅγιε τοῦ Θεοῦ…  
Νοσημάτων ἀπάλλαξον, πάτερ Ραφαήλ καί  πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου,  τούς τό σόν φωνοῦντας μέγα ὄνομα.    
Ἅγιοι τοῦ Θεοῦ…  
Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐ χθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καί Νικόλαε, τούς  εἰλικρινῶς ὑμῖν προστρέχοντας.  
  
Δόξα Πατρί…  
Σωτηρίαν αἰτήσασθε, τήν κατά ψυχήν καί  σῶμα τοῖς σπεύδουσι, Ραφαήλ τε καί Νικό λαε, καί Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι.  
  
Καί νῦν…  
Τῆς ψυχῆς μου τά τραύματα, ἴασαι Παρθένε  τῇ σῇ χρηστότητι, καί ὑγείαν τήν κατ’ ἄμφω  μοι, καί πταισμάτων αἴτει τήν συγχώρησιν.   
Ὠδή ε’. Φώτισον ἡμᾶς

Ἅγιε τοῦ Θεοῦ… 
Εἶδόν σε πολλοί, καί χαρᾶς πολλῆς ἐπλήσθη σαν· χαροποίησον οὖν πάτερ καί ἡμῶν, τήν  ζωήν λελυπημένην πικραῖς θλίψεσι.    
Ἅγιοι τοῦ Θεοῦ…  
Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καίπαράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν  εἰρήνην ἀστασίαστον.  
  
Δόξα Πατρί…  
Θεῖοι ἀθληταί, Ραφαήλ τε καί Νικόλαε, καί  Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμᾶς,  λυτροῦσθε περιστάσεων.  
  
Καί νῦν…  
Λύτρωσαι ἡμᾶς, Θεοτόκε ἀειπάρθενε, μανι ώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ’ ἡμῶν ἀεί  ὡς λέοντος σφαδάζοντος. 
  
Ὠδή στ’. Τήν δέησιν 
Ἅγιε τοῦ Θεοῦ… 
Ὁράσεσι, καί πολλαῖς θεωρίαις, τοῖς πιστοῖς  ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τήν  γνῶσιν ἐκφαίνεις, ἀλλά καί νῦν μυστικῶς ἐπι φάνηθι, ὁσιομάρτυς Ραφαήλ, καί παράσχου  ἡμῖν τά αἰτήματα.  
  
Ἅγιοι τοῦ Θεοῦ…  
Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπό γῆνχρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ  εὐσπλαγχνίας τόν πλοῦτον, πρεσβευτικῶς  τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς  στερρέ, καί Εἰρήνη σεμνή καλλιπάρθενε.    
Δόξα Πατρί…  
Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσειἀριστεύσαντες πάλαι, ὁ Ραφαήλ ὁ σοφός θεη γόρος, καί σύν Εἰρήνῃ ὁ θεῖος Νικόλαος, ἐπι στασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς  ρύσασθε.  
  
Καί νῦν… 
Ρυσθῆναί με, τῶν παθῶν τῆς κακίας, καί ἁ πάσης τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκη σον Κόρη πρεσβείᾳ, πρός τόν Υἱόν καί Θεόν  σου καί Κύριον, καί δίδου μοι ὡς ἀγαθή, με τανοίας σωτήριον δάκρυον.  
  
Διάσωσον, ὦ Ραφαήλ καί Νικόλαε καί Εἰρή νη, τούς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι,  ἀπό παντοίων κινδύνων καί νοσημάτων.    
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμη νεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,  δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρη σίαν. 
  
Αἴτησις ὑπό τοῦ Ἱερέως  
Ἐλέησον ἡμᾶς ὁ Θεὸς...  
- Κύριε ἐλέησον (γ’).  
.....................  
Ὅτι ἐλεήμων...  
- Ἀμήν.  
 
Κοντάκιο. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ρα φαήλ καί θεόφρον Νικόλαε, ἀεί βοηθεῖτε τοῖς  
πάσχουσι, καί τῶν παθῶν τάς ὀδύνας κουφί ζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι.  
  
Προκείμενο 
Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ (β’).  Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυ μάστωσεν ὁ Κύριος.  
Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ.    
Εὐαγγέλιον  
Ὁ Ἱερεὺς: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς  τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριοντὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.  
- Κύριε, ἐλέησον (γ').  
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγε λίου. Εἰρήνη πᾶσι.  
- Καὶ τῶ Πνεύματί σου.  
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀ-
νάγνωσμα. Πρόσχωμεν. 
- Δόξα σοί, Κύριε, δόξα σοί.  
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προ σέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ  ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, πα ραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγο 
μένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ  ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύ ριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ  προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω  ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀν τειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμε νοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων  καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ  θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμε νοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ  ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ  ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.  
- Δόξα Σοι, Κύριε, δόξα Σοι.  
 
Δόξα Πατρί… Ἦχος β’ 
Ταῖς τῶν ἀθλοφόρων, πρεσβείαις ἐλεῆμον,  ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.    
Καί νῦν… Ἦχος β’ 
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξά λειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  
Στίχ.: Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός  σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου  ἐξάλειψον τό ἀνόμημά μου.  
Προσόμοιο 
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι 
Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλη σίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας κα ταυγάζετε ἐν τοῖς θαύμασι, Ραφαήλ μέγιστε,  σύν τῷ Νικολάῳ, καί Εἰρήνη καλλιπάρθενε,  καί διαλύετε τήν τῶν παθημάτων σκοτόμαι ναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπα θείας καί χάριτος· ὅθεν ἐκβοῶμεν· ἐν πάσῃ τῇ
ζωῇ ἡμῶν σοφοί, μή διαλίπητε σκέποντες,  πάσης περιστάσεως.  
  
Ὁ Ἱερεὺς: Σῶσον ὁ Θεός τόν λαόν σου…  - Κύριε ἐλέησον (ιβ’). 
Ἐλέει, καὶ οἰκτιρμοῖς...  
- Ἀμήν.  
  
Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας 
Ἅγιε τοῦ Θεοῦ…  
Οἱ τήν σήν κατιδόντες, Ραφαήλ θεοφόρε θέ αν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας  εὐφροσύνης· δός κἀμοί οὖν μακάριε, τῆς βο ηθείας τῆς σῆς, τάς σωτηρίους δόσεις.    
Ἅγιοι τοῦ Θεοῦ…  
Ἰατρεύειν τά πάθη, τῶν ψυχῶν καί σωμά των ἡμῶν μή παύσησθε, Νικόλαε τρισμάκαρ,  καί πάνσεμνε Εἰρήνη, καί διδόναι ἑκάστοτε,  ἀπαλλαγήν τῶν δεινῶν, καί ἀναγκῶν τήν λύ σιν.  
 
Δόξα Πατρί… 
Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοί τῷ  Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυμα τουργεῖτε, προφθάνοντες ταχέως, Ραφαήλ  
καί Νικόλαε, τούς προσιόντας θερμῶς, ὑμῶν  τῇ προστασίᾳ.  
  
Καί νῦν…  
Ἐξ ἀχράντου γαστρός σου, προελθών ὁ τῶνὅλων Θεός καί Κύριος, μορφῇ τῇ ἀνθρωπίνῃ,  προστάτιν σε δεικνύει, παντός κόσμου πανά μωμε· ὅθεν ἐκ πάσης ἡμᾶς, ἀπάλλαξον ἀνάγ κης.  
  
Ὠδή η’. Τόν βασιλέα 
Ἅγιε τοῦ Θεοῦ…  
Ρῶσιν παράσχου, καί τήν κατ’ ἄμφω ὑγείαν,  τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις,  Ραφαήλ παμμάκαρ, καί σέ ὑμνολογοῦσι.    
Ἅγιε τοῦ Θεοῦ… 
Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγίᾳ, καταξίω σον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἱκεσίαις,  Νικόλαε θεόφρον.  
  
Δόξα Πατρί…  
Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις,  καί παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριάς  ἁγία, νεοφανῶν μαρτύρων.  
  
Καί νῦν…  
Ἴασαι Κόρη, τήν θλιβομένην ψυχήν μου, καί  θεράπευσον τοῦ σώματος τό ἄλγος, τῇ συμ παθεστάτῃ προνοίᾳ σου Παρθένε.    
Ὠδή θ’. Κυρίως Θεοτόκον 
Ἅγιε τοῦ Θεοῦ…  
Μεγάλων χαρισμάτων κατηξιωμένος, παρά  Χριστοῦ Ραφαήλ ἱερώτατε, μέγας προστάτης  ἐδείχθης ἡμῶν καί στήριγμα.  
  
Ἅγιοι τοῦ Θεοῦ… 
Οἱ μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σύν  Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν  ἀδοξίας ἡμᾶς λυτρώσασθε.  
  
Δόξα Πατρί…  
Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ  Ραφαήλ ἱερέ καί Νικόλαε, σύν τῇ Εἰρήνῃ τούς  πίστει ὑμᾶς γεραίροντας.  
  
Καί νῦν…  
Ὑμνοῦμέν σου τήν χάριν, κεχαριτωμένη· ὅτι  ἡμᾶς διασώζεις ἑκάστοτε, καί ἀσφαλῶς κα τευθύνεις πρός θεῖον θέλημα.  
  
Τὸ Ἄξιόν ἐστιν καὶ τὰ Μεγαλυνάρια Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν  Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώ μητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιω τέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγ κρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν  Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ με γαλύνομεν. 
Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαήλ  τρισμάκαρ, καί τῆς Λέσβου ὁ ἀρωγός· χαίροιςΔιακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνή  Εἰρήνη, Χριστοῦ ὀσφράδιον.  
  
Πάλαι ἐναθλήσαντες καρτερῶς, καί ἄρτι  γνωσθέντες, ἐν τῇ Λέσβῳ περιφανῶς, λάμ πετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δό ξαν τοῦ Κυρίου, ἅγιοι μάρτυρες.  
  
Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλεί σταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων  πραγμάτων, σαφέστατα τήν γνῶσιν, ὡς θεῖοι  τοῦ Σωτῆρος, ὁσιομάρτυρες.  
  
Χαίρετε τῆς Λέσβου κλέος καινόν, Θερμῆς  πολιοῦχοι, καί τοῦ λόφου τῶν Καρυῶν, Ρα φαήλ παμμάκαρ, ὁμοῦ σύν Νικολάῳ, καί τῇ  σεμνῇ Εἰρήνῃ, πυρσοί θεόφωτοι.  
 
Χαίρει κεκτημένη ὡς θησαυρούς, πλουτίζον τας πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαήλ  θεόφρον, σύν θείῳ Νικολάῳ, ἡ Λέσβος τά πα νέντιμα ὑμῶν λείψανα.  
  
Πάντας τούς προστρέχοντας εὐλαβῶς, ὑ μῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς,  Ραφαήλ Εἰρήνη, ὁμοῦ σύν Νικολάῳ, τήν τῶν  πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι.    
Ὄντως ἠκολούθησας τῷ Χριστῷ, τήν εὐ θεῖαν τρίβον ὑποδείξας ἡμῖν τρανῶς, καί ἤ θλησας γενναίως, ἐκχέας τό σόν αἷμα, ὦ Ρα φαήλ θεόφρον, πιστῶν διάσωσμα.    
Δεομένων πάντων καταφυγή, ἀνεδείχθη  πάλαι ἐν τῇ Λέσβῳ ἡ σή Μονή, ἡμῖν καταλι ποῦσα φιλανθρωπίας τύπον, εἰς μίμησιν Κυ ρίου τοῦ σέ δοξάσαντος.  
  
Ὅτε διηκόνεις ὡς Σεραφείμ, ἐπλούτεις τήν  Χάριν, ὦ Νικόλαε θαυμαστέ, διά τῶν τιμίων 
χειρῶν τοῦ Γέροντός σου, καί ὤφθης ἐν ἀ θλήσει αὐτοῦ συμμέτοχος.  
  
Νηπιόθεν ἔδραμες πρός Χριστόν, ποδηγέτηνσχοῦσα Ραφαήλ τόν ἱερουργόν, καί τελειο τάτη θυσία προσηνέχθης, πυρί ἀναλωθεῖσα,  Εἰρήνη πάνσεμνε.  
  
Χαίροις Ὀλυμπία νύμφη Χριστοῦ, ὁσιομαρ τύρων ἰσοστάσιος ἐν παντί· χαίροις μέν ἡ πά λαι ἀθλήσασα νομίμως, ἀρτίως δέ γνωσθεῖ σα, Θεοῦ εἰς αἴνεσιν.  
  
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τήν ἁ γίαν τήν προμήτορα τοῦ Χριστοῦ, τήν ἀξιω θεῖσαν γεννῆσαι τήν Παρθένον, τήν μόνην  Θεοτόκον καί παναμώμητον.  
  
Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, ὡς τροπαιο φόρος καί ἐν θαύμασιν εὐκλεής, μέγας ἀντι λήπτωρ τῆς Ἐκκλησίας ὤφθης, Γεώργιε παμ μάκαρ, μαρτύρων καύχημα. 
Πατέρα λιποῦσα τόν δυσσεβῆ, θυγάτηρ ἐ δείχθης Βασιλέως τῶν οὐρανῶν, ὑπέρ οὗ  προθύμως ἀθλήσασα, Βαρβάρα, λυτροῦσαι  πάσης νόσου τούς προσιόντας σοι.    
Σύμμορφοι ἐν ἄθλοις τοῖς ἱεροῖς, Εὐστράτιε  μάκαρ καί Αὐξέντιε ἱερέ, σύν τῷ Εὐγενίῳ,  Μαρδάριε, Ὀρέστα, ἡμᾶς ἐν ὁμονοίᾳ διατη ρήσατε.  
  
Τόν ἐν ἀθλοφόροις ἱερουργόν, καί ἐν ἱερεῦ σιν ἱερώτατον ἀθλητήν, τόν θαυμάτων ρεῖ θρα πηγάζοντα ἐν κόσμῳ, τόν μέγαν Χαρα λάμπην ὕμνοις τιμήσωμεν.  
  
Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδου λωμένοις χρηματίσας μυσταγωγός, κληρονό μος ὤφθης Σιών τῆς ἐλευθέρας, ἀθλήσας, Ἐ λευθέριε, ὡς ἀσώματος.  
 
Ὤφθης ὑποτύπωσις καί κανών, θεοφόρε  Σάββα ὡς τοῦ Πνεύματος θησαυρός, ὁσίων  Πατέρων, ἰθύνων καί ρυθμίζων, πρός γνῶσιν  εὐσεβείας τούς πειθομένους σοι.  
  
Λουτρακίου στέφανος καί τιμή, τῆς ὑδρω πικίας καί καρκίνου θεραπευτά, Πατάπιε θεό φρον, τῶν Γερανείων δόξα, πρέσβευε τῷ Κυ ρίῳ ὑπέρ τῶν δούλων σου.  
  
Δίδου Γουμενίσσῃ τῇ εὐσεβεῖ, τῇ πιστῶς τι μώσῃ τήν εἰκόνα σου τήν σεπτήν, πᾶσαν εὐ πραγίαν, εἰρήνην καί ὑγείαν, ὡς ταύτης προ στασία, Κόρη παντάνασσα.  
  
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάν τες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,  εἰς τό σωθῆναι ἡμᾶς.  
 
Τρισάγιον 
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνα τος ἐλέησον ἡμᾶς (γ’).  
Δόξα... Καὶ νῦν...  
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθη τι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρη σον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴα σαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόμα τός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε  ἐλέησον.  
Δόξα Πατρὶ... Καὶ νῦν...  
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω  τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενη θήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί  τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς  ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡ μῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡ μῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν  ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 
Ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστὶν... 
- Ἀμήν.  
Ἀπολυτίκια 
Ἦχος δ’. Ταχύ προκατάλαβε 
Ἐν Λέσβῳ ἀθλήσαντες ὑπέρ Χριστοῦ τοῦ Θε οῦ, αὐτήν ἡγιάσατε τῇ τῶν λειψάνων ὑμῶν  εὑρέσει, μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφα ήλ θεοφόρε, ἅμα σύν Νικολάῳ καί παρθένῳ  Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καί πρέ σβεις πρός Κύριον.  
  
Ἦχος γ’. Τήν ὡραιότητα 
Λυχνία τρίφωτος Χριστοῦ ἐδείχθητε, ἅγιοι  Μάρτυρες, Λέσβου τό καύχημα, τήν Ἐκκλη σίαν ταῖς αὐγαῖς φαιδρύνοντες τῶν θαυμά των, Ραφαήλ παμμέγιστε, ἱερέων εὐπρέπεια,  ἔνδοξε Νικόλαε, διακονίας κειμήλιον, καί ρό δον παρθενίας Εἰρήνη· ὅθεν ὑμᾶς ἀνευφη μοῦμεν.  
  
Ἦχος α’. Τῆς ἐρήμου πολίτης
Τῶν συνόρων προμάχους, Γουμενίσσης  προπύργια, καί μονῆς τῆς Γρίβας προστάτας  οὐρανίους κεκτήμεθα, τόν θεῖον Ραφαήλ σύν  τῇ σεμνῇ Εἰρήνῃ καί Νικόλαον ὁμοῦ, ἐπομβρί ζοντας θαυμάτων τάς δωρεάς τοῖς ὀρθοδό ξως μέλπουσι· δόξα τῷ εὐδοκήσαντι ὑμῖν, δό ξα τῷ ἐνισχύσαντι, δόξα τῷ χαριτώσαντι ὑ μᾶς καί καθαγιάσαντι.  
  
Ἦχος α’. Τῆς ἐρήμου πολίτης 
Τῆς Ἰθάκης τόν γόνον καί τῆς Λέσβου τό  καύχημα, ὁσιομαρτύρων τήν δόξαν, Ραφαήλ  εὐφημήσωμεν· ἀρτίως γάρ ἡμῖν φανερωθείς,  ἰάματα πηγάζει τοῖς πιστοῖς, καί κατ’ ὄναρ  καί καθ’ ὕπαρ ὑπερφυῶς ὀπτάνεται τοῖς κρά ζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ  σέ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διά  σοῦ ἡμῶν τά αἰτήματα.  
  
Ἦχος δ’. Ταχύ προκατάλαβε 
Τοῦ θείου λειψάνου σου τῇ ἀνευρέσει, σοφέ,  ἡ Λέσβος πεπλήρωται τῆς ἐκ Θεοῦ δαψιλῶς 
δοθείσης σοι Χάριτος· σύ γάρ ὁσιομάρτυς,  Ραφαήλ, παραδόξως φαίνει πλείστοις ἀνθρώ ποις καί ἰάσεις παρέχεις, διό τοῖς θαυμασίοις  σου πιστοί εὐφραινόμεθα.  
  
Ἦχος γ’. Μέγαν εὕρατο 
Κρίνον εὔοσμον τοῦ Παρακλήτου, κλέος ἔν θεον Θερμῆς τῆς Λέσβου ἀναδέδειξαι, Εἰρήνη  καλλιπάρθενε, δύο καί δέκα ἐτῶν ἐμαρτύρη σας καί ἐπ᾿ ἐσχάτων τῷ κόσμῳ ἐξέλαμψας,  νύμφη πάναγνε, λιταῖς σου θείαις εἰρήνευσον  τούς πόθῳ μεγαλύνοντας τούς ἄθλους σου.  
Ἐκτενής Δέησις καί Ἀπόλυσις ὑπό τοῦ Ἱερέως Ἐλέησον ἡμᾶς ὁ Θεὸς...  
- Κύριε ἐλέησον (γ’).  
.....................  
Ὅτι ἐλεήμων...  
- Ἀμήν.  
Δόξα σοι ὁ Θεός...  
Χριστὸς ὁ ἀληθινὸς Θεὸς... 
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου 
Πάντας τούς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁ γίοις λειψάνοις, φοιτῶντας Ἅγιοι, καί πρός  τήν ἀντίληψιν, τήν ὀξυτάτην ὑμῶν, ἀφορῶν τας ἑκάστοτε, Ραφαήλ τρισμάκαρ, Εἰρήνη καί  Νικόλαε, θαυματουργοί θαυμαστοί, πάσης ἐ πηρείας καί βλάβης, λύπης καί πικρῶν νοση μάτων, ρύσασθε ὑμῶν τῇ θείᾳ χάριτι.    
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δού λων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀ νάγκης καί θλίψεως.  
  
Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆ τερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην  σου.  
  
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…  Ἀμήν. 



Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Μὲ Δέουσα Λαμπρότητα ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καί τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνούντάς σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον».  Μὲ Δέουσα Λαμπρότητα καὶ Πλῆθος Πιστῶν ἑορτάστηκε ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῶν Θεοφανείων τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν Ἱερὸν Ναὸν Κοιμήσεως τῆς Θεοτόκου ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 6 Ἰανουαρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Θεία Λειτουργία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου Ἀρχιεπισκόπου καὶ Καισαρείας της Καππαδοκίας Οὐρανοφάντορος τοῦ Μεγάλου καὶ ἐν Συνεχείᾳ ἡ Ἀκολουθία τοῦ Μεγάλου Ἁγιασμοῦ.  Φωτογραφίες Μιχάλης Κάββαλος 

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα οἱ Μάρτυρες 16 Απριλίου

  Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα μαρτύρησαν ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.) στὴ Θεσσαλονίκη, τὸ ἔτος 304 μ.Χ. Στὸ Συναξάρι μαρτυρεῖται ὅτι οἱ τρεῖς ἀδελφές, πιθανῶς ἐνεργὰ μέλη μιᾶς ἀδελφότητας νέων Χριστιανῶν μὲ πλούσια βιβλιοθήκη, κατέφυγαν ἀμέσως μετὰ τὴν ἔναρξη τοῦ διωγμοῦ σὲ ὑψηλὸ ὄρος πλησίον τῆς Θεσσαλονίκης, πιθανῶς τὸ Χορτιάτη, ἀφοῦ ἔκρυψαν στὸ σπίτι τους τὰ βιβλία. Ἡ Ἀγάπη καὶ ἡ Χιονία, μετὰ ἀπὸ ἐντολὴ τοῦ διοικητοῦ Δουλκιτίου, ρίχθηκαν στὴν πυρά. Ἡ Ἁγία Εἰρήνη κλείσθηκε σὲ πορνεῖο, ἀλλὰ κανένας δὲν τόλμησε νὰ τὴν ἐνοχλήσει. Ὁδηγήθηκε καὶ αὐτὴ στὸν διὰ πυρᾶς θάνατο. Τὰ ἱερὰ λείψανα ποὺ ἀπέμειναν ἀπὸ τὴν πυρὰ συνελέγησαν ἀπὸ εὐλαβεῖς Χριστιανοὺς καὶ ἐνταφιάσθηκαν δυτικὰ τῆς πόλεως, σὲ μικρὴ ἀπόσταση ἀπὸ τὰ τείχη. Ἐκεῖ ἀνεγέρθηκε ἕνας ναΐσκος στὴν ἀρχή, ποὺ ἀργότερα ἔγινε μεγαλύτερος. Στὶς Διηγήσεις τῶν Θαυμάτων τοῦ Ἁγίου Δημητρίου ἀναφέρεται ὡς τὸ «σεβάσμιον τέμενος» τῶν τριῶν Ἁγίων Μαρτύρων Χιονίας, Εἰρήνης καὶ Ἀγάπης. Πηγή  https://www.synaxarion.g...

Κυριακὴ τῶν Βαΐων στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας

  Κυριακὴ τῶν Βαΐων 13 Ἀπριλίου 2025 εἷς τὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Αἰκατερίνης Πολιούχου Σητείας ἱερουργοῦντος τοῦ Σεβασμιωτάτου Ποιμενάρχου μας Μητροπολίτου Ἰεραπύτνης καὶ Σητείας κ.κ. Κυρίλλου. 

Οἱ Ἅγιοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος οἱ Ἀπόστολοι ἐκ τοὺς ἑβδομήκοντα 14 Απριλίου

  Οἱ Ἅγιοι Ἀπόστολοι Ἀρίσταρχος, Πούδης καὶ Τρόφιμος ἀνῆκαν στὸν κύκλο τῶν Ἑβδομήκοντα Ἀποστόλων († 4 Ἰανουαρίου) τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Γιὰ τὸν Ἀπόστολο Ἀρίσταρχο ἀναφέρεται στὶς Πράξεις τῶν Ἀποστόλων ὅτι ἦταν Μακεδόνας καταγόμενος ἀπὸ τὴ Θεσσαλονίκη καὶ κατὰ πᾶσα πιθανότητα Ἰουδαῖος. Ὁπωσδήποτε ὁ Ἀπόστολος Ἀρίσταρχος ὑπῆρξε ἀπὸ τοὺς πρώτους μαθητὲς τοῦ Ἀποστόλου Παύλου στὴ Θεσσαλονίκη, ὁ ὁποῖος καὶ τὸν μνημονεύει στὶς πρὸς Κολοσσαεῖς καὶ Φιλήμονα ἐπιστολές του. Ὁ Ἀπόστολος Ἀρίσταρχος ᾖλθε στὴν Ἔφεσο κομίζοντας χάρη τῶν Χριστιανῶν τῶν Ἱεροσολύμων τὴ «λογία». Τὸ προϊὸν τοῦ ἐράνου ἔφεραν οἱ Γάιος, Σεκοῦνδος καὶ Ἀρίσταρχος. Ἀπὸ τότε ὁ Ἀρίσταρχος ἔγινε ἀχώριστος σύντροφος τοῦ Ἀποστόλου Παύλου ὡς τὴ Ρώμη. Τὸν Ἀπόστολο Ἀρίσταρχο τὸν συναντοῦμε καὶ στὸ 19ο κεφάλαιο τῶν Πράξεων, ὅπου ὁ Εὐαγγελιστὴς Λουκᾶς περιγράφει μὲ ἐξαιρετικὴ ζωηρότητα τὰ ἐπεισόδια τῆς Ἐφέσου. Ὁ ἀργυροκόπος Δημήτριος εἶχε χολωθεῖ ἀπὸ τὴ μεταστροφὴ τῶν κατοίκων τῆς Ἐφέσου πρὸς τὴ νέα πίστη καὶ γι’ αὐτὸ ξεσήκωσε ...

Ο ΟΣΙΟΣ ΙΩΣΗΦ Ο ΓΕΡΟΝΤΟΓΙΑΝΝΗΣ ΚΑΙ Η ΑΝΑΚΑΙΝΙΣΗ ΤΗΣ ΜΟΝΗΣ

Ο Ιωάννης Βιτσέντζος ή Γεροντογιάννης γεννήθηκε στο ημιερειπωμένο Μονύδριο του Τιμίου Προδρόμου Καψά το 1799. Στα ερειπωμένα κελλιά της άγονης και απόμονωμένης περιοχής είχαν μεταβεί οι ευσεβείς και ενάρετοι γονείς του Εμμανουήλ και Ζαμπία λόγω τουρκικής επιδρομής. Αργότερα, όταν ησύχασε η κατάσταση, διέμειναν μόνιμα στο χωριό Λιθίνες. Όταν ήρθε σε νόμιμη ηλικία νυμφεύθηκε την κυνηγημένη από τους Τούρκους Καλλιόπη από την οικογένεια των Γεροντάκηδων ή Γεροντήδων, η οποία ζούσε κρυμμένη και εκείνη στα νοτιοανατολικά παράλια, φοβούμενη μήπως έχει την ίδια τύχη που είχε η μοναδική αδελφή της, η οποία αυτοκτόνησε για να μην ατιμασθεί από ένα Τούρκο που είχε ενδιαφερθεί έντονα γι’ αυτήν. Γι’ αυτό και η Καλλιόπη στάλθηκε από τους γονείς της στις ερημικές ακτές της περιοχής, κοντά στην έρημη τότε Μονή Καψά και τελικά νυμφεύθηκε τον Γεροντογιάννη, με τον οποίο απέκτησε τέσσερα παιδιά, τρεις κόρες κι ένα γιο. Ο Γεροντογιάννης ήταν ατίθασος, αλλά ιδιαίτερα ευσεβής. Πολλές φορές είχε γίνει στόχασ...

Ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης 3 Οκτωβρίου

  Καταγόταν ἀπὸ τὴν πόλη τῶν Ἀθηνῶν. Ἔζησε καὶ μαρτύρησε τὰ χρόνια ποὺ αὐτοκράτορας ἦταν ὁ Δομετιανός. Διακρίθηκε γιὰ τὴ φιλοσοφική του κατάρτιση καὶ τὴν βαθιά του καλλιέργεια. Ἀρχικὰ ἦταν εἰδωλολάτρης καὶ μέλος τῆς Βουλῆς τοῦ Ἀρείου Πάγου. Τὸ κήρυγμα ὅμως τοῦ Ἀποστόλου Παύλου ἄγγιξε τὴν παιδευμένη καὶ εὐαίσθητη ψυχή του καὶ βαπτίσθηκε. Ἀργότερα διαδέχθηκε στὸν ἐπισκοπικὸ θρόνο τῶν Ἀθηνῶν τὸν εὐσεβῆ Ἰερόθεο. Ὑπῆρξε συγγραφέας πλήθους θεολογικῶν συγγραμμάτων. Ἐπιβραβεύθηκε ἀπὸ τὸ θεὸ γιὰ τὴ χριστιανική του δράση μὲ τὸ χάρισμα νὰ ἐπιτελεῖ θαύματα. Περιόδευσε σὲ πολλὰ μέρη τῆς Δύσης, ὅπου κήρυξε τὸν εὐαγγελικὸ λόγο καὶ ἑρμήνευσε τὶς ἱερὲς γραφές. Ὅταν ἔφθασε στὸ Παρίσι συνελήφθη καὶ ἀργότερα ἀποκεφαλίσθηκε. Μαζί του μαρτύρησαν καὶ δυὸ μαθητές του, ὁ Ρουστικὸς καὶ ὁ Ἐλευθέριος. Ὁ ἡγεμόνας τῆς περιοχῆς ἔδωσε ἐντολὴ νὰ μὴ θάψει κανεὶς τὰ ἅγια λείψανα τῶν μαρτύρων, ὅμως κάποιοι χριστιανοὶ τὰ φύλαξαν καὶ ὅταν δὲν ὑπῆρχε πλέον φόβος τὰ ἐνταφίασαν μὲ τιμές. Πηγή  https://www.synaxarion....

Μὲ ἰδιαίτερη Λαμπρότητα Πανηγύρισε ὁ Ι.Ν Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 «Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ». Μὲ Δέουσα καὶ Πανευφρόσυνη Λαμπρότητα Πανηγύρισε ὁ Ἱερὸς Ναὸς Παναγίας Πρωτοσεπτεμβριανὴς εἰς τὸν Οἰκισμὸν Σωτῆρα ἐνορίας Ἁγίου Γεωργίου Τουρτούλων Σητείας. Τὴν Δευτέρα 1 Σεπτεμβρίου ἐπὶ τῇ ἐλεύσῃ τοῦ Νέου ἐνιαυτοῦ της Χριστότητος τοῦ Κυρίου καὶ ἐπὶ τῇ Ἱερὰ Σύναξη τῆς Παναγίας τῆς Παμμακαρίστου τελέστηκε ἡ Ἀκολυθία τοῦ Ὄρθρου, μετὰ Ἀρτοκλασίας καὶ ἐν Συνεχείᾳ ἡ Πανηγυρικὴ Θεία Λειτουργία καὶ ἡ Ἀκολουθία τοῦ Ἁγιασμοῦ ἐπὶ τῇ Εἰσόδῳ εἰς τὸ Νέον Ἐκκλησιαστικὸν Ἔτος.  Φωτογραφίες Μιχάλης Κάββαλος 

Ευαγγέλιο Κυριακής 5 Ιανουαρίου 2025 – Κυριακή προ των Φώτων

  Κατά Μάρκον (α΄ 1 – 8) Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.   Ἀπόδοση στη νεοελληνική: Ἡ ἀρχὴ τοῦ εὐαγγελίου τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἔγινε σύμφωνα μὲ ἐκεῖνο ποὺ εἶναι γραμμένον εἰς ...