Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικός Κανών Αγίου Ιερομάρτυρος Χαραλάμπους του Θαυματουργού

 Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα και Θαυματουργό Χαράλαμπο

Ποίημα ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χαραλάμπους τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτῷ· πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, τάχυνον καὶ κόπασον, τοῦ πανώλους τὴν θραῦσιν, ταῖς πρὸς Χριστὸν εὐχαῖς σου ἀθλητά, ἵνα σε πάντες ἀεὶ μακαρίζωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πᾶσαν νικῶντα θεραπείαν βλέποντες, καὶ μηχανὴν ἰατρῶν, τὸν νῦν ἐπελθόντα, λοιμὸν τοῖς οἰκέταις σου, πίστει θερμὴ προστρέχομεν, τῇ ἁγίᾳ σου σκέπῃ, ἱερομάρτυς Χαράλαμπες, πρόφθασον ἡμᾶς κινδυνεύοντας.

Καθάπερ ἄλλος Ἀαρὼν Χαράλαμπες, ἐν μέσῳ στὰς τῶν νεκρῶν, καὶ τῶν τεθνεώτων, τὴν φορὰν τὴν ἄσχετον, τοῦ νῦν θανάτου κόπασον· προσευχῶν σου δὲ Πάτερ, προσενεγκὼν τὸ θυμίαμα, τὴν ὀργὴν Κυρίου κατάπαυσον.

Πανωλεθρίαν τὴν δεινὴν θεώμενος, τοῦ βροτοκτόνου λοιμοῦ, Ἱερεῦ Κυρίου, ἔνδοξε Χαράλαμπες, σπλαγχνίσθητι καὶ τάχυνον, εὐμενίσας τὰ σπλάγχνα, Θεοῦ τοῦ φύσει οἰκτίρμονος, ἅπερ καθ’ ἡμῶν παρωργίσαμεν.

Θεοτοκίον.
Καιρὸς κακῶν, καιρὸς ὀργῆς κατέλαβε, τοὺς ταλαιπώρους ἡμᾶς· ὁ λοιμὸς γὰρ πάντας, χλόην ὥσπερ ἔκειρε, Μαρία μητροπάρθενε, δράμε πρόφθασον τάχος, καὶ τὸν Υἱόν σου ἱλέωσαι, ἐφ’ ἡμῖν τοῖς ἄμετρα πταίσασιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ζωηφόρος ἐν αὔραις, σῶν πρεσβειῶν Ἅγιε, τὸν διεφθαρμένον ἀέρα λοιμοῦ ἀπέλασον, ὃν ἀναπνέοντες, τὴν γῆν οἱ ταύτην οἰκοῦντες, θάνατον ἐπώδυνον τάχος λαμβάνουσιν.

Ὡς τοὺς στάχυς θερίζει, τὸ τμητικόν δρέπανον, οὕτως ὁ λοιμὸς ἐκθερίζει ἀνθρώπους ἅπαντας, μάρτυς Χαράλαμπες, σύγκοψον τούτου τὴν θραῦσιν, καὶ θανάτου λύτρωσαι τοὺς προσφυγόντας σοι.

Ἐχωρίσθημεν οἴμοι! ἀναστροφῆς Ἅγιε, καὶ ἐπιμιξίας ἁπάσης ἀλλήλων εἴρχθημεν, πανώλους δείματι· σὺ οὖν ἐκ μέσου ποιήσας, τοῦτον ἡμᾶς ἕνωσον αὖθις πρεσβείαις σου.

Θεοτοκίον.
Ἴδε Δέσποινα κόσμου, ἴδε λαοῦ κάκωσιν, τοῦ ἀγορασθέντος τιμίῳ Υἱοῦ σου αἵματι, καὶ οἰκτιρήσασα, τοῦτον ὡς εὔσπλαγχνος Μήτηρ, τοῦ λοιμοῦ ἀπάλλαξον τοῦ πανδαμάτορος.

Διάσωσον, ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου Ἱερομάρτυς Χριστοῦ, ἡμᾶς τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλοῖς ἐν κακοῖς, κυκλούμεθα οἱ τάλανες, ἐντεῦθεν λοιμοῦ, τῷ φόβῳ συνεχόμενοι· ἐκεῖθεν δὲ κατεχόμενοι, συγκλεισμῷ καὶ στερούμενοι, τῶν ἀναγκαίων σε αἰτοῦμεν ἀθλητά, κατοικτειρῆσαι ἡμᾶς κινδυνεύοντας.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς Κύριε.
Ὅπου ἡ σῇ, ἐπισκιάζει Χαράλαμπες, θεία χάρις, καὶ σεπτόν σου ὄνομα, ἐπικαλεῖται πίστει θερμῇ, ἐκεῖθεν ἡ νόσος, ἡ τοῦ λοιμοῦ ἐκδιώκεται· διὸ ἐκδιωξάτω, καὶ νῦν τοῦτον σῇ χάρις, ἀφ’ ἡμῶν τῶν καλούντων σὸν ὄνομα.

Βλέψον ἡμᾶς, κακὰ παθόντας τὰ ἔσχατα, Ἀθλοφόρε, καὶ ἵλεως φάνηθι· ἰδοὺ γὰρ πάντας ὁ νῦν λοιμός, ἀοίκους πλανήτας, ἀνέδειξε καὶ ἀπόλιδας· θάνατος γὰρ ἐν οἴκοις, θάνατος ἐν πλατείαις, καὶ ἐν πόλει καὶ κώμῃ νῦν θάνατος.

Πρὶν μὲν Δαυΐδ, βλέπων τὸν Ἄγγελον κτεῖνοντα, μυριάδας, τοῦ λαοῦ ἱλέωσε, τοῦτον θυσίᾳ ἐν αἰσθητῇ· σὺ δὲ Ἀθλοφόρε, ὁρῶν λοιμὸν τὸν συγκόπτοντα, τὰ πλήθη Χριστωνύμων, πρεσβειῶν σου θυσίᾳ, νοερᾷ Θεὸν ἵλεων ἔργασαι.

Θεοτοκίον.
Μῆτερ Θεοῦ, τῶν κοπετῶν νῦν ἐπάκουσον, καὶ τῶν θρήνων, οὕσπερ οἱ οἰκέται σου, ἐπὶ νεκροῖς ποιοῦσιν αὐτῶν· πτώματα γὰρ τούτων, πολλάκις μένουσιν ἄταφα, ὀρνέοις καὶ θηρίοις, οἴμοι κείμενα βρῶσις· συμφορὰν τοίνυν τούτων οἰκτείρησον.

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Ὁ φλογίζων πανώλης, καὶ τὴν φλογερὰν προσλαβόμενος ἔξωθεν, ὥραν τὴν τοῦ θέρους, Βαβυλῶνος ὡς κάμινος γέγονεν, ἐμπιπρῶν αὐτίκα, τοὺς ὑπ’ αὐτοῦ κατεχομένους, ἀλλὰ σὺ τοῦτον Μάρτυς κατάσβεσον.

Ἡ πληγὴ ἡ δεκάτη, νῦν τοῦ Φαραὼ ἡμᾶς πάντας κατέλαβε· νῦν ὁ ὁλοθρεύων, ἐν οἰκίαις ἡμῶν πάντας ἔκτεινεν, Ἱερεῦ Κυρίου, αἷμά σου δεῖξον τῷ Δεσπότῃ, καὶ εὐθὺς ἐκδιώξει τὸν ὄλεθρον.

Τὴν Χριστοῦ θείαν ποίμνην, ἔθυσεν ἐσπάραξε κατεθοινήσατο, ὁ λοιμὸς ὡς πάνθηρ· ἀλλὰ σὺ πρεσβειῶν σου Χαράλαμπες, σιδηρᾷ ἐν ῥάβδῳ, πάταξον τοῦτον διατάχους, καὶ τῆς λύμης αὐτοῦ ἡμᾶς λύτρωσαι.

Θεοτοκίον.
Εὐκατάπρηστος ὕλη, ἡ ἡμῶν κακία Παρθένε γεγένηται, ἐξ ἧς συνετράφη, ὁ λοιμὸς καὶ τοὺς πάντας κατέφλεξε· σὺ οὖν ὡς ἀύλου, πυρὸς δοχεῖον φλέξον ὕλην, καὶ ὁ φλέγων λοιμὸς συμφλεχθήσεται.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν ἄμπελον, τοῦ Θεοῦ τὴν εὔκαρπον, ἐξ Αἰγύπτου ὁ Χριστὸς ἣν μετῆρε, τῆς σκοτεινῆς, ἀθεΐας καὶ πλάνης, ὡς μονιὸς ὁ λοιμὸς ἐνεμήσατο· Χαράλαμπες μάρτυς Χριστοῦ, τοὺς ὁδόντας αὐτοῦ τάχει σύντριψον.

Σοὶ δέδοται, χάρις αὕτη Ἅγιε, ἐξαιρέτως παρὰ πάντας Ἁγίους, παύειν λοιμοῦ, πανωλέθρου τὴν νόσον, ἀλλὰ καὶ νῦν ταύτην ἔμπρακτον ποίησον, διώξας τάχος τὸν λοιμόν, ἐξ ἡμῶν τῶν ἐν πίστει τιμώντων σε.

Ὡς δράκοντα, Δανιὴλ διέῤῥηξε, βαβυλώνιον τεχνάσματι θείῳ, οὕτω καὶ σὺ, ὦ Χαράλαμπες μάρτυς, τὸν λαὸν τοῦ Θεοῦ λυμαινόμενον, διάῤῥηξον σῶν πρεσβειῶν, τῷ φαρμάκῳ λοιμὸν τὸν Αἰγύπτιον.

Θεοτοκίον.
Προσπέσωμεν, ἀδελφοὶ καὶ κλαύσωμεν, καὶ Χριστῷ μετανοήσωμεν πάντες, ἀπὸ ψυχῆς καὶ καρδίας βοῶντες· φεῖσαι λαοῦ σου φιλάνθρωπε Κύριε, καὶ παῦσον θραῦσιν τοῦ λοιμοῦ, δραστικαῖς τῆς Μητρός σου δεήσεσι.

Διάσωσον, ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου, Ἱερομάρτυς Χριστοῦ ἡμᾶς τούς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱερεῦ τοῦ Χριστοῦ, καὶ θύτα ἐννομώτατε, ἀθλητῶν καλλονή, καὶ Μάρτυς γενναιότατε, ἱερὲ Χαράλαμπες μεσίτευσον Χριστῷ, ὅπως ἐξάρῃ τοῦ λοιμοῦ, τὴν βαρυτάτην συμφοράν, τὴν ἡμᾶς κατατρύχουσαν· ἔχεις τὰ δυσωποῦντα, τοῦτον τίμια πάθη, καὶ τὸ μαρτύριον τὸ σόν, ὃ δι’ αὐτὸν χαίρων ἤνυσας.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ κδ΄, 4 – 8).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.  Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θύτην ἐννομώτατον καὶ ἀθλοφόρον Κυρίου, πολιὰν σεβάσμιον, γηραλέον φρόνημα καὶ πᾶν τίμιον, κεφαλὴν θείαν τε αὐτουργὸν θαυμάτων, ἐλατῆρα πανδαμάτορος, λοιμοῦ γινώσκοντες σὲ ἱερομάρτυς Χαράλαμπες, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ ἀντιλήψει προστρέχομεν· ἴδε οὖν παμμάκαρ, τὴν θλῖψιν καὶ τὴν κάκωσιν ἡμῶν, καὶ λῦσον τάχος τὸν κίνδυνον, τοῦ πανώλους Ἅγιε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδή ζ΄. Παῖδες Ἑβραίων.
Ἵνα σε πάντες εὐφημῶμεν, ἵνα μέλπωμεν, ἀεὶ τὸ ὄνομά σου, ἐξελοῦ πειρασμοῦ, λοιμοῦ πανωλεθρίου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὦ Χαράλαμπες τρισμάκαρ.

Νέφος θανάτου ὀξυτάτου, κατεκάλυψεν, ἡμᾶς τοὺς σοὺς οἰκέτας· πρεσβειῶν σου πνοαῖς, σκέδασον τοῦτο μάκαρ, καὶ τῆς ζωῆς ἀνάτειλον, καθαρὰν ἡμῖν αἰθρίαν.

Λαῖλαψ καθάπερ ἐμπεσοῦσα, διετάραξε τὸν βίον ἡμῶν πάντων, ὁ πανώλης λοιμός· ἀλλὰ σὺ Ἀθλοφόρε, εἰς σταθηρὰν μετάβαλε, τὴν ζωὴν ἡμῶν γαλήνην.

Θεοτοκίον.
Λύτειρα λύπης Θεοτόκε, καὶ εὐρύχωρον δοχεῖον χαρᾶς κόσμου, λῦσον λύπης πικρᾶς, λοιμοῦ τοῦ βροτοκτόνου, ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ χαρὰν ἡμῖν παράσχου.

ᾨδή η΄. Τόν ἐν ὄρει.
Σωφρονίζων, ὡς δούλους ἀτακτοῦντας, ὁ Δεσπότης, ἡμᾶς λοιμῷ μαστίζει· ἐὰν λοιπὸν σωφρονισθῶμεν ἅπαντες, λύσει τὴν παιδείαν, ὡς Θεὸς ἐλέους, πρεσβείαις Χαραλάμπους.

Φεῖσαι φεῖσαι, λαοῦ τοῦ χριστωνύμου, Ἀθλοφόρε, καὶ μάχαιραν Κυρίου, τὴν ἡβηδὸν τοὺς πάντας ἀποσφάττουσαν, ἤδη ἀοράτως, στρέψον εἰς τὴν θήκην, σαῖς δραστικαῖς πρεσβείαις.

Ἠρημώθη ἡ πόλις ἡμῶν πᾶσα, καὶ αἱ κῶμαι, ἐγένοντο νῦν πόλεις καὶ ἐρημίαι, κατοικίαι ὤφθησαν, τοῦ λοιμοῦ τῷ φόβῳ· ὃν ἀποδιώξαις ταῖς σαῖς πρεσβείαις μάκαρ.

Θεοτοκίον.
Χριστοῦ Μήτηρ, καὶ Μήτηρ Χριστωνύμων, σὺ ὑπάρχεις, Παρθένε· διὸ τάχος, τὰ κατὰ χάριν τέκνα σου ἐλέησον, ἡμᾶς κακωθέντας, καὶ σωφρονισθέντας τῇ τοῦ λοιμοῦ παιδείᾳ.

ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ.
Παυσώμεθα τοῦ εἶναι ἄνδρες λοιμοί, ἐν καθέδρᾳ λοιμῶν καθεζόμενοι, καὶ τῶν κακῶν, ἀλλήλοις γενόμενοι ἀρχηγοί, μεταδιδόντες ἅπασι, τῆς διαφθειρούσης λύμης ψυχάς· καὶ παύσεται αὐτίκα, λοιμὸς ὁ τῶν σωμάτων, ὁ πάντας φθείρων τοὺς ἐγγίζοντας.

Παρέβημεν Κυρίου τὰς ἐντολάς, τὰς ζωὴν προξενούσας τοῖς πράττουσι, πάντες ἡμεῖς· διὰ τοῦτο πρόστιμον καὶ ποινήν, τὸν θάνατον νῦν εὕρομεν, καὶ τὴν τοῦ πανώλους διαφθοράν· θάνατος γὰρ ὑπάρχει, καθὼς βοᾷ ὁ Παῦλος, τῆς ἁμαρτίας τὰ ὀψώνια.

Οὐκ ἔχομεν τι δῶρον προσενεγκεῖν, ἱκανὸν δυσωπῆσαι Χαράλαμπες, οὐκ ἀρετάς, οὐ κατορθωμάτων ἴχνος βραχύ· θερμὰ μικρά σοι δάκρυα, ταῦτα προσενέγκωμεν ἐκ ψυχῆς, καὶ στεναγμοὺς ὀλίγους, οὓς πρόσφερε Κυρίῳ, καὶ λοιμοῦ σῶσον πανδαμάτορος.

Θεοτόκιον.
Παράλαβε Παρθένε πάντας χορούς, τῶν ἀύλων Ἀγγέλων Ἁγίων τε, καὶ ἐκτενῆ, ποίησον πρεσβείαν τῷ σῷ Υἱῷ· δεῖξον μαστοὺς καὶ χεῖράς σου, δεῖξον σπόγγον λόγχην καὶ τὸν σταυρόν, τὰ σὰ καὶ τὰ ἐκείνου, καὶ οὕτω παῦσον Κόρη, λοιμοῦ τὴν νόσον τὴν πανώλεθρον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τοῦ λαοῦ σου, χαριτόβρυτε Ἀθλητά, καὶ ῥῦσαι κινδύνων καὶ πάσης ἄλλης βλάβης, τοὺς σὲ παρακαλοῦντας μάρτυς Χαράλαμπες.

Τὸν ἐν Ἱερεῦσι θαυματουργόν, καὶ ἐν ἀθλοφόροις, ἀπροσμάχητον βοηθόν, τὸν τοῦ βροτοκτόνου, πανώλους ἐλατῆρα, τὸν μέγαν Χαραλάμπη ὕμνοις τιμήσωμεν.

Ἔχοντες Ναόν σου τὸν Ἱερόν, τοῦτον ἀθλοφόρε, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ καιρῷ τῷ τοῦ πανώλους, καὶ ἐπηρείας πάσης αὐτοῦ λυτρούμεθα.

Σκέπε φρούρει φύλαττε Ἀθλητά, τοὺς ὑπὸ τὴν σκέπην, καταφεύγοντας νῦν τὴν σήν, καὶ ῥῦσαι ἐκ βλάβης, λοιμοῦ τοῦ πανωλέθρου, ταῖς θείαις σου πρεσβείαις μάρτυς Χαράλαμπες.

Μέγα σου τὸ ὄνομα ὁ Χριστός, καὶ τὴν δόξαν πᾶσιν, Ὀρθοδόξοις Χριστιανοῖς, ἐποίησε μάρτυς Χαράλαμπες γενναῖε, λοιμοῦ σε ἀναδείξας, ῥύστην ὀξύτατον.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν πάρεστι χρεία, βοηθείας Μάρτυς Χριστοῦ· λύτρωσαι οὖν πάσης, ἀνάγκης τοῦ πανώλους, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος, τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου, ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν, μάκαρ· διὸ ἐν παῤῥησία Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, μάρτυς Χαράλαμπες, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, κατ’ ἐξαίρετον τρόπον δέ, τῆς νῦν κατεχούσης ἀνάγκης ἀπάλλαξον, τοῦ πανωλέθρου λοιμοῦ, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

"Τό στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε." Αρχιμ. Πορφύριος Αγγελάκης

  Η Ιερά Μητρόπολη Κυδωνίας και Αποκορώνου, στο πλαίσιο της πνευματικής προετοιμασίας για το Άγιο Πάσχα και της διαρκούς ποιμαντικής της μέριμνας, πραγματοποίησε την Κυριακή της Τυρινής, 22 Φεβρουαρίου, τον πρώτο Κατανυκτικό Εσπερινό της Συγγνώμης, σηματοδοτώντας την είσοδο στο «στάδιο των αρετών». Η ακολουθία τελέστηκε στον Ιερό Ναό Αγίου Παντελεήμονος Αμπεριάς, μέσα σε κλίμα σαρακοστιανής κατάνυξης με τη συμμετοχή πλήθους πιστών που προσήλθαν για να προσευχηθούν και αλληλοσυγχωρεθούν  και να ξεκινήσουν τον πνευματικό αγώνα της Αγίας και Μεγάλης Τεσσαρακοστής. Μετά το πέρας του Εσπερινού, ο Πανοσιολογιώτατος Αρχιμανδρίτης Πορφύριος Αγγελάκης, Προϊστάμενος του Ιερού Καθεδρικού Ναού Αγίας Φωτεινής Ιεράπετρας της Ιερά Μητρόπολη Ιεραπύτνης και Σητείας, ανέπτυξε το θέμα: «ΤΟ ΣΤΑΔΙΟΝ ΤΩΝ ΑΡΕΤΩΝ ΗΝΕΩΚΤΑΙ· ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΑΘΛΗΣΑΙ ΕΙΣΕΛΘΕΤΕ», προσφέροντας πνευματικά ερεθίσματα και ουσιαστικές παραινέσεις για την πορεία της νηστείας και του αγώνα των αρετών. Η Πνευματική εσπερίδα αποτέλε...

Εὕρεσις Τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννη 24 Φεβρουαρίου

  Ὅταν ἀποκεφαλίσθηκε ἀπὸ τὸν Ἡρώδη, ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ἡ τίμια κεφαλὴ αὐτοῦ τοποθετήθηκε μέσα σὲ ἀγγεῖο ἀπὸ ὄστρακο καὶ κρύφθηκε στὴν οἰκία τοῦ Ἡρώδη. Μετὰ ἀπὸ πολλὰ χρόνια, ὁ Ἅγιος Ἰωάννης φανερώθηκε στὸ ὄνειρο δύο μοναχῶν, οἱ ὁποῖοι εἶχαν ἀναχωρήσει γιὰ τὰ Ἱεροσόλυμα μὲ σκοπὸ νὰ προσκυνήσουν τὸν τάφο τοῦ Κυρίου, ἀγγέλλοντας σὲ αὐτούς, ποῦ βρίσκεται ἡ τίμια κεφαλή του. Καὶ ἐκεῖνοι, ἀφοῦ τὴν βρῆκαν, τὴν εἶχαν μὲ τιμές. Ἀπὸ αὐτοὺς τὴν παρέλαβε κάποιος κεραμεὺς καὶ τὴν μετέφερε στὴν πόλη τῶν Ἐμεσηνῶν. Ὅταν ὅμως πέθανε, τὴν κληροδότησε στὴν ἀδελφή του. Καὶ ἀπὸ τότε διαδοχικὰ περιῆλθε σὲ πολλούς, γιὰ νὰ καταλήξει στὰ χέρια κάποιου ἱερομονάχου ἀρειανοῦ ποὺ ὀνομαζόταν Εὐστάθιος καὶ φύλαξε τὴν τίμια κάρα σὲ σπήλαιο. Ἀπὸ ἐκεῖ μεταφέρθηκε, ἐπὶ Οὐάλεντος (364 – 378 μ.Χ.), στὸ Παντείχιον τῆς Βιθυνίας μέχρι ποὺ ὁ Θεοδόσιος ὁ Μέγας (379 – 395 μ.Χ.) ἀνεκόμισε αὐτὴ στὸ Ἕβδομο τῆς Κωνσταντινουπόλεως, ὅπου ἀνήγειρε μέγα καὶ περικαλλέστατο ναό. Βέβαια περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς ...

Ἡ Ἁγία Ἀναστασία ἡ Πατρικία 10 Μαρτίου

  Ἡ Ἁγία Ἀναστασία ἔζησε στὴν Κωνσταντινούπολη κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ τοῦ Μεγάλου (527 – 565 μ.Χ.) καὶ καταγόταν ἀπὸ πλούσιους καὶ εὐγενεῖς γονεῖς. Ἦταν πρώτη Πατρικία τοῦ βασιλέως καὶ φοβούμενη τὸν Θεό. Οἱ ἀρετές της κίνησαν σὲ φθόνο τὴν βασίλισσα καὶ ἔτσι ἡ Ἁγία ἀναγκάστηκε νὰ παραλάβει μέρος τῆς περιουσίας της καὶ νὰ καταφύγει στὴν Ἀλεξάνδρεια, ὅπου ἔκτισε στὴν θέση ποὺ καλεῖται Πέμπτον μονή, ἡ ὁποία ὀνομάστηκε καὶ τῆς Πατρικίας καὶ ζοῦσε ἀσκητικά. Ὅταν πληροφορήθηκε ὅτι ὁ αὐτοκράτορας Ἰουστινιανὸς τὴν ἀναζητεῖ, ἐγκατέλειψε τὴν μονὴ καὶ προσῆλθε στὴν σκήτη τοῦ ἀββᾶ Δανιήλ, στὸν ὁποῖο ἐμπιστεύθηκε τὰ κατ’ αὐτήν. Ὁ ἀββᾶς τὴν ἔνδυσε μὲ ἀνδρικὰ ἐνδύματα καὶ τὴν μετονόμασε σὲ Ἀναστάσιο. Ὅρισε δὲ καὶ ἕναν ἀπὸ τοὺς ὑποτακτικοὺς τῆς σκήτης, γιὰ νὰ προσκομίζει σὲ αὐτὴν τὰ ἀπαραίτητα, ἔτσι ὥστε νὰ μὴν ἐξέρχεται ἀπὸ τὸ σπήλαιο μέσα στὸ ὁποῖο ἀσκήτευε. Ἐκεῖ ἡ Ἁγία Ἀναστασία παρέμεινε κλεισμένη ἐπὶ εἴκοσι ὀκτὼ ὁλόκληρα χρόνια. Ὅταν προεῖδε τὸ τέλος της, προσκάλεσε τὸν...

Ὁ Ἅγιος Ἀρτέμων Ἐπίσκοπος Σελευκείας τῆς Πισιδίας 24 Μαρτίου

  Ὁ Ἅγιος Ἀρτέμων γεννήθηκε στὴ Σελευκεία τῆς Πισιδίας. Ὅταν ὁ Ἀπόστολος Παῦλος ἦλθε σὲ ἐκεῖνο τὸν τόπο, ὁ Ἅγιος Ἀρτέμων ἔγινε μαθητής του, ἐνῷ στὴν συνέχεια ἀναδείχθηκε Ἐπίσκοπος τῆς ἴδιας πόλεως, διδάσκαλος τοῦ λαοῦ καὶ κήρυκας τῆς ἀλήθειας. Διενέργησε πολλὰ θαύματα καὶ ὁδήγησε πολλοὺς ἀπὸ τοὺς εἰδωλολάτρες πρὸς τὸν Κύριο, κάνοντάς τους Χριστιανούς. Διοικώντας μὲ εὐσέβεια καὶ θεάρεστο τρόπο τὸ ποίμνιο, ποὺ τοῦ εἶχε ἐμπιστευθεῖ ὁ Θεὸς καὶ διακυβερνώντας μὲ ἀρετὴ καὶ σοφία τὴν Ἐκκλησία, ἦταν σωτήριο λιμάνι γιὰ ὅλους ποὺ εἶχαν ἀνάγκη, προστάτης τῶν χηρῶν, ὑπερασπιστὴς τῶν ὀρφανῶν, χορηγὸς πτωχῶν καὶ πενήτων. Ὁ Ἅγιος Ἀρτέμων, ἀφοῦ πολιτεύθηκε κατὰ Θεὸν καὶ ὑπηρέτησε σὲ ὅλα τὸν Κύριο, κοιμήθηκε μὲ εἰρήνη σὲ βαθὺ γῆρας, ἀπολαμβάνοντας τὴν αἰώνια ζωή. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Θεόφιλος ὁ Μάρτυρας καὶ οἱ σὺν αὐτῷ μαρτυρήσαντες ἐν Κρήτῃ 31 Μαρτίου

  Ὁ Ἅγιος Θεόφιλος μαρτύρησε μὲ τὴν οἰκογένειά του στὴν Κρήτη. Στὸ α’ στιχηρὸ τοῦ Ἑσπερινοῦ ὑπάρχει πληροφορία περὶ τοῦ μαρτυρίου τῆς συζύγου του: «…καὶ νυμφῶνος θείου ἐχώρησας ἔνδον, νενυμφευμένην τῷ Χριστῷ διὰ βασάνων τοῦ σώματος τὴν σύζυγον ἀγόμενος…». Στὸ α’ τροπάριο τῆς γ’ Ὠδῆς τοῦ Κανόνος γίνεται λόγος περὶ μαρτυρίου καὶ τῶν τέκνων του. Προφανῶς ἔχουμε περίπτωση οἰκογενειακοῦ μαρτυρίου ἀνάλογο πρὸς ἐκείνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου († 20 Σεπτεμβρίου) καὶ τοῦ Ἁγίου Ἑσπέρου († 2 Μαΐου). Πιθανότατα οἱ Ἅγιοι μαρτύρησαν κατὰ τὴν ἐποχὴ τῶν διωγμῶν τῆς ἀρχαίας Ἐκκλησίας. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

Ὁ Ἅγιος Μύρων ὁ Νεομάρτυρας ἀπὸ τὸ Ἡράκλειο Κρήτης 20 Μαρτίου

  Ὁ Ἅγιος Νεομάρτυς Μύρων καταγόταν ἀπὸ τὸ Μεγάλο Κάστρο τῆς Κρήτης, τὸ σημερινὸ Ἡράκλειο καὶ γεννήθηκε ἀπὸ εὐσεβεῖς καὶ φιλόθεους γονεῖς. Ὁ πατέρας του ὀνομαζόταν Δημήτριος καὶ ἦταν δίκαιος καὶ ἐνάρετος ἄνθρωπος. Ὁ Ἅγιος ἦταν σεμνὸς καὶ σώφρων καὶ ἀγαποῦσε ὑπερβολικὰ τὴν παρθενία καὶ τὴν ἄσκηση. Ἐργαζόμενος ὡς ράπτης στὸ Ἡράκλειο συκοφαντήθηκε ἀπὸ τοὺς Τούρκους, οἱ ὁποῖοι τὸν φθονοῦσαν, ὅτι δῆθεν ἀποπλάνησε μία Τουρκοπούλα. Στὸ δικαστήριο ὁ Ἅγιος ἀπέρριψε ἀπολογούμενος τὴ συκοφαντία, ἀλλὰ ἐτέθη σὲ αὐτὸν δίλημμα τοῦ ἐξισλαμισμοῦ ἢ τοῦ θανάτου. Ὁ Μάρτυρας Μύρων ἀποκρίθηκε μὲ παρρησία ὅτι δὲν ἀρνεῖται τὴν πίστη του, ἀλλὰ εἶναι ἕτοιμος νὰ ὑποστεῖ κάθε βασανιστήριο γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, καθ’ ὅσον γεννήθηκε Χριστιανὸς καὶ Χριστιανὸς θέλει νὰ πεθάνει. Γιὰ τὸν λόγο αὐτὸ τὸν χτύπησαν ἀνηλεῶς καὶ τὸν ἔριξαν στὴ φυλακή. Ὅταν τὸν ἔβγαλαν ἀπὸ αὐτή, τὸν ὁδήγησαν καὶ πάλι ἐνώπιον τοῦ κριτοῦ, ὅπου ὁ Ἅγιος ἐπαναλάμβανε συνεχῶς ὅτι θέλει νὰ πεθάνει ὡς Χριστιανός. Ἔτσι καταδικάσθηκε στὸν διὰ ἀγ...