Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιλαβοῦσα ἡ Zώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.