Μετάβαση στο κύριο περιεχόμενο

Ἀκολουθία Μεγάλου Ἀποδείπνου

 


(Ἱερεὺς) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων... 

(Ἀλλιῶς...) Εἷς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν. (Ἱερεὺς) Δόξα σοὶ ὁ Θεός, δόξα σοί. 

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρῶν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορτηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Ἀμήν. 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ') 

Δόξα... Καὶ νύν... 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 

Δόξα... Καὶ νύν... 

Πάτερ ἡμῶν ὁ ἐν τοὶς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὤς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὤς καὶ ἡμεῖς ἄφίεμέν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. (Ἱερεὺς) Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν. 

Κύριε ἐλέησον (ἰβ') 

Δόξα... Καὶ νῦν... 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

ΨΑΛΜΟΣ Δ' (4) 

Ἐν τὼ ἐπικαλείσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, Κύριος εἰσακούσεταί μου, ἐν τὼ κεκραγέναι μὲ πρὸς αὐτόν. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, ἅ λέγετε ἐν ταὶς καρδίαις ὑμῶν, ἐπὶ ταὶς κοίταις ὑμῶν κατανύγητε, Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Πολλοὶ λέγουσι, Τὶς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φὼς τοῦ προσώπου σου, Κύριε, ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω, Ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατὼ κισὰς με. 

ΨΑΛΜΟΣ ς' (6) 

Κύριε, μὴ τὼ θυμῷ σοῦ ἐλέγξης με, μηδὲ τὴ ὀργὴ σοῦ παιδεύσης με. 

Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμι ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, καὶ σύ, Κύριε, ἕως πότε; 

Ἐπίστρεψον, Κύριε, ρύσαι τὴν ψυχήν μου, σῶσὸν με ἕνεκεν τοῦ ἐλέους σου. Ὅτι οὐκ ἔστιν ἐν τὼ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τὼ ἅδη τὶς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν τὼ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐνδάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοὶς ἐχθροῖς μου. Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου, Ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. 

Αἰσχυνθείησαν καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. 

ΨΑΛΜΟΣ ΙΒ' (Ι2) 

Ἕως πότε, Κύριε, ἐπιλήση μοῦ εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου, ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρὸς μοῦ ἐπ' ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε, ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπη ὁ ἐχθρός 

μοῦ, Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ, ἐγὼ δέ, ἐπὶ τὼ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τὼ σωτηρίῳ σου, ἄσω τὼ Κυρίω τὼ εὐεργετήσαντί με, καὶ ψαλῶ τὼ ὀνόματι Κυρίου τοῦ Ὑψίστου. 

Καὶ πάλιν 

Ἔπίβλεψόν, εἰσάκουσόν μου, Κύριε, ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπη ὁ ἐχθρός μου, Ἴσχυσα πρὸς αὐτόν. 

Δόξα... Καὶ νύν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός, Μετανοίας (γ'), Κύριε, ἐλέησον (γ'), Δόξα... Καὶ νύν... 

ΨΑΛΜΟΣ ΚΔ' (24) 

Πρὸς σέ, Κύριε, ᾖρα τὴν ψυχήν μου, ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, καὶ γὰρ πάντες οἱ ὑπομένοντές σέ, οὐ μὴ καταισχυνθῶσιν. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενής, Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοί, καὶ τὰς τρίβους σοῦ δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καί 

δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνὸς εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε, Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεὶς ἐν κρίσει, διδάξει πραεὶς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος, καὶ ἀλήθεια τοὶς ἐκζητούσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καί 

ἰλάσθητι τὴ ἁμαρτία μου, πολλὴ γὰρ ἐστι. Τὶς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ἢ ἠρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν, Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχὸς εἰμι ἐγώ, Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου, καὶ ρύσαί με, μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντὸ μοί, ὅτι ὑπέμεινά σέ, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. 

ΨΑΛΜΟΣ Λ' (30) 

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνη σου ρύσαί με, καὶ ἐξελοῦ με. Κλῖνον πρὸς μὲ τὸ οὕς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοὶ εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σώσαί με. Ὅτι κραταίωμά μου, καὶ καταφυγή μου εἰ σύ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με. Ἐξάξεις μὲ ἐκ παγίδος ταύτης, ᾖς ἔκρυψάν μοί, ὅτι σὺ εἰ ὁ ὑπερασπιστής μου, Κύριε, Εἰς χεῖράς σου Παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενής. Ἐγὼ δὲ ἐπὶ τὼ Κυρίω ἤλπισα, ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τὼ ἐλέει σου. Ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἕν εὐρυχώρῳ τοὺς πόδας μου. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι, ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου, Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μοῦ ἐν στεναγμοῖς. Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὄστά μου ἐταράχθησαν, παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοὶς γείτοσί μου σφόδρα, καὶ φόβος τοὶς γνωστοῖς μου. Οἱ θεωροῦντες μὲ ἐξω ἔφυγον ἀπ' ἐμοῦ, ἐπελήσθην ὠσεὶ νεκρὸς ἀπὸ καρδίας. Ἐγενήθην ὠσεὶ σκεῦος ἀπολωλός, ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν, ἐν τὼ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμέ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοί, Κύριε, ἤλπισα, εἶπα, Σὺ εἰ ὁ Θεὸς μοῦ ἐν ταὶς χερσί σου οἱ κλήροί μου. Ρύσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσὸν με ἐν τὼ ἐλέει σου Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σέ. Αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ἅδου. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει, ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ᾖς ἔκρυψας τοὶς φοβουμένοις σέ. Ἐξειργάσω τοὶς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Εὐλογητὸς Κύριος, ὀτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, Ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τὼ κεκραγέναι μὲ πρὸς σέ. Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεὶ Κύριος, καὶ ἀνταποδίδωσι τοὶς περισσῶς ποιοῦσιν ὑπερηφανίαν, ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον. 

ΨΑΛΜΟΣ 90 

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τὼ Κυρίω, Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ὅτι αὐτός 

ρύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοὶς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σὲ ἡ ἀλήθεια αὐτοῦ. Ὄυ φοβηθήση ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεί. Πλὴν τοὶς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ὄυ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ ουκ ἐγγιεὶ ἐν τὼ σκηνώματί σου. Ὅτι τοὶς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σὲ ἐν πάσαις ταὶς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσὶ σέ, μήποτε προσκόψης πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἐγνω τὸ ὄνομά μου. Κεκράξεται πρὸς με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτὴ ριόν μου 

Δόξα... Καὶ νύν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ') Δόξα... Καὶ νύν... 

(Εἶτα τοὺς ἐφεξῆς Στίχους, χύμα καὶ ἄνευ μέλους, εἰ ἔστιν ἐκτὸς τῆς μεγάλης Τεσσαρακοστῆς, ἐν ταύτῃ δὲ ψάλλομεν αὐτοὺς ἐξ ἑκατέρων τῶν Χορῶν, ἀργῶς καὶ μεγάλη τὴ φωνή.) 

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Σὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ ἥν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός, Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνη ἐν ὑμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, οὐδ' οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ὦ, ἔσται μοὶ εἰς ἁγιασμόν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοὶ ἔδωκεν ὁ Θεός, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Ὅ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φὼς μέγα. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Oὶ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιὰ θανάτου, φὼς λάμψει ἐφ' ἡμᾶς. Ὅτι μεθ ἤμών ὁ Θεός. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Oυ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Θαυμαστὸς σύμβουλος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Δόξα... Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Καὶ νύν... Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Μεθ' ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

(Καὶ εὐθὺς ὁ Ἀναγνώστης τὰ παρόντα Τροπάρια.) 

Τὴν ἡμέραν διελθών, εὐχαριστῶ σοι, Κύριε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τὴ νυκτὶ ἀναμάρτητον, παράσχου μοί, Σωτήρ, καὶ σῶσὸν με, 

Δόξα... 

Τὴν ἡμέραν παρελθών, δοξολογῶ σέ, Δέσποτα, τὴν ἑσπέραν αἰτοῦμαι, σὺν τὴ νυκτὶ ἀσκανδάλιστον, παράσχου μοί, Σωτήρ, καὶ σῶσὸν με. 

Καὶ νύν... 

Τὴν ἡμέραν διαβάς, ὑμνολογῶ σέ, Ἅγιε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τὴ νυκτι ἀνεπίβουλον, παράσχου μοί, Σωτήρ, καὶ σῶσὸν με. 

(Εἶτα ψάλλουσιν ὁμοῦ οἱ δύο Χοροί) 

H ἀσώματος φύσις, τὰ Χερουβείμ, ἀσιγήτοις σὲ ὕμνοις, δοξολογεῖ. 

Ἑξαπτέρυγα ζῶα, τὰ Σεραφείμ, ταὶς ἀπαύστοις φωναῖς σέ, ὑπερυψοί. 

Τῶν Ἀγγέλων τε πᾶσα ἡ στρατιά, τρισαγίοις σὲ ἅ σμασιν, εὐφημεί. 

Πρὸ γὰρ πάντων ὑπάρχεις, ὁ ὧν Πατήρ, καὶ συνάναρχον ἔχεις, τὸν σὸν Υἱόν. Καὶ ἰσότιμον φέρων, Πνεῦμα ζωῆς, τῆς Τριάδος δεικνύεις, τὸ ἀμερές. 

Παναγία Παρθένε, Μήτηρ Θεοῦ, οἱ τοῦ Λόγου αὐτόπται, καὶ ὑπουργοί, Προφητῶν καὶ Μαρτύρων, πάντες χοροί, ὡς ἀθάνατον ἔχοντες, τὴν ζωήν. Ὑπὲρ πάντων πρεσβεύσατε, ἐκτενῶς, ὅτι πάντες ὑπάρχομεν, ἐν δεινοῖς. Ἵνα πλάνης ρυσθέντες, τοῦ πονηροῦ, τῶν Ἀγγέλων βοήσωμεν, τὴν ὠδήν, 

(ὁ Ἀναγνώστης) 

Ἅγιε, Ἅγιε, Ἅγιε, Τρισάγιε Κύριε, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. 

Καὶ εὐθύς 

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. 

Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι ου τὰ πάντα ἐγένετο, Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα, Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, Καὶ ἀναστάντα τὴ τρίτη ἡμέρα κατὰ τὰς Γραφάς, Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός, Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, Οὐ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν, Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν, Ὁμολογῶ ἐν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν, Προσδοκῶ ἀνάστασιν νεκρῶν, Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος, Ἀμήν. 

Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (ἐκ γ'). 

Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). 

Ἅγιε Ἰωάννη, Προφῆτα καὶ Πρόδρομε, καὶ Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). 

Ἅγιοι ἔνδοξοι Ἀπόστολοι, Προφῆται, καὶ καὶ πάντες Ἅγιοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. 

Ὅσιοι, θεοφόροι Πατέρες ἡμῶν, Ποιμένες, καὶ Διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). 

Ἡ ἀήττητος, καὶ ἀκατάλυτος, καὶ θεία δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, μὴ ἐγκαταλίπης ἡμᾶς τοὺς ἁμαρτωλοὺς (δίς). 

(οἱ Χοροί, ἐναλλάξ) 

Ὁ Θεός, ἰλάσθητι ἡμῖν τοὶς ἁμαρτωλοῖς (τρίς). 

(ὁ β' Χορός) 

Καὶ ἐλέησον ἡμᾶς (ἅπαξ). 

Εἶτα, Τρισάγιον, Δόξα... Καὶ νύν... Παναγία Τριάς, Κύριε, ἐλέησον (γ'), Δόξα... Καὶ νύν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... 

(Ἐὰν μὲν τυχη Ἑορτή, λέγομεν τὰ τῆς ἑορτῆς Τροπάρια 

Εἰ δὲ μή, ἡμέραν παρ' ἡμέραν, τὰ Τροπάρια ταῦτα.) 

Φώτισον τοὺς ὀφθαλμούς μου, Χριστὲ ὁ Θεός, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπη ὁ ἐχθρός μου, Ἴσχυσα πρὸς αὐτόν. 

Δόξα... 

Ἀντιλήπτωρ τῆς ψυχῆς μου, γενοῦ, ὁ Θεός, ὅτι μέσον διαβαίνω παγίδων πολλῶν, ρύσαί με ἐξ αὐτῶν, καὶ σῶσὸν με, ἀγαθέ, ὡς φιλάνθρωπος. 

Καὶ νύν... 

Θεοτοκίον 

Ὅτι οὐκ ἔχομεν παρρησίαν, διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε, πολλὰ γὰρ ἰσχύει δέησις Μητρός, πρὸς εὐμένειαν Δεσπότου, μὴ παρίδης ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σώζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν, σαρκὶ καταδεξάμενος. 

Ἕτερα Τροπάρια, ψαλλόμενα ἡμέραν παρ' ἡμέραν 

Τῶν ἀοράτων ἐχθρῶν μου, τὸ ἄϋπνον ἐπίστασαι, Κύριε, καὶ τῆς ἀθλίας σαρκός μου, τὸ ἄτονον ἔγνως, ὁ πλάσας μέ' δι' ὃ εἰς χεῖράς σου, παραθήσομαι τὸ πνεῦμά μου, Σκέπασόν με πτέρυξι τῆς σὴς ἀγαθότητος, μὴ ὑπνώσω εἰς θάνατον, καὶ τοὺς ἵνα νοεροὺς ὀφθαλμούς μου 

φώτισον, ἐν τῇ τρυφὴ τῶν θείων λόγων σου, καὶ διέγειρόν με ἐν καιρῷ εὐθέτῳ, πρὸς σὴν δοξολογίαν, ὡς 

μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 

Στίχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 

Ὡς φοβερὰ ἡ κρίσις σου, Κύριε, τῶν Ἀγγέλων παρισταμένων, τῶν ἀνθρώπων εἰσαγομένων, τῶν βίβλων ἀνεωγμένων, τῶν ἔργων ἐρευνωμένων, τῶν λογισμῶν ἐξεταζομένων, Ποία κρίσις ἔσται ἐν ἐμοί, τὼ συλληφθέντι ἐν ἁμαρτίαις; τίς μου τὴν φλόγα κατασβέσει; τίς μου τὸ σκότος καταλάμψει; εἰ μή, σύ, Κύριε, ἐλεήσεις με, ὡς φιλάνθρωπος; 

Δόξα... 

Δάκρυά μοὶ δός, ὁ Θεός, ὡς ποτε τὴ γυναικὶ τὴ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ, τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὔωδίάς σοι 

προσφέρειν, βίον καθαρὸν ἐν μετανοίᾳ μοὶ κτισθέντα, ἵνα ἀκούσω καγὼ τῆς εὐκταίας σου φωνῆς, Ἡ πίστις σου σέσωκέ σέ, πορεύου εἰς εἰρήνην. 

Καὶ νύν... 

Θεοτοκίον 

Τὴν ἀκαταίσχυντον, Θεοτόκε, ἐλπίδα σου ἔχων, σωθήσομαι, τὴν προστασίαν σου κεκτημένος, Πανάχραντε, οὐ φοβηθήσομαι, καταδιώξω τοὺς ἐχθρούς μου, καὶ τροπώσομαι αὐτούς, μόνην ἀμπεχόμενος, ὡς θώρακα, τὴν σκέπην σου, καὶ τὴν παντοδύναμον βοήθειάν σου, καθικετεύων, βοῶ σοὶ Δέσποινα, σῶσὸν με ταὶς πρεσβείαις σου, καὶ ἀνάστησόν με ἐκ ζοφώδους ὕπνου, πρὸς σὴν δοξολογίαν, δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος, Υἱοῦ τοῦ Θεοῦ. 

Κύριε, ἐλέησον (μ') Δόξα... Καὶ νύν... Τὴν τιμιωτέραν... Eν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. (ὁ Ἱερεὺς) Δι' εὐχῶν τῶν ἄγίών Πατέρων ἡμῶν... 

Εὐχὴ τοῦ Μεγάλου Βασιλείου 

Κύριε, Κύριε, ὁ ρυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ρύσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, Πρόσδεξαι θυσίαν ἐσπερινην, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις, Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ διαβόλου ἡμῖν προσγινομένης, Χάρισαι ταὶς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοὶς λογισμοῖς ἡμῶν μέριμναν τῆς ἐν τῇ φοβερὰ καὶ δικαία σου κρίσει ἐξετάσεως Καθήλωσον ἐκ τοῦ φόβου σοῦ τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ' ὕπνον ἡσυχία ἐμφαιδρυνώμεθα τὴ θεωρία τῶν κριμάτων σου, Ἀπόστησον δὲ ἀφ' ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν, Διανάστησον δὲ ἡμᾶς ἐν τὼ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοὶς παραγγέλμασί σου, εὐδοκία καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τὼ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῶ σου Πνεύματι, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

ὁ Ἀναγνώστης 

Δεῦτε, προσκυνήσωμεν... (ἐκ γ' ) Μετανοίας (γ' ) 

ΨΑΛΜΟΣ Ν' (50) 

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σοῦ ἐξάλειψον τὸ ἀνόμημά μου, ἐπὶ πλεῖον πλῦνὸν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μοῦ καθάρισόν με, ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μοῦ ἐστιν διὰ παντός, σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοὶς λόγοις σου καὶ νικήσης ἐν τὼ κρίνεσθαί σέ, ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου, ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοί, ραντιεῖς με ὑσσώπω καὶ καθαρισθήσομαι πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα, ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μοῦ ἐξάλειψον, καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου, μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλης ἀπ' ἐμοῦ, ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με, διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν, ρύσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου, κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου, ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις, θυσία τὼ Θεῶ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει, ἀγάθυνον κύριε ἐν τῇ εὐδοκία σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἴερουσαλημ, τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορᾶν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 

ΨAΛMΟΣ ΡΑ' (101) 

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγὴ μοῦ πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, ἐν ἢ ἂν ἡμέρα, θλίβωμαι, κλῖνον πρὸς μὲ τὸ οὕς σου, ἐν ἢ ἂν ἡμέρα ἐπικαλέσωμαί σέ, ταχὺ ἐπάκουσόν μου, ὅτι ἐξέλιπον ὠσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὄστά μου ὠσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὠσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὄστούν μου τὴ σαρκί μου, ὡμοιώθην πελεκάνι ἐρημικῷ, ἐγενήθην ὠσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντὲς με κατ' ἐμοῦ ὤμνυον. Ὅτι σποδὸν ὠσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ἀπὸ προσώπου τῆς ὄργής σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέρραξάς με. Αἱ ἡμέραι μου ὠσεὶ σκιὰ ἐκλίθησαν, καγὼ ὠσεὶ χόρτος ἐξηράνθην. Σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιῶν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἤκει καιρός. Ὅτι εὐδόκησαν οἱ δούλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοὺν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιῶν, καὶ ὀφθήσεται ἐν τῇ δόξη αὐτοῦ. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ ουρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἕν Σιῶν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τὼ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό, καὶ βασιλεῖς τοῦ δουλεύειν τὼ Κυρίω, Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ, Τὴν ὀλιγότητα τῶν ἡμερῶν μοῦ ἀνάγγειλόν μοί. Μὴ ἀναγάγης μὲ ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεὰ γενεῶν τὰ ἔτη σου. Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σοῦ εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὠσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ οὐκ ἐκλείψουσιν. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. 

ΠΡΟΣΕΥΧΗ ΜΑΝΑΣΣΗ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ΙΟΥΔΑΙΑΣ 

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, τοῦ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τὼ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τὼ λόγῳ τοῦ προσταγματος, σου, ὁ κλείσας τὴν ἄβυσσον, καὶ σφραγισάμενος αὐτὴν τὼ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοῖς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου, Σὺ γὰρ εἰ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ κακίας ἀνθρώπων, Σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν, καὶ ἄφεσιν τοὶς ἠμαρτηκόσι σοι, καὶ τὼ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν, Σὺ οὔν, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τὼ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τοὶς οὐχ ἠμαρτηκόσι σοι, ἀλλ' ἔθου μετάνοιαν ἐπ' ἐμοὶ τὼ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης, Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ οὔκ εἰμι ἄξιος ἀτενίσαι, καὶ ἰδεῖν τὸ ὑψος τοῦ οὐρανοῦ, ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτόμενος πολλῷ δεσμῶ σιδηρῷ, εἰς τὸ μὴ ἀνανεῦσαι τὴν κεφαλήν μου, καὶ οὐκ ἔστι μοὶ ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, μὴ ποιήσας τὸ θέλημά σου, καὶ μὴ φυλάξας τὰ προστάγματά σου, Καὶ νύν, κλίνω γόνυ καρδίας, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος, Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω, ἀλλ' αἰτοῦμαι δεόμενος, Ἄνες μοί, Κύριε, ἄνες μοί, καὶ μὴ συναπολέσης μὲ ταὶς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσης τὰ κακὰ μοί, μηδὲ καταδικάσης μὲ ἐν τοὶς κατωτάτοις τῆς γῆς, διότι σὺ εἰ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα, σώσεις μὲ κατὰ τὸ πολὺ ἔλεός σου, καὶ αἰνέσω σὲ διά 

παντὸς ἐν ταὶς ἡμέραις τῆς ζωῆς μου, Ὅτι σὲ ὑμνει πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

Τρισάγιον, Μετανοίας (γ') Δόξα... Καὶ νύν... Παναγία Τριάς... Κύριε ἐλέησον (γ') Δόξα... Καὶ νύν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... 

(Καὶ ψάλλομεν, πραεία τὴ φωνή, τὰ Κατανυκτικὰ ταῦτα τροπάρια.) 

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὤς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς. 

Δόξα... 

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὤς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. 

Καὶ νύν... 

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ρυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν. 

Κύριε ἔλέησόν (μ') 

Δόξα... Καὶ νῦν... 

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ. 

(ὁ Ἱερεὺς) Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν... 

Καὶ τὴν Εὐχήν 

Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσὸν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

ὁ Ἀναγνώστης 

Δεῦτε προσκυνήσωμεν... (γ'), Μετανοίας (γ'), Εἶτα τοὺς ψαλμούς: 

ΨΑΛΜΟΣ ΞΘ' (69) 

Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθήσαί μοὶ σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοὶ κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοί, Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντὲς σέ, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχὸς εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοί, Βοηθός μου καὶ ρύστης μοῦ εἶ σύ, Κύριε, μὴ χρονίσης. 

Ψαλμὸς 142 

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθεία σοῦ ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνη σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τό 

πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοὶς ἔργοις σοῦ ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων, διεπέτασα τὰς χεῖράς μου πρὸς σὲ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι διάψαλμα, ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπεν τό 

πνεῦμά μου μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοὶς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοὶ τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοὶ κύριε ὁδὸν ἐν ἡ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου, ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου κύριε ὅτι πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖα, ἕνεκα τοῦ ὀνόματός σου κύριε ζήσεις μὲ ἐν τῇ δικαιοσύνη σοῦ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τὼ ἐλέει σοῦ ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δοῦλὸς σοῦ εἰμι ἐγώ. 

ΔΟΞΟΛΟΓΙΑ 

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία, Ὑμνοῦμεν σέ, εὐλογοῦμὲν σέ, προσκυνοῦμὲν σέ, δοξολογοῦμὲν σέ, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν, Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιὰ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς, Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, Ἀμήν. 

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σέ, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεὰ καὶ γενεά, Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου, Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τὼ φωτί σου ὀψόμεθα φώς, Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσί σέ. 

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς, Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, Ἀμήν. 

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ, Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου, Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου, Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοὶς δικαιώμασί σου, Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδης, Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τὼ Πατρὶ καὶ τὼ Υἱῷ, καὶ τὼ Ἁγίῳ Πνεύματι, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

(Κατὰ τὴν πρώτην ἑβδομάδα τῶν Νηστειῶν ψάλλομεν τὸ δι' ἑκάστην ἡμέραν ὡρισμένον τμῆμα τοῦ Μεγάλου Κανόνος, «Βοηθὸς καὶ σκεπαστῆς μου», προτάσσοντες εἰς ἕκαστον Τροπάριον τὸν Στίχον. 

Ἐλέησόν με, ὁ Θεός, ἐλεησὸν με. 

Μετὰ τὴν ς' ὠδὴν ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους τὸ Κοντάκιον, «Ψυχή μου, ψυχή μου,... ». Μετὰ τὴν θ' ὠδήν, τὸν Εἱρμὸν «Ἀσπόρου συλλήψεως... ». 

Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν Τροπαρίων τοῦ Κανόνος.) 

Τρισάγιον, Δόξα... Καὶ νύν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ') Δόξα... Καὶ νύν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... 

Καὶ ψάλλομεν τὸ ἑπόμενον Τροπάριον μετὰ τῶν στίχων αὐτοῦ 

Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοὶς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταὶς δυναστείας αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Εἶτα ὁ πρῶτος Χορός 

Αἰνεῖτε τὸν Θεὸν ἐν τοὶς Ἁγίοις αὐτοῦ. 

ὁ δεύτερος Χορός 

Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

Καὶ πάλιν οἱ δύο Χοροὶ ὁμοῦ, ἀργότερον 

Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ, ἄλλον γὰρ ἐκτὸς σοῦ βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Δόξα... 

Κύριε, εἰ μὴ τοὺς Ἁγίους σοῦ εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν, Σῶτερ, ὑμνῆσαὶ σέ, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνώστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν. 

Καὶ νύν... 

Θεοτοκίον 

Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων, πρὸς σὲ κατέφυγον, Ἁγνή, σωτηρίας δεόμενος, Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ πρέσβευε τὼ Υἱῷ σου καὶ Θεῶ ἡμῶν, δοθήναί μοὶ τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη. 

Καὶ ψάλλει ὁ α' Χορός, τό 

Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπης με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσης με, ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με. 

Καὶ ὁ β' Χορός 

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου. Κύριε, ἐλέησον (μ') 

Ὁ ἐν παντὶ καιρῷ καὶ πάση ὥρα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτη τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου, Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ρύσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης, Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τὴ παρεμβολὴ αὐτῶν 

φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

Κύριε ἐλέησον (γ') Δόξα... Καὶ νῦν... 

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ. 

Ἱερεὺς Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς, καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς. 

(Καὶ ποιοῦμεν τὰς τρεὶς μεγάλας μετανοίας, Εἴθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.) 

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μὴ μοὶ δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοὶ τὼ σὼ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοὶ τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

(Μετὰ δὲ ταύτας, ἑτέρας μικρᾶς ἰβ' λέγοντες καθ' ἑκάστην) 

ὁ Θεός, ἰλάσθητί μοὶ τὼ ἁμαρτωλῷ, καὶ ἐλέησόν με 

(καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.) 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοὶ τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Τρισάγιον, Παναγία Τριάς... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... 

Κύριε, ἐλέησον (ἰβ') 

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ 

(Παύλου μοναχοῦ, Mονὴς τῆς Εὐεργέτιδος) 

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τὴ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθείσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἔλπις καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξη μὲ τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῶν ἡδονῶν τοῦ βίου, ραθυμία γνώμης, δοῦλον γενόμενον, ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ρυπαρῶν χειλέων προσφερομένην σοὶ δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τὴ μητρική σου παρρησία χρωμένη δυσώπησον, ἵνα ἄνοιξη καμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψη μὲ πρὸς μετάνοιαν καὶ τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξη με, Καὶ πάρεσό μοὶ ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα, ἐν δὲ τὴ φοβερὰ ἥμερα τῆς κρίσεως, τῆς αἰωνίου μὲ ρυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης του σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον μὲ ἀποδεικνύουσα, 'ἮΙς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπία τοῦ μονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ 

αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῶ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ 

(Ἀντιόχου Μοναχοῦ τοῦ Πανδέκτου) 

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιούσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας, Παῦσον τὰς ὁρμᾶς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τα καθ' ἡμῶν δολίως κινούμενα, Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισαν, Καὶ δώρησαι ἡμῖν, οΘεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον, Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας, Παννύχιον ἡμῖν την σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. 

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν , καὶ αἴτησαι ἵνα σώση διά σου τὰς ψυχὰς ἡμῶν. 

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι. 

Τὴν πᾶσαν ἐλπίδα μοῦ εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. 

(Κατὰ τὴν πρώτην ἑβδομάδα τῶν Νηστειῶν [ἀπὸ τῆς Δευτέρας (Καθαρᾶς)] εὐθὺς ὁ Ἱερεὺς ἀναγινώσκει, ἀπὸ τῆς Ὡραίας Πύλης, τὸ τῆς ἡμέρας Εὐαγγέλιον [τῆς Παννυχίδος].) 

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως... κ.λ.π. 

Δόξα σοι, Κύριε, δόξα σοι. 

Εἰρήνη πᾶσι. 

Καὶ τὼ πνεύματί σου. 

Τὰς κεφαλὰς ἡμῶν τὼ Κυρίω κλίνωμεν. 

Σοί, Κύριε. 

(Καὶ ἡμῶν κεκλιμένων, λέγει εὐθύς, ὁ Ἱερεύς) 

Δέσποτα πολυέλεε, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν oσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν Ἁγίων, 

Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν, 

Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν, 

Σκέπασον ἡμᾶς ἐν τῇ σκέπη τῶν πτερύγων σου 

Ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον, 

Εἰρήνευσον ἤμών τὴν ζωήν, 

Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὤς ἀγαθὸς καὶ φιλάνθρωπος. 

Ἀμήν. 

(Εἴθ οὕτω ποιήσας ὁ Προεστὼς μετάνοιαν ἐπὶ γῆς λέγει τοὶς ἀδελφοῖς.) Εὐλογεῖτε, Πατέρες ἅγιοι, συγχωρήσατέ μοὶ τὼ ἁμαρτωλῷ. 

(Καὶ οἱ Ἀδελφοί) 

Ὁ Θεὸς συγχωρῆσαι σοι, Πάτερ ἅγιε. 

Δόξα... Καὶ νύν... Κύριε, ἐλέησον (γ'), Πάτερ ἅγιε εὐλόγησον. 

(Καὶ ἄρχονται οἱ Ἀδελφοὶ ἀνὰ δύο, εἰς ἐξ ἑκατέρου Χοροῦ κατὰ τάξιν, ποιεῖν τὸ αὐτό, καὶ αἰτεῖσθαι, καὶ λαμβάνειν συγχώρησιν, μέχρις ἂν πληρωθῶσιν ἅπαντες.) 

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου. 

Ὕπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. 

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους. 

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. 

Ὕπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν. 

Ὕπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. 

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. 

Ὕπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. 

Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων. 

Ὕπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. 

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. 

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. 

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἀπανταχοῦ Ὀρθοδόξων. 

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ' ). 

(Καὶ λαμβάνουσι πάντες συγχώρησιν παρὰ τοῦ Προεστῶτος ἢ τοῦ Ἱερέως, ἀσπαζόμενοι τὴν δεξιὰν αὐτοῦ. Ἐφ' ὅσον δὲ γίνεται ὁ ἀσπασμός, ψάλλεται ὑπὸ τοῦ β' Χοροῦ) 

Τὴ μὲν Δευτέρα, Τετάρτη καὶ Παρασκευὴ ἑσπέρας. 

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατὰ Θεοῦ τοῦ καμπτόμενοι ὑπὸ πταισμάτων, πολλῶν, Μῆτερ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν, Ρύσαι πάσης περιστάσεως τοὺς δούλους σου. 

Τὴ δὲ Τρίτη ἑσπέρας καὶ τὴ Πέμπτη ψάλλεται, τό 

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὄδυρομένή ἔβόά σοι Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνήσκεις; πῶς τὼ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοὶς ὕδασι; Μὴ λίπης μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σοῦ δέομαι. 

(Ὁ Ἱερεὺς ποιῶν τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ μεθ' ὑποκλίσεως, ἐπιλέγει.) 

Δί' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. 

(Οὗτος ὁ τύπος καὶ ἡ τάξις τοῦ Μ. Ἀποδείπνου ὀφείλει γίνεσθαι κατὰ πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην Τεσσαρακοστὴν μέχρι τῆς Μεγάλης Τρίτης ἑσπέρας, ἐξαιρουμένων τῶν Εὐαγγελίων, ἅτινα μόνον διὰ τὴν α' ἑβδομάδα εἰσὶν ὡρισμένα, τὴ δὲ Μ. Δευτέρα καὶ τὴ Μ. Τρίτη ἑσπέρας, ἀντὶ τοῦ Κανόνος τῆς Θεοτόκου, ψάλλονται τὰ Τριώδια τοῦ Ἀποδείπνου, καὶ εἰς τὸ τέλος τό, «Σφαγήν σου τὴν ἄδικον Χριστέ... ». 

Οἱ ἐν τοὶς ἱεροῖς Μοναστηρίοις καὶ Ἡσυχαστηρίοις λαβόντες συγχώρησιν ἀπὸ τοῦ Προεστῶτος, ἀπέρχονται ἐν τοὶς κελλίοις αὐτῶν ἔνθα λέγουσι καὶ τὴν Εὐχὴν ταύτην. 

Τοὶς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε, τοὶς ἀγαθοποιούσιν ἀγαθοποίησον, τοὶς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν, χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, καὶ ἴασιν δώρησαι, τοὺς ἐν θαλάσσῃ κυβέρνησον, τοὶς ἐν ὄδοιπορίαίς συνόδευσον, τὼ Βασιλεῖ συμμάχησον, τοὶς διακονοῦσι, καὶ ἐλεοῦσιν ἡμᾶς, ἁμαρτιῶν ἄφεσιν δώρησαι, τοὶς ἐντειλαμένοις ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, Μνήσθητι, Κύριε, πάντων τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτούς, ἔνθα ἐπισκοπεῖ τὸ φὼς τοῦ προσώπου σου, Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως, Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταὶς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον, Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου καὶ φώτισον ἡμῶν τὸν νοὺν τὼ φωτὶ τῆς γνώσεώς σου καὶ ὁδήγησον ἤμάς ἐν τῇ τρίβω τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ, εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ὁ Ἅγιος Βασίλειος ὁ Μέγας ὁ Καππαδόκης 1 Ιανουαρίου

  Ὁ Μέγας Βασίλειος, μία ἀπὸ τὶς μεγαλύτερες μορφὲς τῆς Ἐκκλησίας, γεννήθηκε περὶ τὸ 330 μ.Χ. στὴν Καισάρεια τῆς Καππαδοκίας. Ὁ πατέρας του Βασίλειος ἦταν ρήτορας, ἐγκατεστημένος στὴ Νεοκαισάρεια τοῦ Πόντου καὶ ἦταν υἱὸς τῆς Μακρίνης, ἡ ὁποία ὑπέστει πολλὰ μετὰ τοῦ συζύγου της κατὰ τὸν διωγμὸ τοῦ Μαξιμίνου γιὰ τὴν πίστη τους στὸν Χριστό. Ἡ Μακρίνα ἦταν μαθήτρια τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ καὶ διετέλεσε ἡ πρώτη στὴν πίστη διδάσκαλος τοῦ ἐγγονοῦ της Βασιλείου. Ἡ μητέρα τοῦ Μεγάλου Βασιλείου ὀνομαζόταν Ἐμμέλεια, καταγόταν ἀπὸ τὴν Καππαδοκία, ἦταν θυγατέρα Μάρτυρος, εὐλαβέστατη καὶ πολὺ φιλάνθρωπη. Ἀπὸ τὸν γάμο της μὲ τὸν Βασίλειο γεννήθηκαν ἐννέα παιδιά, ἀπὸ τὰ ὁποία τὰ τέσσερα ἦταν ἀγόρια. Τὸ πρωτότοκο παιδὶ τους ἦταν ἡ Μακρίνα, ἡ ὁποία μετὰ τὸν θάνατο τοῦ μνηστῆρα της, ἐπιδόθηκε στὴν ἄσκηση. Ἀπὸ τὰ τέσσερα ἀγόρια, τρεῖς ἔγιναν Ἐπίσκοποι, ὁ Βασίλειος στὴν Καισάρεια, ὁ Γρηγόριος στὴ Νύσσα καὶ ὁ Πέτρος στὴ Σεβαστεία. Ὁ Ναυκράτιος πέθανε νέος, σὲ ἡλικία 27 ἐτῶν. Πρὸ τοῦ Πέτρου γεννήθ...

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

Ὁ Ἅγιος Θεμιστοκλῆς ὁ Μάρτυρας 21 Δεκεμβρίου

  Σήμερα ἡ Ἐκκλησία τιμᾶ τὴν μνήμη τοῦ Ἁγίου Θεμιστοκλέους, ὁ ὁποῖος καταγόταν ἀπὸ τὰ Μύρα τῆς Λυκίας καὶ ἔζησε τὴν ἐποχὴ τοῦ αὐτοκράτορα Δεκίου. Ἦταν βοσκὸς στὸ ἐπάγγελμα. Τὴν ἐποχὴ ἐκείνη ὁ Ἀσκληπιός, ὁ ἄρχοντας τῆς Λυκίας, ξεκίνησε διωγμὸ κατὰ τῶν χριστιανῶν καὶ ὁ στόχος του ἦταν νὰ συλλάβει τὸν Ἅγιο μάρτυρα Διοσκουρίδη. Ὁ Διοσκουρίδης ὅμως κατέφυγε στὸ ὄρος ὅπου ἔβοσκε ὁ Θεμιστοκλῆς τὰ πρόβατά του. Οἱ ἄνθρωποι τοῦ ἄρχοντα κίνησαν καὶ αὐτοὶ πρὸς τὸ ὄρος ὅπου καὶ συνάντησαν τὸν Θεμιστοκλῆ. Ὅταν ἐρωτήθηκε γιὰ τὴν πίστη του δὲν δίστασε οὔτε στιγμὴ νὰ ὁμολογήσει τὸν ἕναν καὶ μοναδικὸ Θεό. Οἱ στρατιῶτες ἀκούγοντας τὴν ὁμολογία αὐτὴ τῆς πίστης του, τὸν συνέλαβαν καὶ τὸν ὁδήγησαν στὸν ἄρχοντα Ἀσκληπιό. Παρ’ ὅλες τὶς ἀπειλὲς ποὺ δέχθηκε ὁ Ἅγιος ἔμεινε ἀκλόνητος στὴν πίστη του. Αὐτὸ ἐξόργισε τὸν Ἀσκληπιὸ καὶ διέταξε τὸν βασανισμό του. Ὁ Ἅγιος Θεμιστοκλῆς παρέδωσε τὸ πνεῦμά του πάνω στὸ μαρτύριο. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ὁ Ἅγιος Πέτρος ὁ Πελοποννήσιος 1 Ιανουαρίου

  Ὁ Ἅγιος Νεομάρτυς Πέτρος καταγόταν ἀπὸ τὴν Τρίπολη τῆς Πελοποννήσου. Συνελήφθη καί, πιεζόμενος νὰ ἀσπασθεῖ τὴ θρησκεία τῶν ἀλλοφύλων, τὸ Κοράνι, παρέμεινε ἀκλόνητος στὴν προγονικὴ εὐσέβεια. Μαρτύρησε διὰ ἀγχόνης στὸ Ὀντεμίσιον (Τεμίσι) τῆς Μικρᾶς Ἀσίας τὸ ἔτος 1776 μ.Χ. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ὁ Ὅσιος Ἰωάννης ὁ Δαμασκηνός 4 Δεκεμβρίου

  Διαπρεπέστατος θεολόγος καὶ ποιητὴς τοῦ 8ου αἰώνα καὶ μέγας πατὴρ τῆς Ἐκκλησίας. Γεννήθηκε στὴν Δαμασκὸ στὰ τέλη τοῦ 7ου αἰώνα καὶ ἔτυχε ἐπιμελημένης ἀγωγῆς ἀπὸ τὸν πατέρα του Σέργιο, ποὺ ἦταν ὑπουργὸς οἰκονομικῶν τοῦ ἄραβα χαλίφη Ἀβδοὺλ Μελὶκ τοῦ Α’. Δάσκαλός του ἦταν κάποιος πολυμαθὴς καὶ εὐσεβέστατος μοναχός, ποὺ ὀνομαζόταν Κοσμᾶς καὶ ἦταν ἀπὸ τὴ Σικελία. Ὁ Σικελὸς μοναχὸς πράγματι, ἐκπαίδευσε τὸν Ἰωάννη καὶ τὸν θετό του ἀδελφὸ Κοσμᾶ τὸν Μελῳδό, ἄριστα σ’ ὅλους τοὺς κλάδους τῆς γνώσης. Ὅταν πέθανε ὁ Σέργιος, ὁ γιός του Ἰωάννης, διορίστηκε χωρὶς νὰ τὸ θέλει, πρωτοσύμβουλος τοῦ χαλίφη Βελιδᾶ (705 – 715). Ἀργότερα, ὅταν ὁ χαλίφης Ὀμὰρ ὁ Β’ ἐξήγειρε διωγμὸ κατὰ τῶν χριστιανῶν, ὁ Ἰωάννης μαζὶ μὲ τὸν θετό του ἀδελφὸ Κοσμᾶ (τὸν ἔπειτα ἐπίσκοπο Μαϊουμᾶ), ἔφυγαν ἀπὸ τὴν Δαμασκὸ καὶ πῆγαν στὴν Ἱερουσαλήμ. Ἐκεῖ ὁ Ἰωάννης ἔγινε μοναχὸς στὴν περίφημη Μονὴ τοῦ Ἁγίου Σάββα, ὅπου ἔμεινε σ’ ὅλη του τὴν ζωή, μελετώντας καὶ συγγράφοντας. Στὸ διωγμὸ κατὰ τῶν ἁγίων εἰκόνων, ἐπὶ Λέοντος τοῦ Ἰσαύρου...

pemptousia-tv: Ντοκιμαντέρ – Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος

  Το Ινστιτούτο Άγιος Μάξιμος ο Γραικός σε συνεργασία με τον όμιλο Parapolitika Media, προβάλλουν το ντοκιμαντέρ ” Άγιος Ραφαήλ – Ο «Ζωντανός» Άγιος”. Στον αιματοβαμμένο λόφο των Καρυών ακολουθούμε τα ίχνη της ζωής του Αγίου Ραφαήλ, το μαρτυρικό του τέλος, τα θαύματα του, φωτίζοντας τα με τις σύγχρονες μαρτυρίες των πιστών. Παραγωγός Μαρία Γιαχνάκη. Δημοσιογραφική επιμέλεια: Κατερίνα Μαραγκού. Πατήστε στην εικόνα για να μεταβείτε στο περιεχόμενο: Πηγή  ORTHODOXIANEWSAGENCY.GR

Ὁ Ἅγιος Σεβαστιανὸς ὁ Μάρτυρας 18 Δεκεμβρίου

  Γεννήθηκε στὰ Μεδιόλανα τῆς Ἰταλίας, τὸ 250 μὲ 256 μ.Χ. Οἱ γονεῖς του τὸν ἀνέθρεψαν μὲ μεγάλη χριστιανικὴ ἐπιμέλεια. Καθὼς ἦταν καὶ ἀπὸ γένος διακεκριμένο, εἵλκυσε τὴν εὔνοια τοῦ αὐτοκράτορος Καρίνου, ποὺ γρήγορα τὸν ἀνέδειξε σὰν στρατιωτικό. Ἔπειτα, ὁ Διοκλητιανὸς τὸν ἔκανε ἀρχηγὸ τοῦ πρώτου συντάγματος τῶν Πραιτοριανῶν. Φιλάνθρωπη ψυχὴ ὁ Σεβαστιανός, ἀπὸ τὴν θέση αὐτὴ πολλὲς φορὲς ὑπῆρξε προστάτης τῶν φτωχῶν καὶ τῶν πασχόντων χριστιανῶν. Πρόθυμα ἐπίσης, βοηθοῦσε στὶς ἀνάγκες τῆς Ρωμαϊκῆς Ἐκκλησίας. Γι’ αὐτὸ καὶ ὁ πάπας Γάϊος τοῦ ἀπένειμε τὸν τίτλο τοῦ ὑπερασπιστὴ τῆς Ἐκκλησίας. Ὅταν ὅμως ἄρχισε ὁ διωγμὸς κατὰ τῶν χριστιανῶν, συνελήφθη μία ὁμάδα χριστιανῶν. Ὁ Σεβαστιανός, προκειμένου νὰ τοὺς ἐμψυχώσει τὴν ὥρα ποὺ αὐτοὶ δικάζονταν, πρὸς γενικὴ κατάπληξη ὅλων δήλωσε ὅτι εἶναι χριστιανός. Ὁ Διοκλητιανὸς διέταξε τὸν θάνατό του. Καὶ ὁ Σεβαστιανὸς δὲν ἄργησε νὰ πέσει κάτω, τρυπημένος στὸ στῆθος ἀπὸ βέλος. Τὸ σῶμα του παρέλαβε κάποια εὐσεβὴς χήρα, ἡ Λουκίνα. Διαπίστωσε ὅμως, ὅτι ἀνέπνε...