Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικὸς Κανῶν Ἁγίου Νεομάρτυρος Θεοδώρου τοῦ Βυζαντίου

 Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Θεόδωρο του Βυζαντίου Πολιούχου Μυτιλήνης

Η ακολουθία του Παρακλητικού Κανόνος αντεγράφη εκ χειρογράφου της εν Αγίω Όρει Ιεράς Ιβιρητικής σκήτης του Τιμίου Προδρόμου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ ἀθλοφόρῳ τοῦ Χριστοῦ τῷ γενναίῳ, νῦν προσδραμόντες οἱ πιστοί, ὁμοφώνως, ἐν μετανοίᾳ κράξωμεν αὐτῷ ἀληθεῖ· ἅγιε Θεόδωρε, νεομάρτυς Κυρίου, σπεῦσον ἐξελοῦ ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας μάκαρ τοῦ ἐχθροῦ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ἔνδοξε.

Δόξα.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ πάντιμον λείψανον τοῦ Θεοδώρου, πιστοί, ἐνδόξως τιμήσωμεν ὡς θησαυρὸν τιμαλφῇ, καὶ πάντες βοήσωμεν· σῶσον ἐκ τῶν κινδύνων, τοὺς πιστῶς σε τιμῶντας, ὡς πότε σὺ ἐῤῥύσω, ἐκ πανώλους τὴν πόλιν, καὶ πάντας περιφρούρησον ταῖς ἱκεσίαις σου.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Πρὸς τὴν σὴν ὄντως κραταιὰν ἀντίληψιν, οἱ ἐν κινδύνοις πολλοῖς, συσχεθέντες Μάρτυς, πεφευγότες κράζομεν· σπεῦσον Χριστοῦ Θεόδωρε, ῥῦσαι θλίψεως πάσης, τοὺς σὲ ἀεὶ μακαρίζοντας, καὶ τὰ σὰ δοξάζοντας τρόπαια.

Πάσαις ἰδέαις λυπηρῶν κυκλούμενοι, καὶ ἀντιπνοίαις ἀεί, τῶν σκανδάλων βίου, ὑπὲρ νοῦν βαλλόμενοι, πρὸς τὴν σὴν Θεόδωρε, ταχινὴν προστασίαν προσπεφευγότες δεόμεθα, τούτων λυτρωθῆναι, πανεύφημε.

Τοὺς καθ’ ἡμῶν ἐγειρομένους κλύδωνας ἐξ ἀοράτων ἐχθρῶν, καὶ τῶν ὁρωμένων, καὶ δεινὴν κατάλυσιν, ἐπαπειλοῦντας Ἅγιε, τῇ ῥοπῇ πρεσβειῶν σου, εἰς νηνεμίαν μετάτρεψον, καὶ φαιδρὰν γαλήνην, Θεόδωρε.

Θεοτοκίον.
Γῆν εὔφορον θεοτόκε Δέσποινα, σὲ δυσωπῶ ἐκτενῶς, τὴν ἀκανθοφόρον ποίησον, γεωργίᾳ ἐνθέω τῶν πρεσβειῶν σου Πανάχραντε, ὅπως κατὰ χρέος δοξάζω σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πρὸς Θεοῦ σὺ ἐδόθης, δῶρον πιστοῖς ἔνδοξε, σὲ προσκαλουμένοις ἐκ πόθου, μάρτυς Θεόδωρε, ἐκ τῶν κινδύνων ἀεί, πάντας λυτρούμενος μάκαρ, ταῖς πρὸς τὸν φιλάνθρωπον, θείαις πρεσβείαις σου.

Τὶς ἰσχύσειεν ὄντως, σοῦ ἐξειπεῖν Ἅγιε, τὰς τερατουργίας ἐν κόσμῳ, Μάρτυς, καὶ τὴν βοήθειαν προσπεφευγότες πιστῶς, μετὰ δακρύων αἰτοῦμεν, νεῦσον ἐλευθέρωσον ἡμᾶς Θεόδωρε.

Συνεχόμενοι θλίψει, νῦν πρὸς τὴν σὴν Ἅγιε, κραταιὰν ἀντίληψιν Μάρτυς, καὶ τὴν βοήθειαν, προσπεφευγότες πιστῶς, μετὰ δακρύων αἰτοῦμεν, νεῦσον ἐλευθέρωσον ἡμᾶς Θεόδωρε.

Θεοτοκίον.
Ἐπὶ σοὶ τὰς ἐλπίδας, μόνη ἁγνὴ Δέσποινα, τὰς τῆς σωτηρίας μου πάσας, νῦν ἀνατίθημι, ἐν σοὶ θαῤῥῶν ἐκ πολλῶν, νῦν ἀναγκῶν ἐκλυτροῦμαι, ὅθεν καὶ μελλούσης με ῥῦσαι κολάσεως.

Διάσωσον ἀπὸ κινδύνων ἡμᾶς τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς μέγιστον Θεόδωρον ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Μαρτύρων Χριστοῦ, τοῖς δήμοις ἀριθμούμενος, στεφάνῳ λαμπρῷ ἀθλήσεως κοσμούμενος, Νεομάρτυς ἔνδοξε, ἀθλητὰ Θεόδωρε μέγιστε, μὴ παύσῃ πρεσβεύων Θεῷ λυτρώσασθαι ἡμᾶς, ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καὶ ποῦ λοιπόν, ἕτερον, εὕρω ὑπέρμαχον; Εἰ μὴ ὄντως σε ἀξιάγαστον τὸν τοῦ Χριστοῦ νέον ἀθλητήν; Ὅθεν σου τῇ σκέπῃ, τῇ κραταιᾷ, νῦν Θεόδωρε, προσέδραμον ὁ τάλας, ἐν κατανύξει, κραυγάζων σοι· ἐκ παντοίων με ῥῦσαι κακώσεων.

Ἱκετικῶς μάρτυς, ἅγιε Θεόδωρε, Βυζαντίου θεῖον μάκαρ βλάστημα, καὶ Μυτιλήνης κλέος, ἤδη σοι προσπίπτω, ἐν ταπεινώσει αἰτούμενος, τὴν σὴν παναλκεστάτην, ἀῤῥωγὴν ἐν κινδύνοις, συνεχόμενος νῦν παναοίδιμε.

Θεοτοκίον.
Νῦν ἐφ΄ἡμᾶς, ἔπνευσαν θλίψειν, Ἅγιε, καταιγίδες, καὶ καταστρωννύειν τε, ἐπαπειλοῦσιν ἄρδην βυθῷ, τῆς ἀπελπισίας, ἅσπερ ταῖς αὔραις δεήσεων τῶν σῶν πρὸς τὸν Δεσπότην, σταθερὰν εἰς γαλήνην διαμεῖψαι αἰτοῦμεν Θεονύμφευτε.

ᾨδὴ ε΄. Τὴν δέησιν μου ἐκχεῶ.
Ἐν κινδύνοις σε ῥύστην, ἐν συμφοραῖς τε παρήγορον εὕροιμι καὶ ποικίλαις νόσοις, δοκιμώτατον ὄντως ἀκέστωρα, ἀθλητὰ Κυρίου, Νεομαρτύρων ὡραιότης, ἀξιάγαστε μάκαρ Θεόδωρε.

Λύπης ἄμετρος σάλος, καὶ ἀμέτρων θλίψεων ἄπειρα κύματα, τῆς ψυχῆς τὸ σκάφος, τῆς ἐμῆς κατακλύζουσιν, Ἅγιε, καὶ μηκέτι φέρων, τὴν βίαν τούτων καταφεύγω, πρὸς τὴν σὴν προστασίαν Θεόδωρε.

Νεομάρτυς Κυρίου, ἀξιομακάριστε σοφὲ Θεόδωρε, ὁ ἀγχόνην ὄντως ὑποστὰς ὑπὲρ Χριστοῦ τῆς πίστεως, τοὺς ἡμῖν ἐχθίως, διακειμένους πρὸς Χριστὸν σαῖς λιταῖς κατασίγασον.

Θεοτοκίον.
Ἀειπάρθενε κόρη, χαῖρε Θεοτόκε Μαρία θεόνυμφε, χαῖρε Θεοῦ ζῶντος, ὄντως ἔμψυχε πόλις πανθαύμαστε, χαῖρε κλῖμαξ θεία, βροτοὺς ἀνάγουσα πρὸς ὕψος οὐρανοῦ ἀπὸ γῆς τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ στ΄. Τὴν δέησιν .
Ἐκύκλωσαν, ὡσεὶ κύνες ἄγριοι, οἱ ψυχώλεθροι ἐχθροὶ τὴν σὴν ποίμνην, καθυλακτοῦντες ἀτιθάσως, καὶ εἰς τὸν ᾅδην ὠθοῦντες καὶ ἕλκοντες, σπεῦσον οὗν μάκαρ ἀθλητά, καὶ τῆς τούτων μανίας ἐξάρπασον.

Οἱ μώλωπες, τῆς ἐμῆς προσώζεσαν, παναθλίας τε ψυχῆς καὶ δυστήνου, παραχωρήσει διόπερ Κυρίου, κατεδικάσθην εἰς θλίψεις καὶ κάκωσιν, δυνάμει τῶν σῶν πρεσβειῶν, ἀθλητά με Θεόδωρε ἴασαι.

Ὡς ἄγριοι, μονιοὶ τὴν ἄμπελον, ἐνεδήσαντο ψυχῆς μου ἀθλίας, τῶν δυσμενῶν ἐπελθοῦσαι κακώσεις, καὶ παντελῆ ἀπειλοῦσιν ἐρήμωσιν, ταῖς σαῖς πρεσβείαις πρὸς Χριστόν, Ἀθλοφόρε, διάσωσον δέομαι.

Θεοτοκίον.
Στενώσεως, πάσης ῥῦσαι Δέσποινα, καὶ κινδύνων με, Παρθένε, ναυτίας, ὥσπερ γὰρ κύματα πάντοθεν, θλίψεις, τὸ τῆς ψυχῆς μου σκάφος κυκλώσασθαι, ἔμετον νῦν, φθοροποιόν, προξενοῦσιν ὧν λύτρωσαι Πάναγνε.

Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς Θεόδωρε μάρτυς, τοὺς ἐν πίστει νῦν ἀκλινεῖ πρὸς σὲ καταφεύγοντας, πρεσβείαις σου πρὸς Χριστὸν εὐπροσδέκτοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθλοφόρε Χριστοῦ τοῦ Θεοῦ γενναιότατε, Ὀρθοδόξων ἁπάντων προστάτα ὀξύτατε, μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς· ἀλλὰ ἐπάκουσον καὶ νῦν ἡμῶν μάρτυς Θεόδωρε σοφέ, τῶν Λεσβίων τὸ καύχημα, λύτρωσαι ἐκ κινδύνων, καὶ θλίψεων ἐκ παντοίων, τοὺς σὲ γεραίροντας ἀεί, καὶ τιμῶντάς σου τὴν ἄθλησιν.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. κα’ . 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥῦσαι πάντας Ἅγιε, τοὺς νῦν ἐν πίστει καὶ πόθῳ, ἐπικαλουμένους σε ἐκ παντοίων θλίψεων καὶ κακώσεων, τῶν ἐχθρῶν φάλαγγας τὰς ἐξ ἐναντίας ἱσταμένας ἡμῖν ἔνδοξε, καὶ ἀπειλούσας τε ῥίψαι ἀπωλείας εἰς βάραθρα, τῷ ξίφει τῶν σῶν σύγκοψον, πρεσβειῶν στεῤῥόφρον Θεόδωρε, ἵνα σεσωσμένοι ὑμνῶμεν εὐχαρίστως ἐν ᾠδαῖς, τὴν πρὸς ἡμᾶς σου ἀντίληψιν Μάρτυς καρτερόψυχε.

Ἕτερον.
Παναγίᾳ Δέσποινα, ἡ προστασίᾳ τοῦ κόσμου, Ἄγγελοι, Ἀρχάγγελοι, Ἀπόστολοι δώδεκα θεοσύλλεκτοι, τοῦ Χριστοῦ Πρόδρομε Ἰωᾶννη μάκαρ, ἀθλοφόροι Τεσσαράκοντα, Στέφανε πρώταθλε, Βίκτωρ καὶ Μηνὰ καὶ Βικέντιε, Θεόδωρε, Δημήτριε καὶ τροπαιοφόρε Γεώργιε, σὺν Ἀθανασίῳ, Βασίλειε, Γρηγόριε, Χρυσόστομε σοφὲ σὺν Νικολάῳ πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν σοῦ…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Κλύδων κακῶν κατέλαβέ με, καὶ ἀνύποιστος χειμὼν παντὸς κινδύνου, νεομάρτυς Χριστοῦ, Θεόδωρε γενναῖε, εἰς ὅρμον με γαλήνιον καθοδήγησον λιταῖς σου.

Μὴ μὲ παρίδῃς τὸν σὸν δοῦλον, σοὶ προσπίπτοντα ψυχῆς ἐν ταπεινώσει, καὶ αἰτοῦντα τὴν σὴν παμάκαρ προστασίαν, Νεομαρτύρων καύχημα, ὧ Θεόδωρε γενναῖε.

Ὅλην αυτoῦ ὁ βροτοκτόνος, ἐξεκένωσεν ὡς ὄντως, τὴν φαρέτραν, κατ΄ἐμοῦ ὁ δεινός, καὶ ὅλον τραυματίαν κατέστησεν , ἀλλ΄ἴασαι, πρὸς Χριστὸν με σαῖς πρεσβείαις.

Θεοτοκίον.
Ἴδον σε πόῤῥωθεν Προφῆτα ἐν τῷ Πνεύματί σε φῶς τῷ Παναγίῳ, τὴν ἐν σπλάγχνοις τὸ πῦρ τὸ θεῖον δεξαμένην, τὸ καταφλέγον πταίσματα τῶν ἀνθρώπων Θεοτόκε.

ᾨδὴ η΄. Τὸν ἐν Ὄρει ἁγίῳ.
Περιστάσεων χείμαῤῥοι παντοίων, ἐξετάραξαν τὸν οἶκον τῆς ψυχῆς μου, διὸ πρὸς σὲ κατέφυγον κραυγάζων σοι , στήριξόν με Μάρτυς, σαῖς πρὸς τὸν Δεσπότην πρεσβείαις εὐπροσδέκτοις.

Συνεχόμενος θλίψεσιν ἀμέτροις, ἀπηλπίσθην τοῦ ζῆν ὁ σὸς οἰκτρὸς ἱκέτης, ἀλλὰ θαῤῥῶν τῇ σῇ Χριστὲ χρηστότητι, σῶσόν με βοῷ σοι, ταῖς τοῦ νεοάθλου πρεσβείαις Θεοδώρου.

Συνηθείᾳ ἡττώμενος κακίστη, διαπράττω ἔργα ἐπάξια γεέννης, ἐντεῦθεν οὖν ποικίλαις περιπέπτωκα θλίψεσιν ὁ τάλας,  ὧν με νεομάρτυς Θεόδωρε νῦν ῥῦσαι.

Θεοτοκίον.
Μυστικόν σε πλουτῶ σαφῶς λιμένα, διαπλέων Ἁγνὴ τὴν θάλασσαν τοῦ βίου, σὺ γὰρ ἀεὶ προφθάνεις διασῴζουσα πάσης με βλάβης καὶ ἐπηρείας πνευμάτων ἐναντίων.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Μυρίαις νῦν κυκλούμενος συμφοραῖς καὶ ἀνάγκαις δειναῖς πιεζόμενος καὶ πειρασμοῖς πάντοθεν  δονούμενος φοβεροῖς, πρὸς τὴν σὴν Μάρτυς ἔνδοξε ἤδη καταφεύγω ἐπισκοπήν, αἰτούμενος τὴν λύσιν τούτων, Ἀθλοφόρε, Νεομαρτύρων ἀκροθίνιον.

Ζυγὸν πικρᾶς δουλείας τὸν χαλεπόν, ὃν οἱ δοῦλοί σου μάκαρ περίκεινται, σαῖς προσευχαῖς σύντριψον, Θεόδωρε ἀθλητά, ὁ τὴν ἐχθρῶν δυσσέβειαν πᾶσαν στηλιτεύσας πρὶν ἀνδρικῶς, καὶ αἴτησαι τελείαν ἡμῖν ἐλευθερίαν δοῦναι θεόφρον τὸν Φιλάνθρωπον.

Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, δι΄ὃν Μάρτυς γενναίως ἐνήθλησας, ὑπὲρ ἡμῶν τοῦτον ἐκδυσώπησον τῶν πιστῶν, τὰ σὰ τιμώντων τρόπαια καὶ ἀσπαζομένων πανευλαβῶς θήκην τῶν λειψάνων, Θεόδωρε τρισμάκαρ, τὸ τῶν Λεσβίων ἐγκαλλώπισμα.

Θεοτοκίον.
Οὐκ ἔστιν ὅστις πέφευγε πρὸς τὴν σὴν κραταιὰν προστασίαν πανάχραντε Μῆτερ Θεοῦ καὶ τῆς σῆς οὐκ ἔτυχε ταχινῆς Δέσποινα ἀντιλήψεως, ὅθεν σοι βοῶμεν χαρμονικῶς τὸ χαῖρε τοῦ Ἀγγέλου, χαῖρε παντὸς τοῦ γένους βροτῶν, Παρθένε, ἡ ἀνάκλησις.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ῥῦσαι πάσης νόσου φθοροποιοῦ, καὶ παντὸς κινδύνου, τοὺς ἱκέτας σου ἀθλητά, Θεόδωρε μάκαρ, σαῖς πρὸς Χριστὸν πρεσβείαις, Νεομαρτύρων κλέος καὶ ἐγκαλλώπισμα.

Φύλαττε τοὺς δούλους σου ἀθλητά, ἐκ παντοίας βλάβης καὶ ἐκ πάσης τε ἀπειλῆς, ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων ἄμα, Θεόδωρε, τῆς Λέσβου κλεινὸν ὡράισμα.

Μάρτυς ἀξιάγαστε τοῦ Χριστοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν καὶ ταύτας, θεόφρον, προσάγαγε τῷ μόνῳ Θεῷ τε καὶ Δεσπότῃ ἡμῶν, Θεόδωρε.

Λύτρωσαι κινδύνων παντοδαπῶν, σεισμοῦ βαρυτάτου καὶ βαρβάρων ἐπιδρομῆς, λοιμοῦ, λιμοῦ τε, τὴν σε τιμῶσαν ποίμνην, Θεόδωρε τρισμάκαρ, Χριστοῦ Νεόαθλε.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, μαργαρίτην τοῦ Ἰησοῦ, τῶν Νεομαρτύρων Χριστοῦ τὸ λαμπρὸν ἄστρον,  Θεόδωρον τὸν νέον πιστῶν τὸ καύχημα.

Δεῦτε φιλομάρτυρες ἐν χαρᾷ, ὕμνοις ἐγκωμίων στεφανώσωμεν τὸν κλεινὸν καὶ θεῖον πολιοῦχον τῆς νήσου Μυτιλήνης καὶ κράξωμεν ἐνθέως, χαίροις πανθαύμαστε.

Χαίροις ὁ ἀήττητος ἀθλητὴς καὶ κῆρυξ γενναῖος, τῆς θεότητος Ἰησοῦ, χαίροις Θεοῦ δῶρον ἡμῖν δεδωρημένον, ἐν χρόνοις τοῖς ὑστέροις, μάρτυς Θεόδωρε.

Ἤνθησας ὡς ῥόδον κοκκοβαφές, Θεόδωρε μάρτυς, ἐν τοῖς χρόνοις τοῖς καθ’ ἡμᾶς καὶ εὐωδιάζεις ὀσμαῖς τῶν σῶν χαρίτων ἡμῶν τῶν σε ποθούντων, ψυχὰς καὶ σώματα.

Τοὺς μετ΄ευλαβείας τὰ ἱερὰ λείψανα σου Μάρτυς προσκυνοῦντας σαῖς πρὸς Θεὸν ἱεραῖς πρεσβείαις φρουρῶν μὴ διαλείπῃς, Νεομαρτύρων κλέος θεῖε Θεόδωρε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Πάντας, προστατεύεις Ἀθλητά, τῶν καταφευγόντων ἐν πίστει τῇ ἀντιλήψει τῇ σῇ ἅγιε Θεόδωρε, τῶν εὐσεβῶν ἀῤῥωγέ, πρὸς Θεοῦ γὰρ δεδώρησαι ἡμῖν τοὺς ἐν βίῳ ἀεὶ κινδυνεύουσιν, ὡς ἀσφαλὴς βοηθός,  πάντας ἐκλυτρούμενος τάχει τοὺς προσκαλουμένους σε Μάρτυς πάσης περιστάσεως πολύαθλε.

Πάσας τῶν ἐχθρῶν τὰς προσβολάς, καὶ τὰς πικροτάτας βασάνους, ἀνθ’ οὐδενὸς ἀθλητά, ἅγιε Θεόδωρε τὸν δι’ ἀγχόνην σαφῶς, καθυπήνεκγας θάνατον, ὑπὲρ τῆς ἁγίας τοῦ Κυρίου πίστεως κατεστεμμένος διὸ στέφει ἀκηράτῳ, παρέστης θρόνῳ τῷ ἀστέκτῳ πρεσβείας ὑπὲρ πάντων τῶν πιστῶν ποιούμενος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή https://www.proseyxi.com

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Ὁ Ἅγιος Βασίλειος ὁ Μέγας ὁ Καππαδόκης 1 Ιανουαρίου

  Ὁ Μέγας Βασίλειος, μία ἀπὸ τὶς μεγαλύτερες μορφὲς τῆς Ἐκκλησίας, γεννήθηκε περὶ τὸ 330 μ.Χ. στὴν Καισάρεια τῆς Καππαδοκίας. Ὁ πατέρας του Βασίλειος ἦταν ρήτορας, ἐγκατεστημένος στὴ Νεοκαισάρεια τοῦ Πόντου καὶ ἦταν υἱὸς τῆς Μακρίνης, ἡ ὁποία ὑπέστει πολλὰ μετὰ τοῦ συζύγου της κατὰ τὸν διωγμὸ τοῦ Μαξιμίνου γιὰ τὴν πίστη τους στὸν Χριστό. Ἡ Μακρίνα ἦταν μαθήτρια τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ καὶ διετέλεσε ἡ πρώτη στὴν πίστη διδάσκαλος τοῦ ἐγγονοῦ της Βασιλείου. Ἡ μητέρα τοῦ Μεγάλου Βασιλείου ὀνομαζόταν Ἐμμέλεια, καταγόταν ἀπὸ τὴν Καππαδοκία, ἦταν θυγατέρα Μάρτυρος, εὐλαβέστατη καὶ πολὺ φιλάνθρωπη. Ἀπὸ τὸν γάμο της μὲ τὸν Βασίλειο γεννήθηκαν ἐννέα παιδιά, ἀπὸ τὰ ὁποία τὰ τέσσερα ἦταν ἀγόρια. Τὸ πρωτότοκο παιδὶ τους ἦταν ἡ Μακρίνα, ἡ ὁποία μετὰ τὸν θάνατο τοῦ μνηστῆρα της, ἐπιδόθηκε στὴν ἄσκηση. Ἀπὸ τὰ τέσσερα ἀγόρια, τρεῖς ἔγιναν Ἐπίσκοποι, ὁ Βασίλειος στὴν Καισάρεια, ὁ Γρηγόριος στὴ Νύσσα καὶ ὁ Πέτρος στὴ Σεβαστεία. Ὁ Ναυκράτιος πέθανε νέος, σὲ ἡλικία 27 ἐτῶν. Πρὸ τοῦ Πέτρου γεννήθ...

Ὁ Ἅγιος Θεμιστοκλῆς ὁ Μάρτυρας 21 Δεκεμβρίου

  Σήμερα ἡ Ἐκκλησία τιμᾶ τὴν μνήμη τοῦ Ἁγίου Θεμιστοκλέους, ὁ ὁποῖος καταγόταν ἀπὸ τὰ Μύρα τῆς Λυκίας καὶ ἔζησε τὴν ἐποχὴ τοῦ αὐτοκράτορα Δεκίου. Ἦταν βοσκὸς στὸ ἐπάγγελμα. Τὴν ἐποχὴ ἐκείνη ὁ Ἀσκληπιός, ὁ ἄρχοντας τῆς Λυκίας, ξεκίνησε διωγμὸ κατὰ τῶν χριστιανῶν καὶ ὁ στόχος του ἦταν νὰ συλλάβει τὸν Ἅγιο μάρτυρα Διοσκουρίδη. Ὁ Διοσκουρίδης ὅμως κατέφυγε στὸ ὄρος ὅπου ἔβοσκε ὁ Θεμιστοκλῆς τὰ πρόβατά του. Οἱ ἄνθρωποι τοῦ ἄρχοντα κίνησαν καὶ αὐτοὶ πρὸς τὸ ὄρος ὅπου καὶ συνάντησαν τὸν Θεμιστοκλῆ. Ὅταν ἐρωτήθηκε γιὰ τὴν πίστη του δὲν δίστασε οὔτε στιγμὴ νὰ ὁμολογήσει τὸν ἕναν καὶ μοναδικὸ Θεό. Οἱ στρατιῶτες ἀκούγοντας τὴν ὁμολογία αὐτὴ τῆς πίστης του, τὸν συνέλαβαν καὶ τὸν ὁδήγησαν στὸν ἄρχοντα Ἀσκληπιό. Παρ’ ὅλες τὶς ἀπειλὲς ποὺ δέχθηκε ὁ Ἅγιος ἔμεινε ἀκλόνητος στὴν πίστη του. Αὐτὸ ἐξόργισε τὸν Ἀσκληπιὸ καὶ διέταξε τὸν βασανισμό του. Ὁ Ἅγιος Θεμιστοκλῆς παρέδωσε τὸ πνεῦμά του πάνω στὸ μαρτύριο. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

Ἡ Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ εἰς τὴν ἐνορίαν Ἁγίου Γεωργίου Τουρτούλων Σητείας

 « Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα». Στὶς 14 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τὴν Μεγάλη Δεσποτικὴ ἑορτὴ τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ. Τὴν Κυριακὴ 14 Σεπτεμβρίου 2025 τελέστηκε ἡ Ἀκολουθία τοῦ Ὄρθρου, ἡ Τελετὴ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, Ἀρτοκλασία καὶ ἐν Συνεχείᾳ ἡ Θεία Λειτουργία εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίου Γεωργίου στὸ Χωριὸ Ἅγιος Γεώργιος Τουρτοῦλοι Σητείας. Φωτογραφίες Μιχάλης Κάββαλος  

To Oδοιπορικό της Μεγάλης Εβδομάδος στη Σητεία

  To Oδοιπορικό της Μεγάλης Εβδομάδος, μια ιστορική αναδρομή με δρώμενα της Σητείας. Μια παραγωγή από το STUDIOVAI του Sitia FM 95,5 MHz. Η εβδομάδα πριν το Πάσχα ονομάστηκε Μεγάλη από τους πρώτους κιόλας χριστιανικούς αιώνες κι αυτό γιατί, όπως μας εξηγεί ο Αγ. Ιω. ο Χρυσόστομος, μεγάλα και κοσμοσωτήρια γεγονότα συνέβησαν στη διάρκειά της. Κέντρο αυτών των γεγονότων είναι βεβαίως τα άγια και άχραντα Πάθη, η θεόσωμη Ταφή και η ένδοξη Ανάσταση του Κυρίου. Για τη διευκόλυνση των πιστών οι ακολουθίες της Μ. Εβδομάδας τελούνται αντίστροφα του κανονικού, δηλ. οι Όρθροι τελούνται το απόγευμα και οι Εσπερινοί το πρωί. Παλαιότερα οι όρθροι τελούνταν λίγο μετά τα μεσάνυχτα, όμως η ώρα αυτή δεν ήταν κατάλληλη για την προσέλευση των πιστών. Έτσι λοιπόν σήμερα οι ιερές ακολουθίες τελούνται ως εξής: Κυριακή Βαΐων απόγευμα                 : Όρθρος Μ. Δευτέρας Μ. Δευτέρα πρωί                      ...

Ὁ Ἅγιος Πέτρος ὁ Πελοποννήσιος 1 Ιανουαρίου

  Ὁ Ἅγιος Νεομάρτυς Πέτρος καταγόταν ἀπὸ τὴν Τρίπολη τῆς Πελοποννήσου. Συνελήφθη καί, πιεζόμενος νὰ ἀσπασθεῖ τὴ θρησκεία τῶν ἀλλοφύλων, τὸ Κοράνι, παρέμεινε ἀκλόνητος στὴν προγονικὴ εὐσέβεια. Μαρτύρησε διὰ ἀγχόνης στὸ Ὀντεμίσιον (Τεμίσι) τῆς Μικρᾶς Ἀσίας τὸ ἔτος 1776 μ.Χ. Πηγή  https://www.synaxarion.gr/gr/index.aspx

ΑΓΙΟΡΕΙΤΙΚΕΣ ΜΝΗΜΕΣ: 7997 - Όταν ο Ηγούμενος της Ιεράς Μονής Δοχειαρίου Γέροντας Γρηγόριος συνάντησε τον παπα Τύχωνα τον Ρώσο στο κελλί του

  Ὡρισμένοι ἄνθρωποι εἶναι μόνον νὰ τοὺς βλέπουμε, ἀλλὰ να μὴν τοὺς ἀκοῦμε. Καὶ ἄλλοι μόνον νὰ τοὺς ἀκοῦμε, ἀλλὰ νὰ μὴν τοὺς βλέπουμε. Σπάνιοι αὐτοὶ ποὺ συνδυάζουν καὶ τὰ δυό: καὶ νὰ τοὺς βλέπουμε καὶ νὰ τοὺς ἀκοῦμε. Ἕνας ἀπὸ αὐτοὺς ἦταν ὁ μακαριστὸς Γέροντας Τύχων ὁ Ῥῶσος. Ἦταν σχετικὰ ὑψίκορμος ἄνδρας, μὲ μακριὰ γενειάδα, ποὺ τὴν εἶχε πάντοτε δεμένη κόμπο, γιὰ νὰ εἶναι πιὸ ἄνετος στὴν διακονία, καὶ δασιὰ φρύδια, ποὺ τοῦ σκέπαζαν τὸ ἥμισυ τῶν μεγάλων του ὀφθαλμῶν. Στὶς ἀρχὲς Ἰουλίου τοῦ 1967 ἔνας ταπεινὸς λευΐτης μᾶς ὡδήγησε στὴν Καλύβα τοῦ Γέροντος Τύχωνος. Ἦταν τὸ Κελλί του ἀληθινὸ ἀσκητήριο, κρυμμένο μέσα στὰ ἀδιαπέραστα δάση καὶ φυλλώματα τοῦ κατάσκιου Ἁγίου Ὄρους. Προσιτὸ μόνο σ’ αὐτοὺς ποὺ γνώριζαν. Ἤτανε στὴν κυριολεξία Καλύβα ἀπέριττη, ποὺ ἔδειχνε περισσότερο ἐρειπωμένη παρὰ κατοικημένη. Κρούσαμε τὴν θύρα βαστάζοντας τὴν ἀναπνοή μας. «Τί λογῆς ἀσκητὴς εἶναι αὐτός, ποὺ ἔπρεπε νὰ διανύσουμε τόσο δρόμο, γιὰ νὰ πάρουμε τὴν εὐχή του;» Ἄνοιξε ἡ πόρτα καὶ φάνηκε μία μεγαλοπρεπὴς ...

ΑΦΙΕΡΩΜΑ: Ο Άγιος Παΐσιος και οι νέοι Αγιορείτες Άγιοι της Εκκλησίας μας, Παπά – Τύχων και Χατζηγεώργης

  Πνευματική χαρά σκόρπισε στην Αθωνική Πολιτεία αλλά και σε όλο τον Ορθόδοξο κόσμο η αναγγελία της αναγραφής στις Αγιολογικές Δέλτους δύο μεγάλων ασκητικών μορφών του αγιορείτικου μοναχισμού, οι οποίοι, από την “έρημο της ησυχίας”, πλέον βρίσκονται στις τάξεις των Αγίων της Εκκλησίας μας.  Πρόκειται για τον Παπά – Τύχωνα, τον πνευματικό και τον Γεώργιο Χατζηγεώργη, τον αγιορείτη ασκητή του 19ου αιώνα με καταγωγή από την Καππαδοκία. Δύο ακόμη αγιοκατατάξεις επί των ημερών της Πατριαρχίας του Οικουμενικού Πατριάρχη κ.κ. Βαρθολομαίου Α’ ο οποίος – στα 35 έτη της Πρωθιεραρχικής του διακονίας στην Πρωτόθρονη Εκκλησία της Κωνσταντινουπόλεως – έχει ταυτίσει το όνομά του με αγιοκατατάξεις μεγάλων σύγχρονων Αγίων της εποχής μας. Εκτός από το προσωνύμιο του “πράσινου Πατριάρχη” δικαίως λαμβάνει και το προσωνύμιο του “αγιόφιλου Πατριάρχη”. Οι δύο νέοι Άγιοι της Εκκλησίας μας συνδέονται ωστόσο στενά και με έναν άλλο σύγχρονο Άγιο, τον Παΐσιο τον Αγιορείτη. Ο νέων Όσιος Τύχων υπήρξε πνευμ...

Ὁ Ὅσιος Ἰωάννης ὁ Δαμασκηνός 4 Δεκεμβρίου

  Διαπρεπέστατος θεολόγος καὶ ποιητὴς τοῦ 8ου αἰώνα καὶ μέγας πατὴρ τῆς Ἐκκλησίας. Γεννήθηκε στὴν Δαμασκὸ στὰ τέλη τοῦ 7ου αἰώνα καὶ ἔτυχε ἐπιμελημένης ἀγωγῆς ἀπὸ τὸν πατέρα του Σέργιο, ποὺ ἦταν ὑπουργὸς οἰκονομικῶν τοῦ ἄραβα χαλίφη Ἀβδοὺλ Μελὶκ τοῦ Α’. Δάσκαλός του ἦταν κάποιος πολυμαθὴς καὶ εὐσεβέστατος μοναχός, ποὺ ὀνομαζόταν Κοσμᾶς καὶ ἦταν ἀπὸ τὴ Σικελία. Ὁ Σικελὸς μοναχὸς πράγματι, ἐκπαίδευσε τὸν Ἰωάννη καὶ τὸν θετό του ἀδελφὸ Κοσμᾶ τὸν Μελῳδό, ἄριστα σ’ ὅλους τοὺς κλάδους τῆς γνώσης. Ὅταν πέθανε ὁ Σέργιος, ὁ γιός του Ἰωάννης, διορίστηκε χωρὶς νὰ τὸ θέλει, πρωτοσύμβουλος τοῦ χαλίφη Βελιδᾶ (705 – 715). Ἀργότερα, ὅταν ὁ χαλίφης Ὀμὰρ ὁ Β’ ἐξήγειρε διωγμὸ κατὰ τῶν χριστιανῶν, ὁ Ἰωάννης μαζὶ μὲ τὸν θετό του ἀδελφὸ Κοσμᾶ (τὸν ἔπειτα ἐπίσκοπο Μαϊουμᾶ), ἔφυγαν ἀπὸ τὴν Δαμασκὸ καὶ πῆγαν στὴν Ἱερουσαλήμ. Ἐκεῖ ὁ Ἰωάννης ἔγινε μοναχὸς στὴν περίφημη Μονὴ τοῦ Ἁγίου Σάββα, ὅπου ἔμεινε σ’ ὅλη του τὴν ζωή, μελετώντας καὶ συγγράφοντας. Στὸ διωγμὸ κατὰ τῶν ἁγίων εἰκόνων, ἐπὶ Λέοντος τοῦ Ἰσαύρου...

Ὁ Ἅγιος Σεβαστιανὸς ὁ Μάρτυρας 18 Δεκεμβρίου

  Γεννήθηκε στὰ Μεδιόλανα τῆς Ἰταλίας, τὸ 250 μὲ 256 μ.Χ. Οἱ γονεῖς του τὸν ἀνέθρεψαν μὲ μεγάλη χριστιανικὴ ἐπιμέλεια. Καθὼς ἦταν καὶ ἀπὸ γένος διακεκριμένο, εἵλκυσε τὴν εὔνοια τοῦ αὐτοκράτορος Καρίνου, ποὺ γρήγορα τὸν ἀνέδειξε σὰν στρατιωτικό. Ἔπειτα, ὁ Διοκλητιανὸς τὸν ἔκανε ἀρχηγὸ τοῦ πρώτου συντάγματος τῶν Πραιτοριανῶν. Φιλάνθρωπη ψυχὴ ὁ Σεβαστιανός, ἀπὸ τὴν θέση αὐτὴ πολλὲς φορὲς ὑπῆρξε προστάτης τῶν φτωχῶν καὶ τῶν πασχόντων χριστιανῶν. Πρόθυμα ἐπίσης, βοηθοῦσε στὶς ἀνάγκες τῆς Ρωμαϊκῆς Ἐκκλησίας. Γι’ αὐτὸ καὶ ὁ πάπας Γάϊος τοῦ ἀπένειμε τὸν τίτλο τοῦ ὑπερασπιστὴ τῆς Ἐκκλησίας. Ὅταν ὅμως ἄρχισε ὁ διωγμὸς κατὰ τῶν χριστιανῶν, συνελήφθη μία ὁμάδα χριστιανῶν. Ὁ Σεβαστιανός, προκειμένου νὰ τοὺς ἐμψυχώσει τὴν ὥρα ποὺ αὐτοὶ δικάζονταν, πρὸς γενικὴ κατάπληξη ὅλων δήλωσε ὅτι εἶναι χριστιανός. Ὁ Διοκλητιανὸς διέταξε τὸν θάνατό του. Καὶ ὁ Σεβαστιανὸς δὲν ἄργησε νὰ πέσει κάτω, τρυπημένος στὸ στῆθος ἀπὸ βέλος. Τὸ σῶμα του παρέλαβε κάποια εὐσεβὴς χήρα, ἡ Λουκίνα. Διαπίστωσε ὅμως, ὅτι ἀνέπνε...

Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα οἱ Μάρτυρες 16 Απριλίου

  Οἱ Ἁγίες Ἀγάπη, Εἰρήνη καὶ Χιονὶα μαρτύρησαν ἐπὶ αὐτοκράτορος Διοκλητιανοῦ (284 – 305 μ.Χ.) στὴ Θεσσαλονίκη, τὸ ἔτος 304 μ.Χ. Στὸ Συναξάρι μαρτυρεῖται ὅτι οἱ τρεῖς ἀδελφές, πιθανῶς ἐνεργὰ μέλη μιᾶς ἀδελφότητας νέων Χριστιανῶν μὲ πλούσια βιβλιοθήκη, κατέφυγαν ἀμέσως μετὰ τὴν ἔναρξη τοῦ διωγμοῦ σὲ ὑψηλὸ ὄρος πλησίον τῆς Θεσσαλονίκης, πιθανῶς τὸ Χορτιάτη, ἀφοῦ ἔκρυψαν στὸ σπίτι τους τὰ βιβλία. Ἡ Ἀγάπη καὶ ἡ Χιονία, μετὰ ἀπὸ ἐντολὴ τοῦ διοικητοῦ Δουλκιτίου, ρίχθηκαν στὴν πυρά. Ἡ Ἁγία Εἰρήνη κλείσθηκε σὲ πορνεῖο, ἀλλὰ κανένας δὲν τόλμησε νὰ τὴν ἐνοχλήσει. Ὁδηγήθηκε καὶ αὐτὴ στὸν διὰ πυρᾶς θάνατο. Τὰ ἱερὰ λείψανα ποὺ ἀπέμειναν ἀπὸ τὴν πυρὰ συνελέγησαν ἀπὸ εὐλαβεῖς Χριστιανοὺς καὶ ἐνταφιάσθηκαν δυτικὰ τῆς πόλεως, σὲ μικρὴ ἀπόσταση ἀπὸ τὰ τείχη. Ἐκεῖ ἀνεγέρθηκε ἕνας ναΐσκος στὴν ἀρχή, ποὺ ἀργότερα ἔγινε μεγαλύτερος. Στὶς Διηγήσεις τῶν Θαυμάτων τοῦ Ἁγίου Δημητρίου ἀναφέρεται ὡς τὸ «σεβάσμιον τέμενος» τῶν τριῶν Ἁγίων Μαρτύρων Χιονίας, Εἰρήνης καὶ Ἀγάπης. Πηγή  https://www.synaxarion.g...