Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἑλλάδος τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν τοῦ Στειρείου φωστῆρα, καὶ οἰκήτορα ὅσιον, τιμήσωμεν ᾀσμάτων ἐν ὠδαίς, Λουκᾶν τὸν θεοφόρον εὐσεβῶς, τῷ Χριστῷ γὰρ οἰκειούται διαπαντός, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πάσιν ἰάματα.
Κοντάκιον
Ἦχος πλ. δ' Τὴ Ὑπερμάχω.
Ὁ ἐκλεξάμενος Θεὸς πρὸ τοῦ πλασθήναι σε, εἰς εὐαρέστησιν αὐτοῦ, οἲς οἶδε κρίμασι, προσλαβόμενος ἐκ μήτρας καθαγιάζει, καὶ οἰκεῖον ἐαυτοῦ δοῦλον δεικνύει σέ, κατευθύνων σου Λουκᾶ τὰ διαβήματα, ὁ φιλάνθρωπος, ὢ νῦν χαίρων παρίστασαι.
