ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ (ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεός ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. - Ἀμήν. Ψαλμός ΡΜΒ’ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώ τισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσά κουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰ σέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐδικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κα τεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνω σεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκο τεινοῖς ὡς νεκρούς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρ δία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέ τησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέτάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς κατα βαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίη...