Χαιρετισμοί εις τον Άγιο Μάρτυρα Νέστωρ Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ. Τοῦ Δημητρίου μαθητὴν τὸν θεῖον Νέστορα, ἐγκωμιάσωμεν ἐν ὕμνοις ὦ φιλέορτοι, διηγούμενοι τὰς θείας αὐτοῦ ἀθλήσεις· τὸν Λυαῖον γὰρ ἐν πάλη ἐθανάτωσε, καὶ ἐν ἔργοις τὸν Χριστὸν λαμπρῶς ἐδόξασεν· ὅθεν κράζομεν· χαῖροις Νέστωρ πανθαύμαστε. Ἄγγελοι μετ᾿ ἀνθρώπων, χαρμοσύνως τιμῶσι, τὸν Νέστορα ἐν ὕμνοις ἐνθέοις (ἐκ γ΄)· καὶ τῷ ἀγωνοθέτῃ Χριστῷ, τῷ ἐν Μάρτυσιν αὐτὸν ἐν οὐρανοῖς τάξαντι, λατρεύοντες, ἐγκώμια τῷ Μάρτυρι, προσείπωμεν τοιαῦτα· Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐδοξάσθη· χαῖρε, δι᾿ οὗ ὁ ἐχθρὸς ἐνικήθη. Χαῖρε, Δημητρίου σεπτὸν ἐγκαλλώπισμα· χαῖρε, τῶν Μαρτύρων πανένδοξον ἄγαλμα. Χαῖρε, Μάρτυς θεοφρούρητε τοῦ Λυαίου νικητά· χαῖρε, τέκνον Δημητρίου, τοῦ Κυρίου Ἀθλητά. Χαῖρε, ὅτι ἐδείχθης τῆς Τριάδος ὁπλίτης· χαῖρε, ὅτι κηρύττεις Δημητρίου τὴν πίστιν. Χαῖρε, τοῦ Δαυῒδ ἀντίγραφον τέλειον· χαῖρε, τῶν πιστῶν ὑπόδειγμα ἄριστον. Χαῖρε, δι᾿οὗ ὁ Χριστὸς ἀνυμνεῖται· χαῖρε, δι᾿οὗ ὁ σατ...