Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως. Μέγας ἥλιος, ἐν Κρήτῃ, Πάτερ, ἀνατέταλκας, θαυμάτων πλήθει, καταφωτίζων αὐτὴν, ἱερώτατε· ὡς οὖν ὁρμὴν ποταμοῦ διεκώλυσας, καὶ τὸν ὄλεθρον δράκοντα ἐλίθωσας, οὕτως Ἅγιε Χριστῷ, θεῖε Μύρων πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. Τῆς Ἐδέσσης ποιμένα, Ἀρχιθύτην πανεύφημον, καὶ τῆς Ἐκκλησίας ἁπάσης, τὸ λαμπρὸν σεμνολόγημα, Καλλίνικον τιμήσωμεν πιστοί, τοῦ κλήρου καὶ λαοῦ τὸν ποδηγόν, ὡς πρεσβεύοντα ἀπαύστως ὑπὲρ αὐτῶν, τῶν ἐκβοώντων πάντοτε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.