Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἱερέων ἀκρότης, εὐσεβείας διδάσκαλος καὶ θαυματουργὸς ἀνεδείχθης, ἱεράρχα πανόλβιε· ἠθῶν γὰρ οὐρανίων τῷ φωτί, τοῦ Πνεύματος πλουτήσας τὴν ἰσχύν, θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχάς, Λέων, τῶν προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Λέων, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τήν ἐν πρεσβείαις.
Τόν ἀπό βρέφους Κυρίῳ ἀνατεθέντα, καί ἐκ σπαργάνων τήν χάριν ἀνειληφότα, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τόν φωστῆρα τῆς Ἐκκλησίας καί πρόμαχον· αὐτῆς γάρ ὑπάρχει τὸ στήριγμα.
